Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. μὰ Δίʼ ἀλλʼ ὁ δῆμος ἀνεβόα κρίσιν ποιεῖν
  2. ὁπότερος εἴη τὴν τέχνην σοφώτερος.
Ξανθίας
  1. ὁ τῶν πανούργων;
Ἄιακος
  1. νὴ Δίʼ οὐράνιόν γʼ ὅσον.
Ξανθίας
  1. μετʼ Αἰσχύλου δʼ οὐκ ἦσαν ἕτεροι σύμμαχοι;
Ἄιακος
  1. ὀλίγον τὸ χρηστόν ἐστιν, ὥσπερ ἐνθάδε.
Ξανθίας
  1. τί δῆθʼ ὁ Πλούτων δρᾶν παρασκευάζεται;
Ἄιακος
  1. ἀγῶνα ποιεῖν αὐτίκα μάλα καὶ κρίσιν
  2. κἄλεγχον αὐτῶν τῆς τέχνης.
Ξανθίας
  1. κἄπειτα πῶς
  2. οὐ καὶ Σοφοκλέης ἀντελάβετο τοῦ θρόνου;
Ἄιακος
  1. μὰ Δίʼ οὐκ ἐκεῖνος, ἀλλʼ ἔκυσε μὲν Αἰσχύλον,
  2. ὅτε δὴ κατῆλθε, κἀνέβαλε τὴν δεξιάν,
  3. κἀκεῖνος ὑπεχώρησεν αὐτῷ τοῦ θρόνου·
  4. νυνὶ δʼ ἔμελλεν, ὡς ἔφη Κλειδημίδης,
  5. ἔφεδρος καθεδεῖσθαι· κἂν μὲν Αἰσχύλος κρατῇ,
  6. ἕξειν κατὰ χώραν· εἰ δὲ μή, περὶ τῆς τέχνης
  7. διαγωνιεῖσθʼ ἔφασκε πρός γʼ Εὐριπίδην.
Ξανθίας
  1. τὸ χρῆμʼ ἄρʼ ἔσται;
Ἄιακος
  1. νὴ Δίʼ ὀλίγον ὕστερον.
  2. κἀνταῦθα δὴ τὰ δεινὰ κινηθήσεται.
  3. καὶ γὰρ ταλάντῳ μουσικὴ σταθμήσεται—
Ξανθίας
  1. τί δέ; μειαγωγήσουσι τὴν τραγῳδίαν;