Halieutica
Oppian
Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- φραξάμενοι πυκινῇσι περίδρομον ἕρκος ἀλωῆς
- ἀγρονόμοι, σίντῃσι μέγαν πόνον· οὐδέ κεν ἄν τις
- ἐσβαίη· σκῶλοι γὰρ ἐρητύουσι κέλευθα·
- ὣς κείνοις οὐκ ἄν τις ἐνιχρίμψειεν ἑτοίμως,
- οὐδʼ ἐπὶ χεῖρα βάλοι· περὶ γὰρ φρίσσουσι κελαιναὶ
- πρόκροσσαι πυκινῇσιν ὑπὸ σταλίκεσσιν ἄκανθαι.
- ἀλλά τις ἰδμοσύνῃσιν ἀνὴρ ὑπὸ κεύθεα πόντου
- ἐσσυμένως δύοιτο, περιφράζοιτο δὲ πάντῃ
- σαργούς, ἔνθα κάρη τε καὶ οὐραίη κλίσις αὐτῶν·
- χεῖρα δʼ ὑπὲρ κεφαλῇσι βαλὼν καθύπερθεν ἀκάνθας
- ἦκα καταρρέξειεν ἐπικλίνοι τε πιέζων·
- οἱ δʼ αὔτως μίμνουσιν ἀρηρότες ἀλλήλοισιν
- ἀστεμφεῖς, προβολῇσι πεποιθότες ὀξείῃσιν·
- ἔνθα δύω παλάμῃσιν ἀνὴρ ἑκάτερθεν ἀείρας
- αὖτις ἀναπλώει τελέσας πανεπίκλοπον ἔργον.
- πετραίην δὲ σκίαιναν ἐπὴν φόβος ἦτορ ἵκηται,
- ἐσσυμένως σπιλάδεσσιν ἐπέσσυτο καί τινα κοίλην
- χειὴν εἰσεπέρησε περίδρομον ἠὲ χαράδρην,
- ἢ ποίαις ἁλίῃσιν ὑπέδραμεν, ἠὲ καὶ ὑγροῖς
- φύκεσιν· οὐ γάρ οἵ τι μέλει σκέπας, οἷον ἅπασαν