Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ἆ.
Ἄιακος
  1. πρᾶγμα πρᾶγμα μέγα κεκίνηται μέγα
  2. ἐν τοῖς νεκροῖσι καὶ στάσις πολλὴ πάνυ.
Ξανθίας
  1. ἐκ τοῦ;
Ἄιακος
  1. νόμος τις ἐνθάδʼ ἐστὶ κείμενος
  2. ἀπὸ τῶν τεχνῶν ὅσαι μεγάλαι καὶ δεξιαί,
  3. τὸν ἄριστον ὄντα τῶν ἑαυτοῦ συντέχνων
  4. σίτησιν αὐτὸν ἐν πρυτανείῳ λαμβάνειν
  5. θρόνον τε τοῦ Πλούτωνος ἑξῆς—
Ξανθίας
  1. μανθάνω.
Ἄιακος
  1. ἕως ἀφίκοιτο τὴν τέχνην σοφώτερος
  2. ἕτερός τις αὐτοῦ· τότε δὲ παραχωρεῖν ἔδει.
Ξανθίας
  1. τί δῆτα τουτὶ τεθορύβηκεν Αἰσχύλον;
Ἄιακος
  1. ἐκεῖνος εἶχε τὸν τραγῳδικὸν θρόνον,
  2. ὡς ὢν κράτιστος τὴν τέχνην.
Ξανθίας
  1. νυνὶ δὲ τίς;
Ἄιακος
  1. ὅτε δὴ κατῆλθʼ Εὐριπίδης, ἐπεδείκνυτο
  2. τοῖς λωποδύταις καὶ τοῖσι βαλλαντιοτόμοις
  3. καὶ τοῖσι πατραλοίαισι καὶ τοιχωρύχοις,
  4. ὅπερ ἔστʼ ἐν Ἅιδου πλῆθος, οἱ δʼ ἀκροώμενοι
  5. τῶν ἀντιλογιῶν καὶ λυγισμῶν καὶ στροφῶν
  6. ὑπερεμάνησαν κἀνόμισαν σοφώτατον·
  7. κἄπειτʼ ἐπαρθεὶς ἀντελάβετο τοῦ θρόνου,
  8. ἵνʼ Αἰσχύλος καθῆστο.