Letter to the Romans

New Testament

The New Testament in the original Greek. The text revised by. Brooke Foss Westcott, D.D. Fenton John Anthony Hort, D.D. New York. Harper and Brothers, Franklin Square. 1885.

μαρτυρῶ γὰρ αὐτοῖς ὅτι ζῆλον θεοῦ ἔχουσιν· ἀλλʼ οὐ κατʼ ἐπίγνωσιν,

ἀγνοοῦντες γὰρ τὴν τοῦ θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ θεοῦ οὐχ ὑπετάγησαν·

τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι.

Μωυσῆς γὰρ γράφει ὅτι τὴν δικαιοσύνην τὴν ἐκ νόμου

ὁ ποιήσας ἄνθρωπος ζήσεται ἐν
αὐτῇ.
367

ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτως λέγει

Μὴ εἴπῃς
ἐν τῇ καρδίᾳ σου
Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν;
τοῦτʼ ἔστιν Χριστὸν καταγαγεῖν·

Τίς καταβήσεται εἰς τὴν ἄβυσσον;
τοῦτʼ ἔστιν Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν.

ἀλλὰ τί λέγει;

Ἐγγύς σου τὸ ῥῆμά ἐστιν, ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου·
τοῦτʼ ἔστιν τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν.

ὅτι ἐὰν ὁμολογήσῃς

τὸ ῥῆμα ἐν τῷ στόματί σου
ὅτι ΚΥΡΙΟΣ ΙΗΣΟΥΣ, καὶ πιστεύσῃς
ἐν τῇ καρδίᾳ σου
ὅτι ὁ θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ·

καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν·

λέγει γὰρ ἡ γραφή Πᾶς

ὁ πιστεύων ἐπʼ αὐτῷ οὐ καταισχυνθήσεται.

οὐ γάρ ἐστιν διαστολὴ Ἰουδαίου τε καὶ Ἕλληνος, ὁ γὰρ αὐτὸς κύριος πάντων, πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν·

Πᾶς
γὰρ
ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου σωθήσεται.

Πῶς οὖν ἐπικαλέσωνται εἰς ὃν οὐκ ἐπίστευσαν; πῶς δὲ πιστεύσωσιν οὗ οὐκ ἤκουσαν; πῶς δὲ ἀκούσωσιν χωρὶς κηρύσσοντος;

πῶς δὲ κηρύξωσιν ἐὰν μὴ ἀποσταλῶσιν; καθάπερ γέγραπται

Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων ἀγαθά.

Ἀλλʼ οὐ πάντες ὑπήκουσαν τῷ εὐαγγελίῳ· Ἠσαίας γὰρ λέγει

Κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν;

ἄρα ἡ πίστις ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ῥήματος Χριστοῦ.

ἀλλὰ λέγω, μὴ οὐκ ἤκουσαν; μενοῦνγε

  1. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν,
  2. καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα
  3. αὐτῶν.

ἀλλὰ λέγω, μὴ Ἰσραὴλ οὐκ ἔγνω; πρῶτος Μωυσῆς λέγει

  • Ἐγὼ παραζηλώσω
    ὑμᾶς
    ἐπʼ οὐκ ἔθνει,
  • ἐπʼ ἔθνει ἀσυνέτῳ παροργιῶ
    ὑμᾶς.
  • Ἠσαίας δὲ ἀποτολμᾷ καὶ λέγει

    1. Εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν,
    1. ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν.

    πρὸς δὲ τὸν Ἰσραὴλ λέγει

    Ὅλην τὴν ἡμέραν ἐξεπέτασα
    368
    τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα.