Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. σὺ δʼ εὐθὺς ὥσπερ πρῖνος ἐμπρησθεὶς βοᾷς.
Εὐριπίδης
  1. ἕτοιμός εἰμʼ ἔγωγε, κοὐκ ἀναδύομαι,
  2. δάκνειν δάκνεσθαι πρότερος, εἰ τούτῳ δοκεῖ,
  3. τἄπη, τὰ μέλη, τὰ νεῦρα τῆς τραγῳδίας,
  4. καὶ νὴ Δία τὸν Πηλέα γε καὶ τὸν Αἴολον
  5. καὶ τὸν Μελέαγρον κἄτι μάλα τὸν Τήλεφον.
Διόνυσος
  1. τί δαὶ σὺ βουλεύει ποιεῖν; λέγʼ Αἰσχύλε.
Αἰσχύλος
  1. ἐβουλόμην μὲν οὐκ ἐρίζειν ἐνθάδε·
  2. οὐκ ἐξ ἴσου γάρ ἐστιν ἁγὼν νῷν.
Διόνυσος
  1. τί δαί;
Αἰσχύλος
  1. ὅτι ἡ ποίησις οὐχὶ συντέθνηκέ μοι,
  2. τούτῳ δὲ συντέθνηκεν, ὥσθʼ ἕξει λέγειν.
  3. ὅμως δʼ ἐπειδή σοι δοκεῖ, δρᾶν ταῦτα χρή.
Διόνυσος
  1. ἴθι νυν λιβανωτὸν δεῦρό τις καὶ πῦρ δότω.
  2. ὅπως ἂν εὔξωμαι πρὸ τῶν σοφισμάτων
  3. ἀγῶνα κρῖναι τόνδε μουσικώτατα·
  4. ὑμεῖς δὲ ταῖς Μούσαις τι μέλος ὑπᾴσατε.
Χορός
  1. ὦ Διὸς ἐννέα παρθένοι ἁγναὶ
  2. Μοῦσαι, λεπτολόγους ξυνετὰς φρένας αἳ καθορᾶτε
  3. ἀνδρῶν γνωμοτύπων, ὅταν εἰς ἔριν ὀξυμερίμνοις
  4. ἔλθωσι στρεβλοῖσι παλαίσμασιν ἀντιλογοῦντες,