Book of Revelation

New Testament

The New Testament in the original Greek. The text revised by. Brooke Foss Westcott, D.D. Fenton John Anthony Hort, D.D. New York. Harper and Brothers, Franklin Square. 1885.

— Μακάριοι οἱ

πλύνοντες τὰς στολὰς
αὐτῶν, ἵνα ἔσται ἡ ἐξουσία αὐτῶν ἐπὶ
τὸ ξύλον τῆς ζωῆς
καὶ τοῖς πυλῶσιν
539
εἰσέλθωσιν εἰς τὴν πόλιν.

ἔξω οἱ κύνες καὶ οἱ φαρμακοὶ καὶ οἱ πόρνοι καὶ οἱ φονεῖς καὶ οἱ εἰδωλολάτραι καὶ πᾶς φιλῶν καὶ ποιῶν ψεῦδος.

Ἐγὼ Ἰησοῦς ἔπεμψα τὸν ἄγγελόν μου μαρτυρῆσαι ὑμῖν ταῦτα ἐπὶ ταῖς ἐκκλησίαις. ἐγώ εἰμι

ἡ ῥίζα
καὶ τὸ γένος Δαυείδ, ὁ ἀστὴρ ὁ λαμπρός, ὁ πρωινός.

Καὶ τὸ πνεῦμα καὶ ἡ νύμφη λέγουσιν Ἔρχου· καὶ ὁ ἀκούων εἰπάτω Ἔρχου· καὶ

ὁ διψῶν ἐρχέσθω,
ὁ θέλων λαβέτω
ὕδωρ ζωῆς δωρεάν.

Μαρτυρῶ ἐγὼ παντὶ τῷ ἀκούοντι

τοὺς λόγους
τῆς προφητείας τοῦ βιβλίου τούτου· ἐάν τις
ἐπιθῇ ἐπ’
αὐτά, ἐπιθήσει ὁ θεὸς
ἐπʼ αὐτὸν
τὰς πληγὰς
τὰς γεγραμμένας ἐν τῷ βιβλίῳ τούτῳ·

καὶ
ἐάν τις
ἀφέλῃ ἀπὸ
τῶν λόγων τοῦ βιβλίου τῆς προφητείας ταύτης, ἀφελεῖ ὁ θεὸς τὸ μέρος αὐτοῦ ἀπὸ
τοῦ ξύλου τῆς ζωῆς
καὶ ἐκ τῆς πόλεως τῆς ἁγίας, τῶν γεγραμμένων ἐν τῷ βιβλίῳ τούτῳ.

Λέγει ὁ μαρτυρῶν ταῦτα Ναί· ἔρχομαι ταχύ. Ἀμήν· ἔρχου, κύριε Ἰησοῦ.

Ἡ χάρις τοῦ κυρίου Ἰησοῦ [Χριστοῦ] μετὰ τῶν ἁγίων.