Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. οἱ δέ μιν ὀτρύνουσιν ἐπισπέρχουσί τε μύθοις
  2. θαρσαλέοις ἐπὶ μόχθον, ἅτʼ ἐν νύσσῃ βεβαῶτα
  3. ἄνδρα ποδωκείης δεδαημένον· ἀλλʼ ὅτε θυμῷ
  4. θαρσήσῃ, δίναις μὲν ἐνήλατο, τὸν δὲ καθέλκει
  5. ἱέμενον πολιοῦ μολίβου βεβριθότος ὁρμή.
  6. αὐτὰρ ὅ γʼ ἐς βυσσὸν προμολὼν ἐξέπτυσʼ ἀλοιφήν·
  7. ἡ δὲ μέγα στίλβει τε καὶ ὕδατι μίσγεται αὐγή,
  8. ὄρφνης ἠΰτε πυρσὸς ἀνὰ κνέφας ὄμμα φαείνων·
  9. πέτραις δʼ ἐμπελάσας σπόγγους ἴδεν· οἱ δὲ φύονται
  10. ἐν νεάτοις πλαταμῶσιν, ἀρηρότες ἐν σπιλάδεσσι·
  11. καί σφισι καὶ πνοιὴν φάτις ἔμμεναι, οἷα καὶ ἄλλοις,
  12. ὅσσα πολυρραθάγοισιν ἐνὶ σπιλάδεσσι φύονται.
  13. αἶψα δʼ ἐπαΐξας δρεπάνῃ τάμε χειρὶ παχείῃ
  14. ὥστε τις ἀμητὴρ σπόγγων δέμας, οὐδέ τι μέλλει
  15. δηθύνων, σχοῖνον δὲ θοῶς κίνησεν, ἑταίροις
  16. σημαίνων κραιπνῶς μιν ἀνελκέμεν· αἷμα γὰρ ἐχθρὸν
  17. αὐτίκʼ ἀπὸ σπόγγων ῥαθαμίζεται, ἀμφὶ δʼ ἄρʼ ἀνδρὶ
  18. εἱλεῖται, πνοιῇ δὲ δυσαέϊ πολλάκι φῶτα
  19. ἔσβεσε μυκτήρεσσιν ἐνισχόμενος βαρὺς ἰχώρ.
  20. τοὔνεκα λαιψηρῶς ἀναδύεται ὥστε νόημα