Halieutica
Oppian
Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- ἐς βυθὸν ἀΐσσουσι καὶ ἄπρηκτον λίπον ἄγρην.
- εἰ δʼ οὔ σφι μακάρων τις ἁλιπλάγκτων νεμεσήσει,
- πολλάκι καὶ τραφερῆς ὑπὲρ ᾐόνος ἑλκυσθεῖσαι
- ἔξαλοι οὐκ ἐθέλουσι λιπεῖν λίνον, ἀλλʼ ἐνέχονται,
- αὐτὴν μήρινθον πολυδινέα πεφρικυῖαι.
- ὧδε καὶ ἐν ξυλόχοισιν ὀρέστεροι ἀγρευτῆρες
- εἷλον ἀναλκείην ἐλάφων εὐαγρέϊ τέχνῃ,
- μηρίνθῳ στέψαντες ἅπαν δρίος· ἀμφὶ δὲ κούφων
- ὀρνίθων δήσαντο θοὰ πτερά· ταὶ δʼ ἐσορῶσαι
- ἠλέματα πτώσσουσι κενὸν φόβον, οὐδὲ πελάσσαι
- μαψιδίως πτερύγεσσιν ἀτυζόμεναι μεμάασιν,
- εἰσόκε θηρητῆρες ἐπαΐξαντες ἕλωσι.
- καὶ μέν τις δύπτης ἁλίων εὐμήχανος ἔργων
- νόσφι δόλου παλάμῃσιν ἐπαΐξας ἕλεν αὐταῖς
- ἰχθῦς, ἠΰτε χέρσον ἀμειβόμενος πόρον ἅλμης,
- σαργόν τε τρέσσαντα φόβῳ δειλήν τε σκίαιναν.
- σαργοὶ μὲν δείσαντες ἀολλέες ἐς μυχὸν ἅλμης
- εἰλόμενοι πτήσσουσιν, ἐπʼ ἀλλήλαις δὲ κέχυνται,
- δόχμιαι ἀμφιπεσόντες, ἀναφρίσσουσι δʼ ἀκάνθαις
- νῶτα μετακλίνοντες, ἅτε σκολόπεσσιν ἁπάντῃ