Book of Revelation
New Testament
The New Testament in the original Greek. The text revised by. Brooke Foss Westcott, D.D. Fenton John Anthony Hort, D.D. New York. Harper and Brothers, Franklin Square. 1885.
Καὶ εἶδον ἄλλο σημεῖον ἐν τῷ οὐρανῷ μέγα καὶ θαυμαστόν, ἀγγέλους ἑπτὰ ἔχοντας
πληγὰς ἑπτὰτὰς ἐσχάτας, ὅτι ἐν αὐταῖς ἐτελέσθη ὁ θυμὸς τοῦ θεοῦ.
Καὶ εἶδον ὡς θάλασσαν ὑαλίνην μεμιγμένην πυρί, καὶ τοὺς νικῶντας ἐκ τοῦ θηρίου καὶ ἐκ τῆς εἰκόνος αὐτοῦ καὶ ἐκ τοῦ ἀριθμοῦ τοῦ ὀνόματος αὐτοῦ ἑστῶτας ἐπὶ τὴν θάλασσαν τὴν ὑαλίνην, ἔχοντας κιθάρας τοῦ θεοῦ.
καὶ
ᾁδουσιν τὴν ᾠδὴν Μωυσέως τοῦ δούλου τοῦ θεοῦκαὶ τὴν ᾠδὴν τοῦ ἀρνίου λέγοντες
Μεγάλακαὶ
θαυμαστὰ τὰ ἔργα σου, κύριε, ὁ θεός, ὁ παντοκράτωρ· δίκαιαι καὶ ἀληθιναὶ αἱ ὁδοίσου,
ὁ βασιλεὺς τῶν αἰώνων·
τίς οὐ μὴ φοβηθῇ,κύριε, καὶ
δοξάσει τὸ ὄνομά σου,ὅτι μόνος
ὅσιος;ὅτι
πάντα τὰ ἔθνη ἥξουσιν καὶ προσκυνήσουσιν ἐνώπιόν σου,ὅτι τὰ δικαιώματά σου ἐφανερώθησαν.
Καὶ μετὰ ταῦτα εἶδον, καὶ ἠνοίγη ὁ ναὸς
τῆς σκηνῆς τοῦ μαρτυρίουἐν τῷ οὐρανῷ,
καὶ ἐξῆλθαν οἱ ἑπτὰ ἄγγελοι [οἱ] ἔχοντες τὰς
ἑπτὰ πληγὰςἐκ τοῦ ναοῦ,
ἐνδεδυ-
μένοι λίθονκαθαρὸν λαμπρὸν καὶ περιεζωσμένοι περὶ τὰ στήθη ζώνας χρυσᾶς.
καὶ ἓν ἐκ τῶν τεσσάρων ζῴων ἔδωκεν τοῖς ἑπτὰ ἀγγέλοις ἑπτὰ φιάλας χρυσᾶς γεμούσας τοῦ θυμοῦ τοῦ θεοῦ τοῦ ζῶντος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
527
καὶ ἐγεμίσθη ὁ ναὸς καπνοῦἐκ
τῆς δόξηςτοῦ θεοῦ καὶ ἐκ τῆς δυνάμεως αὐτοῦ,
καὶ οὐδεὶς ἐδύνατο εἰσελθεῖν εἰςτὸν ναὸν ἄχρι τελεσθῶσιν αἱ
ἑπτὰ πληγαὶτῶν ἑπτὰ ἀγγέλων.