First Letter of Peter

New Testament

The New Testament in the original Greek. The text revised by. Brooke Foss Westcott, D.D. Fenton John Anthony Hort, D.D. New York. Harper and Brothers, Franklin Square. 1885.

  • ἐκκλινάτω
    δὲ
    ἀπὸ κακοῦ καὶ ποιησάτω ἀγαθόν,
  • ζητησάτω εἰρήνην καὶ διωξάτω αὐτήν.
  • ὅτι
    ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους
  • καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν,
  • πρόσωπον δὲ Κυρίου ἐπὶ ποιοῦντας κακά.
  • Καὶ τίς ὁ κακώσων ὑμᾶς ἐὰν τοῦ ἀγαθοῦ ζηλωταὶ γένησθε;

    ἀλλʼ εἰ καὶ πάσχοιτε διὰ δικαιοσύνην, μακάριοι.

    τὸν δὲ φόβον αὐτῶν μὴ φοβηθῆτε μηδὲ ταραχθῆτε,

    κύριον
    δὲ τὸν Χριστὸν
    ἁγιάσατε
    ἐν ταῖς καρδίαις ὑμῶν, ἕτοιμοι ἀεὶ πρὸς ἀπολογίαν παντὶ τῷ αἰτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν ἐλπίδος, ἀλλὰ μετὰ πραΰτητος καὶ φόβου, συνείδησιν ἔχοντες ἀγαθήν,