Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. δεινὰ γὰρ κατηγόρηκεν.
  2. ἀλλʼ ὅπως ὦ γεννάδα
  3. μὴ πρὸς ὀργὴν ἀντιλέξεις,
  4. ἀλλὰ συστείλας ἄκροισι
  5. χρώμενος τοῖς ἱστίοις,
  6. εἶτα μᾶλλον μᾶλλον ἄξεις
  7. καὶ φυλάξεις,
  8. ἡνίκʼ ἂν τὸ πνεῦμα λεῖον
  9. καὶ καθεστηκὸς λάβῃς.
Διόνυσος
  1. ἀλλʼ ὦ πρῶτος τῶν Ἑλλήνων πυργώσας ῥήματα σεμνὰ
  2. καὶ κοσμήσας τραγικὸν λῆρον, θαρρῶν τὸν κρουνὸν ἀφίει.
Αἰσχύλος
  1. θυμοῦμαι μὲν τῇ ξυντυχίᾳ, καὶ μου τὰ σπλάγχνʼ ἀγανακτεῖ,
  2. εἰ πρὸς τοῦτον δεῖ μʼ ἀντιλέγειν· ἵνα μὴ φάσκῃ δʼ ἀπορεῖν με,
  3. ἀπόκριναί μοι, τίνος οὕνεκα χρὴ θαυμάζειν ἄνδρα ποιητήν;
Εὐριπίδης
  1. δεξιότητος καὶ νουθεσίας, ὅτι βελτίους τε ποιοῦμεν
  2. τοὺς ἀνθρώπους ἐν ταῖς πόλεσιν.
Αἰσχύλος
  1. τοῦτʼ οὖν εἰ μὴ πεποίηκας,
  2. ἀλλʼ ἐκ χρηστῶν καὶ γενναίων μοχθηροτάτους ἀπέδειξας,
  3. τί παθεῖν φήσεις ἄξιος εἶναι;
Διόνυσος
  1. τεθνάναι· μὴ τοῦτον ἐρώτα.
Αἰσχύλος
  1. σκέψαι τοίνυν οἵους αὐτοὺς παρʼ ἐμοῦ παρεδέξατο πρῶτον,
  2. εἰ γενναίους καὶ τετραπήχεις, καὶ μὴ διαδρασιπολίτας,