Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ὥστε πόλις προβέβηκεν ἐν οἴδμασιν· ἐν δὲ πυλωροὶ
  2. δικτύῳ, ἐν δὲ πύλαι, μύχατοί τʼ αὐλῶνες ἔασιν.
  3. οἱ δὲ θοῶς σεύονται ἐπὶ στίχας, ὥστε φάλαγγες
  4. ἀνδρῶν ἐρχομένων καταφυλαδόν· οἱ μὲν ἔασιν
  5. ὁπλότεροι, τοὶ δʼ εἰσὶ γεραίτεροι, οἱ δʼ ἐνὶ μέσσῃ
  6. ὥρῃ· ἀπειρέσιοι δὲ λίνων ἔντοσθε ῥέουσιν,
  7. εἰσόκεν ἱμείρωσι καὶ ἀγρομένους ἀνέληται
  8. δίκτυον· ἀφνειὴ δὲ καὶ ἔξοχος ἵσταται ἄγρη.