Halieutica
Oppian
Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- εἴδωλον πολέμοιο, φίλον γε μὲν ἀσπαλιεῦσιν.
- ἄλλοι δʼ αὖ κούφοισι λίνοις ἕλον ἔθνε’ ἀφαυρῶν
- πηλαμύδων· αἰεὶ γὰρ ἀνὰ κνέφας, ὅττι κεν ἅλμῃ
- ἐμπίπτῃ, τρομέουσι, φόβον δʼ ὀρφναῖον ἔχουσιν·
- ὄρφνῃ δʼ ἀγρώσσονται, ἀτυζόμεναι κατὰ βένθος.
- δίκτυα γὰρ μάλα κοῦφα λίνων στήσαντες ἐλαφρῶν
- κυκλόσε δινεύουσι, βίῃ θείνοντες ἐρετμοῖς
- νῶτον ἁλός, κοντοῖς τε καταΐγδην κτυπέουσιν·
- αἱ δʼ ὑπό μαρμαρυγῆς ταχυήρεος ἠδʼ ὁμάδοιο
- φυζαλέαι θρώσκουσι, λίνου δʼ εἰς κόλπον ἵενται
- ἀτρέμας ἑστηῶτος, ὀιόμεναι σκέπας εἶναι,
- νήπιαι, αἳ δούποιο φόβῳ μόρον εἰσεπέρησαν.
- ἔνθʼ οἱ μὲν σχοίνοισιν ἐπισπέρχουσʼ ἑκάτερθε,
- δίκτυον ἐξερύοντες ἐπʼ ᾐόνας· αἱ δʼ ὁρόωσαι
- σχοίνους κινυμένας, ἀνεμώλια δείματʼ ἔχουσαι,
- εἰλόμεναι πτήσσουσι καὶ ἀθρόαι ἐσπείρηνται.
- πολλά κεν ἀγραίοισι τότʼ ἀρήσαιτο θεοῖσι
- δικτυβόλος, μήτʼ οὖν τι θορεῖν ἔκτοσθε λίνοιο,
- μήτε τι κινύμενον δεῖξαι πόρον· ἢν γὰρ ἴδωνται
- πηλαμύδες, τάχα πᾶσαι ὑπὲρ κούφοιο λίνοιο