Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. καὶ μιαρὲ καὶ παμμίαρε καὶ μιαρώτατε,
  2. ὃς τὸν κύνʼ ἡμῶν ἐξελάσας τὸν Κέρβερον
  3. ἀπῇξας ἄγχων κἀποδρὰς ᾤχου λαβών,
  4. ὃν ἐγὼ ʼφύλαττον. ἀλλὰ νῦν ἔχει μέσος·
  5. τοία Στυγός σε μελανοκάρδιος πέτρα
  6. Ἀχερόντιός τε σκόπελος αἱματοσταγὴς
  7. φρουροῦσι, Κωκυτοῦ τε περίδρομοι κύνες,
  8. ἔχιδνά θʼ ἑκατογκέφαλος, ἣ τὰ σπλάγχνα σου
  9. διασπαράξει, πλευμόνων τʼ ἀνθάψεται
  10. Ταρτησία μύραινα· τὼ νεφρὼ δέ σου
  11. αὐτοῖσιν ἐντέροισιν ᾑματωμένω
  12. διασπάσονται Γοργόνες Τειθράσιαι,
  13. ἐφʼ ἃς ἐγὼ δρομαῖον ὁρμήσω πόδα.
Ξανθίας
  1. οὗτος τί δέδρακας;
Διόνυσος
  1. ἐγκέχοδα· κάλει θεόν.
Ξανθίας
  1. ὦ καταγέλαστʼ οὔκουν ἀναστήσει ταχὺ
  2. πρίν τινά σʼ ἰδεῖν ἀλλότριον;
Διόνυσος
  1. ἀλλʼ ὡρακιῶ.
  2. ἀλλʼ οἶσε πρὸς τὴν καρδίαν μου σφογγιάν.
Ξανθίας
  1. ἰδοὺ λαβέ, προσθοῦ.
Διόνυσος
  1. ποῦ ʼστιν;
Ξανθίας
  1. ὦ χρυσοῖ θεοὶ
  2. ἐνταῦθʼ ἔχεις τὴν καρδίαν;
Διόνυσος
  1. δείσασα γὰρ
  2. ἐς τὴν κάτω μου κοιλίαν καθείρπυσεν.