Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. σχέτλια μὲν οὖν καὶ δεινά.
Ξανθίας
  1. καὶ μὴν νὴ Δία
  2. εἰ πώποτʼ ἦλθον δεῦρʼ, ἐθέλω τεθνηκέναι,
  3. ἢ ʼκλεψα τῶν σῶν ἄξιόν τι καὶ τριχός.
  4. καί σοι ποιήσω πρᾶγμα γενναῖον πάνυ·
  5. βασάνιζε γὰρ τὸν παῖδα τουτονὶ λαβών,
  6. κἄν ποτέ μʼ ἕλῃς ἀδικοῦντʼ, ἀπόκτεινόν μʼ ἄγων.
Ἄιακος
  1. καὶ πῶς βασανίσω;
Ξανθίας
  1. πάντα τρόπον, ἐν κλίμακι
  2. δήσας κρεμάσας ὑστριχίδι μαστιγῶν, δέρων,
  3. στρεβλῶν, ἔτι δʼ ἐς τὰς ῥῖνας ὄξος ἐγχέων,
  4. πλίνθους ἐπιτιθείς, πάντα τἄλλα, πλὴν πράσῳ
  5. μὴ τύπτε τοῦτον μηδὲ γητείῳ νέῳ.
Ἄιακος
  1. δίκαιος ὁ λόγος· κἄν τι πηρώσω γέ σου
  2. τὸν παῖδα τύπτων, τἀργύριόν σοι κείσεται.
Ξανθίας
  1. μὴ δῆτʼ ἔμοιγʼ. οὕτω δὲ βασάνιζʼ ἀπαγαγών.
Ἄιακος
  1. αὐτοῦ μὲν οὖν, ἵνα σοὶ κατʼ ὀφθαλμοὺς λέγῃ.
  2. κατάθου σὺ τὰ σκεύη ταχέως, χὤπως ἐρεῖς
  3. ἐνταῦθα μηδὲν ψεῦδος.
Διόνυσος
  1. ἀγορεύω τινὶ
  2. ἐμὲ μὴ βασανίζειν ἀθάνατον ὄντʼ· εἰ δὲ μή,
  3. αὐτὸς σεαυτὸν αἰτιῶ.
Ἄιακος
  1. λέγεις δὲ τί;
Διόνυσος
  1. ἀθάνατος εἶναί φημι Διόνυσος Διός,