Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. εὖτʼ ἂν ὑπὸ πρῶτον νυκτὸς κνέφας ἀσπαλιῆες
  2. πυρσὸν ἀναψάμενοι, γλαφυρὸν σκάφος ἰθύνοντες,
  3. ἰχθύσιν ἀτρεμέουσιν ἀείδελον αἶσαν ἄγωσιν.
  4. ἔνθʼ οἱ μέν πεύκης λιπαρῇ φλογὶ καγχαλόωντες
  5. ἀμφʼ ἀκάτῳ θύνουσι, κακὸν δʼ ἴδον ἑσπέριον πῦρ,
  6. ῥιπῆς τριγλώχινος ἀμειλίκτοιο τυχόντες.
  7. ἔστι δέ τις θήρης ἕτερος νόμος ἰχθυβόλοισι
  8. φαρμάκταις, οἳ λυγρὸν ἐπʼ ἰχθύσι μητίσαντο
  9. φάρμακον, ὠκύμορον δὲ τέλος νεπόδεσσιν ἔθηκαν.
  10. οἱ δʼ ἤτοι πρῶτον μὲν ἐπασσυτέραις βολίδεσσι
  11. κοντῶν τε ῥιπῇσι καὶ αἰκίῃσιν ἐρετμῶν
  12. εἱλεῦσιν νεπόδων δειλὰς στίχας εἰς ἕνα χῶρον
  13. κοιλοφυῆ, κευθμῶσιν ὑπαγνύμενον θαμέεσσιν·
  14. ἔνθʼ οἱ μὲν δύνουσιν ὑπὸ γλαφυρῇς σπιλάδεσσι,
  15. τοὶ δὲ περιστήσαντο λίνων εὐερκέα πάντῃ
  16. δίκτυα κυκλώσαντες, ἅτʼ ἀνδράσι δυσμενέεσσι
  17. διπλὰ περιπροβαλόντες ἀνάρσια τείχεα πέτρης.
  18. καὶ τότʼ ἀνὴρ ἄργιλον ὁμοῦ πίειραν ἀείρας
  19. ῥίζαν θʼ, ἣν κυκλάμινον ἐφήμισαν ἰητῆρες,
  20. μίξας ἐν παλάμῃσι δύω φυρήσατο μάζας·