Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. σηπίη· ἐκ γάρ οἱ κεφαλῆς πεφύασιν ἀραιοὶ
  2. ἀκρέμονες προτενεῖς, ὥστε πλόκοι, οἷσι καὶ αὐτὴ
  3. ὥστε περ ὁρμιῇσιν ἐφέλκεται ἰχθύας ἄγρῃ,
  4. πρηνὴς ἐν ψαμάθοισιν ὑπʼ ὀστράκῳ εἰλυθεῖσα.
  5. κείναις δὲ πλοκαμῖσι καὶ ἡνίκα κύματα θύει
  6. χείματι πετράων ἀντίσχεται, ἠΰτε τις νηῦς
  7. πείσματʼ ἐπʼ ἀκταίῃσιν ἀναψαμένη σπιλάδεσσι.
  8. Καρῖδες δʼ ὀλίγαι μὲν ἰδεῖν, ἴση δὲ καὶ ἀλκὴ
  9. γυίοις, ἀλλὰ δόλοισι καὶ ἄλκιμον ὤλεσαν ἰχθύν,
  10. λάβρακα, σφετέρῃσιν ἐπικλέα λαβροσύνῃσιν.
  11. οἱ μὲν γὰρ σπεύδουσι καὶ ἰθύουσι λαβέσθαι
  12. καρίδων, ταῖς δʼ οὔτε φυγεῖν σθένος οὔτε μάχεσθαι,
  13. ὀλλύμεναι δʼ ὀλέκουσι καὶ οὓς πέφνουσι φονῆας.
  14. εὖτε γὰρ ἀμφιχανόντες ἔσω μάρψωσιν ὀδόντων,
  15. αἵδε θαμᾶ θρώσκουσι καὶ ἐς μεσάτην ὑπερῴην
  16. ὀξὺ κέρας χρίμπτουσι, τό τε σφίσι τέλλεται ἄκρης
  17. ἐκ κεφαλῆς· λάβραξ δὲ φίλης κεκορημένος ἄγρης
  18. νύγματος οὐκ ἀλέγει· τὸ δέ μιν νέμεταί τε καὶ ἕρπει,
  19. εἰσόκε τρυχόμενόν μιν ἕλῃ μόρος ἐξ ὀδυνάων·
  20. ὀψὲ δὲ γινώσκει νέκυος δεδαϊγμένος αἰχμῇ.