Halieutica
Oppian
Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- φρακτά, τὰ δʼ ὠοφόροισιν ὁμῶς ὠδῖσι μέλονται·
- ἐκ δὲ κυνὸς λάβροιο καὶ αἰετοῦ ὅσσα τε φῦλα
- κλῄζονται σελάχεια καὶ ἰχθυνόμων βασιλήων
- δελφίνων φώκης τε βοώπιδος αὐτίκα παῖδες
- ἐκ γενετῆς ἀνέχουσιν ἐοικότες οἷσι τοκεῦσιν.
- οἱ δʼ ἦ τοι πάντες μέν, ὅσοι ναίουσι θάλασσαν
- ζωοτόκοι, φιλέουσι καὶ ἀμφιέπουσι γενέθλην,
- δελφίνων δʼ οὔπω τι θεώτερον ἄλλο τέτυκται·
- ὡς ἐτεὸν καὶ φῶτες ἔσαν πάρος ἠδὲ πόληας
- ναῖον ὁμοῦ μερόπεσσι, Διωνύσοιο δὲ βουλῇ
- πόντον ὑπημείψαντο καὶ ἰχθύας ἀμφεβάλοντο
- γυίοις· ἀλλʼ ἄρα θυμὸς ἐναίσιμος εἰσέτι φωτῶν
- ῥύεται ἀνδρομέην ἠμὲν φρόνιν ἠδὲ καὶ ἔργα.
- εὖτε γὰρ ὠδίνων δίδυμον γένος ἐς φάος ἔλθῃ,
- αὐτίχʼ ὁμοῦ τʼ ἐγένοντο περὶ σφετέρην τε τεκοῦσαν
- νηχόμενοι σκαίρουσι καὶ ἐνδύνουσιν ὀδόντων
- εἴσω καὶ μητρῷον ὑπὸ στόμα δηθύνουσιν·
- ἡ δὲ φιλοφροσύνῃσιν ἀνίσχεται ἀμφί τε παισὶ
- στρωφᾶται γανόωσα καὶ ἔξοχα καγχαλόωσα.
- μαζὸν δʼ ἀμφοτέροισι παρίσχεται, οἶον ἑκάστῳ,