Book of Revelation

New Testament

The New Testament in the original Greek. The text revised by. Brooke Foss Westcott, D.D. Fenton John Anthony Hort, D.D. New York. Harper and Brothers, Franklin Square. 1885.

καὶ φωνὴ
κιθαρῳδῶν καὶ μουσικῶν καὶ αὐλητῶν καὶ σαλπιστῶν
οὐ μὴ ἀκουσθῇ
ἐν
σοὶ ἔτι,
καὶ πᾶς τεχνίτης [πάσης τέχνης] οὐ μὴ εὑρεθῇ ἐν σοὶ ἔτι,
καὶ φωνὴ μύλου
οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι,

καὶ φῶς λύχνου
οὐ μὴ φάνῃ ἐν σοὶ ἔτι,
καὶ φωνὴ νυμφίου καὶ νύμφης
οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι· ὅτι [οἱ]
ἔμποροί
σου ἦσαν
οἱ μεγιστᾶνες τῆς γῆς,
ὅτι
ἐν τῇ φαρμακίᾳ σου
ἐπλανήθησαν πάντα τὰ ἔθνη,

καὶ ἐν αὐτῇ αἷμα προφητῶν καὶ ἁγίων εὑρέθη καὶ

πάντων τῶν ἐσφαγμένων
ἐπὶ
τῆς γῆς.

Μετὰ ταῦτα ἤκουσα ὡς φωνὴν μεγάλην ὄχλου πολλοῦ ἐν τῷ οὐρανῷ λεγόντων

Ἁλληλουιά·
ἡ σωτηρία καὶ ἡ δόξα καὶ ἡ δύναμις τοῦ θεοῦ ἡμῶν,

ὅτι

ἀληθιναὶ
καὶ
δίκαιαι αἱ κρίσεις αὐτοῦ·
ὅτι ἔκρινεν τὴν πόρνην τὴν μεγάλην ἥτις ἔφθειρεν τὴν γῆν ἐν τῇ πορνείᾳ αὐτῆς, καὶ
ἐξεδίκησεν τὸ αἷμα τῶν δουλων
αὐτοῦ
ἐκ χειρὸς
αὐτῆς. καὶ δεύτερον εἴρηκαν
Ἁλληλουιά·

καὶ ὁ καπνὸς αὐτῆς ἀναβαίνει εἰς τοὺς αἰῶνας
τῶν αἰώνων.

καὶ ἔπεσαν οἱ πρεσβύτεροι οἱ εἴκοσι τέσσαρες καὶ τὰ τέσσερα ζῷα, καὶ προσεκύνησαν τῷ θεῷ τῷ

καθημένῳ ἐπὶ, τῷ θρόνῳ
λέγοντες Ἀμήν,
Ἁλληλουιά.

καὶ φωνὴ ἀπὸ τοῦ θρόνου ἐξῆλθεν λέγουσα

  1. Αἰνεῖτε
τῷ θεῷ ἡμῶν, πάντες
οἱ δοῦλοι
αὐτοῦ
οἱ φοβούμενοι αὐτόν, οἱ μικροὶ καὶ οἱ μεγάλοι.

Καὶ ἤκουσα

ὡς φωνὴν ὄχλου πολλοῦ
καὶ
ὡς φωνὴν ὑδάτων πολλῶν
καὶ ὡς φωνὴν βροντῶν ἰσχυρῶν, λεγόντων
533
Ἁλληλουιά,
ὅτι
ἐβασίλευσεν Κύριος, ὁ θεὸς
[ἡμῶν],
ὁ παντοκράτωρ.

χαίρωμεν καὶ ἀγαλλιῶμεν, καὶ δώσομεν τὴν δόξαν αὐτῷ, ὅτι ἦλθεν ὁ γάμος τοῦ ἀρνίου, καὶ ἡ γυνὴ αὐτοῦ ἡτοίμασεν ἑαυτήν,

καὶ ἐδόθη αὐτῇ ἵνα περιβάληται βύσσινον λαμπρὸν καθαρόν, τὸ γὰρ βύσσινον τὰ δικαιώματα τῶν ἁγίων ἐστίν.

Καὶ λέγει μοι Γράψον Μακάριοι οἱ εἰς τὸ δεῖπνον τοῦ γάμου τοῦ ἀρνίου κεκλημένοι. καὶ λέγει μοι Οὗτοι οῖ λόγοι ἀληθινοὶ τοῦ θεοῦ εἰσίν.

καὶ ἔπεσα ἔμπροσθεν τῶν ποδῶν αὐτοῦ προσκυνῆσαι αὐτῷ. καὶ λέγει μοι Ὅρα μή· σύνδουλός σού εἰμι καὶ τῶν ἀδελφῶν σου τῶν ἐχόντων τὴν μαρτυρίαν Ἰησοῦ· τῷ θεῷ προσκύνησον· ἡ γὰρ μαρτυρία Ἰησοῦ ἐστὶν τὸ πνεῦμα τῆς προφητείας.

Καὶ εἶδον τὸν οὐρανὸν ἠνεῳγμένον,
καὶ ἰδοὺ ἵππος λευκός, καὶ ὁ καθήμενος ἐπʼ αὐτὸν πιστὸς [καλούμενος] καὶ ἀληθινός, καὶ
ἐν δικαιοσύνῃ κρίνει
καὶ πολεμεῖ.

οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ
φλὸξ
πυρός,
καὶ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ διαδήματα πολλά, ἔχων ὄνομα γεγραμμένον ὃ οὐδεὶς οἶδεν εἰ μὴ αὐτός,

καὶ περιβεβλημένος ἱμάτιον ῤεραντισμένον αἵματι, καὶ κέκληται τὸ ὄνομα αὐτοῦ Ὁ Λόγος τοῦ Θεοῦ.

καὶ τὰ στρατεύματα τὰ ἐν τῷ οὐρανῷ ἠκολούθει αὐτῷ ἐφʼ ἵπποις λευκοῖς, ἐνδεδυμένοι βύσσινον λευκὸν καθαρόν.

καὶ ἐκ

τοῦ στόματος
αὐτοῦ ἐκπορεύεται ῥομφαία ὀξεῖα, ἵνα ἐν αὐτῇ
πατάξῃ τὰ ἔθνη,
καὶ αὐτὸς
ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ·
καὶ αὐτὸς
πατεῖ τὴν ληνὸν
τοῦ οἴνου τοῦ θυμοῦ τῆς ὀργῆς
τοῦ θεοῦ τοῦ παντοκράτορος.

καὶ ἔχει ἐπὶ τὸ ἱμάτιον καὶ ἐπὶ τὸν μηρὸν αὐτοῦ ὄνομα γεγραμμένον ΒΑΣΙΛΕΥΣ ΒΑΣΙΛΕΩΝ ΚΑΙ ΚΥΡΙΟΣ ΚΥΡΙΩΝ.

Καὶ εἶδον ἕνα ἄγγελον ἑστῶτα ἐν τῷ ἡλίῳ, καὶ ἔκραξεν [ἐν] φωνῇ μεγάλῃ

λέγων πᾶσι τοῖς ὀρνέοις τοῖς πετομένοις
ἐν μεσουρανήματι
Δεῦτε συνάχθητε εἰς τὸ
534
δεῖπνον τὸ μέγα τοῦ θεοῦ,