Book of Revelation

New Testament

The New Testament in the original Greek. The text revised by. Brooke Foss Westcott, D.D. Fenton John Anthony Hort, D.D. New York. Harper and Brothers, Franklin Square. 1885.

καὶ ἔδειξέν μοι

ποταμὸν ὕδατος ζωῆς
λαμπρὸν ὡς κρύσταλλον,
ἐκπορευό-
538
μενον
ἐκ τοῦ θρόνου τοῦ θεοῦ καὶ τοῦ ἀρνίου

ἐν μέσῳ
τῆς πλατείας αὐτῆς· καὶ
τοῦ ποταμοῦ ἐντεῦθεν καὶ
ἐκεῖθεν ξύλον ζωῆς
ποιοῦν καρποὺς δώδεκα,
κατὰ
μῆνα
ἕκαστον ἀποδιδοῦν
τὸν καρπὸν αὐτοῦ, καὶ τὰ φύλλα
τοῦ ξύλου
εἰς θεραπείαν
τῶν ἐθνῶν.

καὶ πᾶν κατάθεμα οὐκ ἔσται ἔτι.
καὶ ὁ θρόνος τοῦ θεοῦ καὶ τοῦ ἀρνίου ἐν αὐτῇ ἔσται, καὶ οἱ δοῦλοι αὐτοῦ λατρεύσουσιν αὐτῷ,

καὶ

ὄψονται τὸ πρόσωπον αὐτοῦ,
καὶ τὸ ὄνομα ὰὐτοῦ ἐπὶ τῶν μετώπων αὐτῶν.

καὶ νὺξ οὐκ ἔσται ἔτι,

καὶ οὐκ
ἔχουσιν χρείαν φωτὸς λύχνου καὶ
φῶς ἡλίου,
ὅτι
Κύριος ὁ θεὸς φωτίσει
[ἐπ’] αὐτούς, καὶ βασιλεύσουσιν εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Καὶ εἶπεν μοι Οὗτοι οἱ λόγοι πιστοὶ καὶ ἀληθινοί, καὶ ὁ κύριος, ὁ θεὸς τῶν πνευμάτων τῶν προφητῶν, ἀπέστειλεν τὸν ἄγγελον αὐτοῦ δεῖξαι τοῖς δούλοις αὐτοῦ

ἃ δεῖ γενέσθαι
ἐν τάχει·

καί

Ἰδοὺ ἔρχομαι
ταχύ. μακάριος ὁ τηρῶν τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου.