Epistle to the Hebrews

New Testament

The New Testament in the original Greek. The text revised by. Brooke Foss Westcott, D.D. Fenton John Anthony Hort, D.D. New York. Harper and Brothers, Franklin Square. 1885.

διὸ καὶ Ἰησοῦς, ἵνα ἁγιάσῃ διὰ τοῦ ἰδίου αἵματος τὸν λαόν, ἔξω τῆς πύλης ἔπαθεν.

τοίνυν ἐξερχώμεθα πρὸς αὐτὸν

ἔξω τῆς παρεμβολῆς,
τὸν ὀνειδισμὸν αὐτοῦ φέροντες,

οὐ γὰρ ἔχομεν ὧδε μένουσαν πόλιν, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν·

διʼ αὐτοῦ

ἀναφέρωμεν θυσίαν αἰνέσεως
διὰ παντὸς
τῷ θεῷ,
τοῦτʼ ἔστιν
καρπὸν χειλέων
ὁμολογούντων τῷ ὀνόματι αὐτοῦ.

τῆς δὲ εὐποιίας καὶ κοινωνίας μὴ ἐπιλανθάνεσθε, τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται ὁ θεός.

Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε, αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν ὡς λόγον ἀποδώσοντες, ἵνα μετὰ χαρᾶς τοῦτο ποιῶσιν καὶ μὴ στενάζοντες, ἀλυσιτελὲς γὰρ ὑμῖν τοῦτο.

Προσεύχεσθε περὶ ἡμῶν, πειθόμεθα γὰρ ὅτι καλὴν συνείδησιν ἔχομεν, ἐν πᾶσιν καλῶς θέλοντες ἀναστρέφεσθαι.

περισσοτέρως δὲ παρακαλῶ τοῦτο ποιῆσαι ἵνα τάχειον ἀποκατασταθῶ ὑμῖν.

Ὁ δὲ θεὸς τῆς εἰρήνης,

ὁ ἀναγαγὼν
ἐκ νεκρῶν
τὸν ποιμένά τῶν προβάτων
τὸν μέγαν
ἐν αἵματι διαθήκης αἰωνίου,
τὸν κύριον ἡμῶν Ἰησοῦν,

καταρτίσαι ὑμᾶς ἐν παντὶ ἀγαθῷ εἰς τὸ ποιῆσαι τὸ θέλημα αὐτοῦ, ποιῶν ἐν ἡμῖν τὸ εὐάρεστον ἐνώπιον αὐτοῦ διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

Παρακαλῶ δὲ

483
ὑμᾶς, ἀδελφοί, ἀνέχεσθε τοῦ λόγου τῆς παρακλήσεως, καὶ γὰρ διὰ βραχέων ἐπέστειλα ὑμῖν.

Γινώσκετε τὸν ἀδελφὸν ἡμῶν Τιμόθεον ἀπολελυμένον, μεθʼ οὗ ἐὰν τάχειον ἔρχηται ὄψομαι ὑμᾶς.

Ἀσπάσασθε πάντας τοὺς ἡγουμένους ὑμῶν καὶ πάντας τοὺς ἁγίους. Ἀσπάζονται ὑμᾶς οἱ ἀπὸ τῆς Ἰταλίας.

Ἡ χάρις μετὰ πάντων ὑμῶν.