Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. καὶ κανόνας ἐξοίσουσι καὶ πήχεις ἐπῶν
  2. καὶ πλαίσια ξύμπτυκτα—
Ξανθίας
  1. πλινθεύσουσι γάρ;
Ἄιακος
  1. καὶ διαμέτρους καὶ σφῆνας. ὁ γὰρ Εὐριπίδης
  2. κατʼ ἔπος βασανιεῖν φησι τὰς τραγῳδίας.
Ξανθίας
  1. ἦ που βαρέως οἶμαι τὸν Αἰσχύλον φέρειν.
Ἄιακος
  1. ἔβλεψε γοῦν ταυρηδὸν ἐγκύψας κάτω.
Ξανθίας
  1. κρινεῖ δὲ δὴ τίς ταῦτα;
Ἄιακος
  1. τοῦτʼ ἦν δύσκολον·
  2. σοφῶν γὰρ ἀνδρῶν ἀπορίαν ηὑρισκέτην.
  3. οὔτε γὰρ Ἀθηναίοισι συνέβαινʼ Αἰσχύλος—
Ξανθίας
  1. πολλοὺς ἴσως ἐνόμιζε τοὺς τοιχωρύχους.
Ἄιακος
  1. λῆρόν τε τἄλλʼ ἡγεῖτο τοῦ γνῶναι πέρι
  2. φύσεις ποιητῶν· εἶτα τῷ σῷ δεσπότῃ
  3. ἐπέτρεψαν, ὁτιὴ τῆς τέχνης ἔμπειρος ἦν.
  4. ἀλλʼ εἰσίωμεν· ὡς ὅταν γʼ οἱ δεσπόται
  5. ἐσπουδάκωσι, κλαύμαθʼ ἡμῖν γίγνεται.
Χορός
  1. ἦ που δεινὸν ἐριβρεμέτας χόλον ἔνδοθεν ἕξει,
  2. ἡνίκʼ ἂν ὀξύλαλον παρίδῃ θήγοντος ὀδόντα
  3. ἀντιτέχνου· τότε δὴ μανίας ὑπὸ δεινῆς
  4. ὄμματα στροβήσεται.
Χορός
  1. ἔσται δʼ ἱππολόφων τε λόγων κορυθαίολα νείκη