Book of Revelation

New Testament

The New Testament in the original Greek. The text revised by. Brooke Foss Westcott, D.D. Fenton John Anthony Hort, D.D. New York. Harper and Brothers, Franklin Square. 1885.

Ὁ νικῶν δώσω αὐτῷ καθίσαι μετʼ ἐμοῦ ἐν τῷ θρόνῳ μου, ὡς κἀγὼ ἐνίκησα καὶ ἐκάθισα μετὰ τοῦ πατρός μου ἐν τῷ θρόνῳ αὐτοῦ.

Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις.

Μετὰ ταῦτα εἶδον, καὶ ἰδοὺ θύρα ἠνεῳγμένη ἐν τῷ οὐρανῷ, καὶ ἡ φωνὴ ἡ πρώτη ἣν ἤκουσα ὡς

σάλπιγγος
λαλούσης μετʼ ἐμοῦ, λέγων
Ἀνάβα
ὧδε, καὶ δείξω σοι
ἃ δεῖ γενέσθαι.

μετὰ ταῦτα εὐθέως ἐγενόμην ἐν πνεύματι· καὶ ἰδοὺ θρόνος ἔκειτο ἐν τῷ οὐρανῷ, καὶ

ἐπὶ τὸν θρόνον καθήμενος,

καὶ ὁ καθήμενος ὅμοιος ὁράσει λίθῳ ἰάσπιδι καὶ σαρδίῳ, καὶ

ἶρις κυκλόθεν τοῦ θρόνου
ὅμοιος ὁράσει σμαραγδίνῳ.

καὶ κυκλόθεν τοῦ θρόνου θρόνοι εἴκοσι τέσσαρες, καὶ ἐπὶ τοὺς θρόνους εἴκοσι τέσσαρας πρεσβυτέρους καθημένους περιβεβλημένους ἱματίοις λευκοῖς, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτῶν στεφάνους χρυσοῦς.

καὶ ἐκ τοῦ θρόνου

ἐκπορεύονται ἀστραπαὶ καὶ φωναὶ
καὶ
βρονταί·
καὶ ἑπτὰ λαμπάδες πυρὸς καιόμεναι ἐνώπιον τοῦ θρόνου, ἅ εἰσιν τὰ ἑπτὰ πνεύματα τοῦ θεοῦ,

καὶ ἐνώπιον τοῦ θρόνου

510
ὡς θάλασσα ὑαλίνη
ὁμοία κρυστάλλῳ. καὶ ἐν μέσῳ τοῦ θρόνου
καὶ
κύκλῳ τοῦ θρόνου τέσσερα ζῷα γέμοντα ὀφθαλμῶν
ἔμπροσθεν καὶ ὄπισθεν·

καὶ τὸ ζῷον

τὸ πρῶτον
ὅμοιον
λέοντι, καὶ τὸ δεύτερον
ζῷον ὅμοιον
μόσχῳ, καὶ τὸ τρίτον
ζῷον ἔχων
τὸ πρόσωπον
ὡς
ἀνθρώπου, καὶ τὸ τέταρτον
ζῷον ὅμοιον
ἀετῷ
πετομένῳ·

καὶ τὰ τέσσερα ζῷα,

ἓν καθʼ ἓν
αὐτῶν ἔχων
ἀνὰ πτέρυγας ἕξ, κυκλόθεν
καὶ ἔσωθεν
γέμουσιν ὀφθαλμῶν·
καὶ ἀνάπαυσιν οὐκ ἔχουσιν ἡμέρας καὶ νυκτὸς λέγοντες
Ἅγιος ἅγιος ἅγιος Κύριος, ὁ θεός, ὁ παντοκράτωρ,
ὁ ἦν καὶ
ὁ ὤν
καὶ ὁ ἐρχόμενος.

Καὶ ὅταν δώσουσιν τὰ ζῷα δόξαν καὶ τιμὴν καὶ εὐχαριστίαν τῷ

καθημένῳ ἐπὶ τοῦ θρόνου, τῷ ζῶντι εἰς τοὺς αἰῶνας
τῶν αἰώνων,

πεσοῦνται οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι ἐνώπιον τοῦ

καθημένου ἐπὶ τοῦ θρόνου,
καὶ προσκυνήσουσιν
τῷ ζῶντι εἰς τοὺς αἰῶνας
τῶν αἰώνων, καὶ βαλοῦσιν τοὺς στεφάνους αὐτῶν ἐνώπιον τοῦ θρόνου, λέγοντες

  • Ἄξιος εἶ, ὁ κύριος καὶ ὁ θεὸς ἡμῶν, λαβεῖν
  • τὴν δόξαν καὶ τὴν τιμὴν καὶ τὴν δύναμιν, ὅτι
  • σὺ ἔκτισας τὰ πάντα, καὶ διὰ τὸ θέλημά σου
  • ἦσαν καὶ ἐκτίσθησαν.
  • Καὶ εἶδον ἐπὶ τὴν δεξιὰν τοῦ

    καθημένου ἐπὶ τοῦ θρόνου βιβλίον γεγραμμένον ἔσωθεν καὶ ὄπισθεν, κατεσφραγισμένον
    σφραγῖσιν ἑπτά.

    καὶ εἶδον ἄγγελον ἰσχυρὸν κηρύσσοντα ἐν φωνῇ μεγάλῃ Τίς ἄξιος ἀνοῖξαι τὸ βιβλίον καὶ λῦσαι τὰς σφραγῖδας αὐτοῦ;

    καὶ οὐδεὶς ἐδύνατο ἐν τῷ οὐρανῷ οὐδὲ ἐπὶ τῆς γῆς οὐδὲ ὑποκάτω τῆς γῆς ἀνοῖξαι τὸ βιβλίον οὔτε βλέπειν αὐτό.

    καὶ [ἐγὼ] ἔκλαιον πολὺ ὅτι οὐδεὶς ἄξιος εὑρέθη ἀνοῖξαι τὸ βιβλίον οὔτε βλέπειν αὐτό·

    καὶ εἷς ἐκ τῶν πρεσβυτέρων λέγει

    511
    μοι Μὴ κλαῖε· ἰδοὺ ἐνίκησεν ὁ
    λέων
    ὁ ἐκ τῆς φυλῆς
    Ἰούδα, ἡ ῥίζα
    Δαυείδ, ἀνοῖξαι τὸ βιβλίον καὶ τὰς ἑπτὰ σφραγῖδας αὐτοῦ.

    Καὶ εἶδον ἐν μέσῳ τοῦ θρόνου καὶ τῶν τεσσάρων ζῴων καὶ ἐν μέσῳ τῶν πρεσβυτέρων

    ἀρνίον
    ἑστηκὸς ὡς
    ἐσφαγμένον,
    ἔχων κέρατα ἑπτὰ καὶ
    ὀφθαλμοὺς ἑπτά,
    οἵ εἰσιν τὰ [ἑπτὰ] πνεύματα τοῦ θεοῦ, ἀπεσταλμένοι
    εἰς πᾶσαν
    τὴν γῆν.

    καὶ ἦλθεν καὶ εἴληφεν ἐκ τῆς δεξιᾶς τοῦ καθημένου ἐπὶ τοῦ θρόνου.