Halieutica
Oppian
Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- ναυμάχον εἰρεσίης[*](v. l. εἰρεσίῃς.) παιήονα· τοὶ δʼ ἀέκοντες
- ἀχνύμενοι δηΐοισιν ἀναγκαίῃ ξυνέπονται,
- ὣς οἵ γʼ αἰνοπέλωρον ἀναψάμενοι δάκος ἅλμης
- γηθόσυνοι κατάγουσιν ἐπʼ ᾐόνας· ἀλλʼ ὅτε χέρσῳ
- ἐμπελάσῃ, τότε δή μιν ἐτήτυμος ὦρσεν ὄλεθρος
- λοίσθιος ἀσπαίρει τε διαξαίνει τε θάλασσαν
- σμερδαλέαις πτερύγεσσιν, ἅτʼ εὐτύκτῳ περὶ βωμῷ
- ὄρνις ἑλισσομένη θανάτου στροφάλιγγι κελαινῇ,
- δύσμορος· ἦ μάλα πολλὰ λιλαίεται οἴδμαθʼ ἱκέσθαι,
- ἀλλά οἱ ἠνορέης λέλυται σθένος, οὐδέ τι γυῖα
- πείθεται, ἐς χέρσον δὲ καθέλκεται αἰνὸν ἀΐσθων,
- φορτὶς ὅπως εὐρεῖα πολύζυγος, ἥν τε θαλάσσης
- ἀνέρες ἐξερύουσιν ἐπὶ τραφερὴν ἀνάγοντες
- χείματος ἱσταμένοιο μεταπνεῦσαι καμάτοιο
- ποντοπόρου· βριθὺς δὲ πόνος ναύτῃσι μέμηλεν·
- ὣς οἵ γʼ ὀβριμόγυιον ἐπὶ χθόνα κῆτος ἄγουσι·
- πλῆσεν δʼ ᾐόνα πᾶσαν ὑπʼ ἀπλάτοις μελέεσσι
- κεκλιμένοις, τέταται δὲ νέκυς ῥίγιστος ἰδέσθαι.
- τοῦ μέν τις φθιμένοιο καὶ ἐν χθονὶ πεπταμένοιο
- εἰσέτι δειμαίνει πελάσαι δυσδερκέϊ νεκρῷ