Halieutica
Oppian
Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- χάσσατο, ταρβήσας μητρὸς χόλον ὑλακόεντα,
- οἷον ὑπὲρ τεκέων προφυλάσσεται, οὐδέ τινʼ αἰδῶ
- γιγνώσκει, πᾶσιν δὲ πέλει κρυόεσσα πελάσσαι.
- οἷον δʼ ἑλκομένας περὶ πόρτιας ἀσχαλόωσαι
- μητέρες οὐκ ἀπάτερθε γυναικείων στενάχουσι
- κωκυτῶν, αὐτοὺς δὲ συναλγύνουσι νομῆας.
- καὶ μέν τις φήνης ἀδινὸν γόον ἔκλυεν ἀνὴρ
- ὄρθριον ἀμφὶ τέκεσσʼ, ἢ ἀηδόνος αἰολοφώνου,
- ἠὲ καὶ εἰαρινῇσι χελιδόσιν ἐγγὺς ἔκυρσε
- μυρομέναις ἑά τέκνα, τά τε σφίσι ληΐσσαντο
- ἐξ εὐνῆς ἢ φῶτες ἀπηνέες ἠὲ δράκοντες.
- ἰχθύσι δʼ αὖ δελφὶς μὲν ἀριστεύει φιλότητι
- παίδων, ὣς δὲ καὶ ἄλλοι ἑὸν γένος ἀμφιέπουσι.
- θαῦμα δʼ ἁλιπλάγκτοιο κυνὸς τόδε· τῇ γὰρ ἕπονται
- τέκνα νεοβλαστῆ καί σφιν σάκος ἔπλετο μήτηρ·
- ἀλλʼ ὅτε ταρβήσωσι τά τʼ ἄσπετα δείματʼ ἔασιν
- ἐν πόντῳ, τότε παῖδας ἔσω λαγόνεσσιν ἔδεκτο
- αὐτὴν εἰσίθμην, αὐτὴν ὁδόν, ἔνθεν ὄλισθον
- γεινόμενοι· τοῖον δὲ πόνον μογέουσά περ ἔμπης
- ἀσπασίως τέτληκε, πάλιν δʼ ὑπεχεύατο παῖδας