Book of Revelation

New Testament

The New Testament in the original Greek. The text revised by. Brooke Foss Westcott, D.D. Fenton John Anthony Hort, D.D. New York. Harper and Brothers, Franklin Square. 1885.

Καὶ ἄλλος ἄγγελος τρίτος ἠκολούθησεν αὐτοῖς λέγων ἐν φωνῇ μεγάλῃ Εἴ τις προσκυνεῖ τὸ θηρίον καὶ τὴν εἰκόνα αὐτοῦ, καὶ λαμβάνει χάραγμα ἐπὶ τοῦ μετώπου αὐτοῦ ἢ ἐπὶ τὴν χεῖρα αὐτοῦ,

καὶ αὐτὸς

πίεται ἐκ τοῦ οἴνου
τοῦ θυμοῦ τοῦ θεοῦ τοῦ
κεκερασμένου ἀκράτου
ἐν
τῷ ποτηρίῳ τῆς ὀργῆς αὐτοῦ,
καὶ βασανισθήσεται ἐν
πυρὶ καὶ θείῳ
ἐνώπιον ἀγγέλων ἁγίων καὶ ἐνώπιον τοῦ ἀρνίου.

καὶ ὁ καπνὸς
τοῦ βασανισμοῦ αὐτῶν
εἰς αἰῶνας
αἰώνων
ἀναβαίνει,
καὶ οὐκ ἔχουσιν ἀνάπαυσιν
ἡμέρας καὶ νυκτός,
οἱ προσκυνοῦντες τὸ θηρίον καὶ τὴν εἰκόνα αὐτοῦ, καὶ εἴ τις λαμβάνει τὸ χάραγμα τοῦ ὀνόματος αὐτοῦ.

Ὧδε ἡ ὑπομονὴ τῶν ἁγίων ἐστίν, οἱ τηροῦντες τὰς ἐντολὰς τοῦ θεοῦ καὶ τὴν πίστιν Ἰησοῦ.

Καὶ ἤκουσα φωνῆς ἐκ τοῦ οὐρανοῦ λεγούσης Γράψον Μακάριοι οἱ νεκροὶ οἱ ἐν κυρίῳ ἀποθνήσκοντες ἀπʼ ἄρτι. ναί, λέγει τὸ πνεῦμα, ἵνα ἀναπαήσονται ἐκ τῶν κόπων αὐτῶν, τὰ γὰρ ἔργα αὐτῶν ἀκολουθεῖ μετʼ αὐτῶν.

Καὶ

εἶδον, καὶ ἰδοὺ
νεφέλη λευκή, καὶ
ἐπὶ
τὴν
νεφέλην
καθήμενον
ὅμοιον υἱὸν ἀνθρώπου,
ἔχων ἐπὶ τῆς κεφαλῆς αὐτοῦ στέφανον χρυσοῦν καὶ ἐν τῇ χειρὶ αὐτοῦ δρέπανον ὀξύ.

Καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ ναοῦ, κράζων ἐν φωνῇ μεγάλῃ τῷ καθημένῳ ἐπὶ τῆς νεφέλης

Πέμψον τὸ δρέπανόν
σου καὶ θέρισον,
ὅτι ἦλθεν ἡ ὥρα θερίσαι,
ὅτι ἐξηράνθη ὁ θερισμὸς τῆς γῆς.

καὶ ἔβαλεν ὁ καθήμενος ἐπὶ τῆς νεφέλης τὸ δρέπανον αὐτοῦ ἐπὶ τὴν γῆν, καὶ ἐθερίσθη ἡ γῆ.

Καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ ναοῦ τοῦ ἐν τῷ οὐρανῷ,

526
ἔχων καὶ αὐτὸς δρέπανον ὀξύ.

Καὶ ἄλλος ἄγγελος [ἐξῆλθεν] ἐκ τοῦ θυσιαστηρίου, [ὁ] ἔχων ἐξουσίαν ἐπὶ τοῦ πυρός, καὶ ἐφώνησεν φωνῇ μεγάλῃ τῷ ἔχοντι τὸ δρέπανον τὸ ὀξὺ λέγων

Πέμψον
σου
τὸ δρέπανον
τὸ ὀξὺ καὶ τρύγησον τοὺς βότρυας τῆς ἀμπέλου τῆς γῆς, ὅτι ἤκμασαν αἱ σταφυλαὶ αὐτῆς.

καὶ ἔβαλεν ὁ ἄγγελος τὸ δρέπανον αὐτοῦ εἰς τὴν γῆν, καὶ ἐτρύγησεν τὴν ἄμπελον τῆς γῆς, καὶ ἔβαλεν εἰς τὴν ληνὸν τοῦ θυμοῦ τοῦ θεοῦ τὸν μέγαν.

καὶ

ἐπατήθη ἡ ληνὸς
ἔξωθεν τῆς πόλεως, καὶ ἐξῆλθεν αἷμα ἐκ τῆς ληνοῦ ἄχρι τῶν χαλινῶν τῶν ἵππων ἀπὸ σταδίων χιλίων ἑξακοσίων.

Καὶ εἶδον ἄλλο σημεῖον ἐν τῷ οὐρανῷ μέγα καὶ θαυμαστόν, ἀγγέλους ἑπτὰ ἔχοντας

πληγὰς ἑπτὰ
τὰς ἐσχάτας, ὅτι ἐν αὐταῖς ἐτελέσθη ὁ θυμὸς τοῦ θεοῦ.

Καὶ εἶδον ὡς θάλασσαν ὑαλίνην μεμιγμένην πυρί, καὶ τοὺς νικῶντας ἐκ τοῦ θηρίου καὶ ἐκ τῆς εἰκόνος αὐτοῦ καὶ ἐκ τοῦ ἀριθμοῦ τοῦ ὀνόματος αὐτοῦ ἑστῶτας ἐπὶ τὴν θάλασσαν τὴν ὑαλίνην, ἔχοντας κιθάρας τοῦ θεοῦ.

καὶ

ᾁδουσιν τὴν ᾠδὴν Μωυσέως τοῦ δούλου τοῦ θεοῦ
καὶ τὴν ᾠδὴν τοῦ ἀρνίου λέγοντες
Μεγάλα
καὶ
θαυμαστὰ τὰ ἔργα σου, κύριε, ὁ θεός, ὁ παντοκράτωρ· δίκαιαι καὶ ἀληθιναὶ αἱ ὁδοί
σου,
ὁ βασιλεὺς τῶν αἰώνων·

τίς οὐ μὴ φοβηθῇ,
κύριε, καὶ
δοξάσει τὸ ὄνομά σου,
ὅτι μόνος
ὅσιος;
ὅτι
πάντα τὰ ἔθνη ἥξουσιν καὶ προσκυνήσουσιν ἐνώπιόν σου,
ὅτι τὰ δικαιώματά σου ἐφανερώθησαν.

Καὶ μετὰ ταῦτα εἶδον, καὶ ἠνοίγη ὁ ναὸς

τῆς σκηνῆς τοῦ μαρτυρίου
ἐν τῷ οὐρανῷ,

καὶ ἐξῆλθαν οἱ ἑπτὰ ἄγγελοι [οἱ] ἔχοντες τὰς

ἑπτὰ πληγὰς
ἐκ τοῦ ναοῦ,
ἐνδεδυ-
μένοι λίθον
καθαρὸν λαμπρὸν καὶ περιεζωσμένοι περὶ τὰ στήθη ζώνας χρυσᾶς.

καὶ ἓν ἐκ τῶν τεσσάρων ζῴων ἔδωκεν τοῖς ἑπτὰ ἀγγέλοις ἑπτὰ φιάλας χρυσᾶς γεμούσας τοῦ θυμοῦ τοῦ θεοῦ τοῦ ζῶντος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

527

καὶ ἐγεμίσθη ὁ ναὸς καπνοῦ
ἐκ
τῆς δόξης
τοῦ θεοῦ καὶ ἐκ τῆς δυνάμεως αὐτοῦ,
καὶ οὐδεὶς ἐδύνατο εἰσελθεῖν εἰς
τὸν ναὸν ἄχρι τελεσθῶσιν αἱ
ἑπτὰ πληγαὶ
τῶν ἑπτὰ ἀγγέλων.