Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ἐγὼ δὲ σὺν ταῖσιν κόραις εἶμι καὶ γυναιξίν,
  2. οὗ παννυχίζουσιν θεᾷ, φέγγος ἱερὸν οἴσων.
Χορός
  1. χωρῶμεν ἐς πολυρρόδους
  2. λειμῶνας ἀνθεμώδεις,
  3. τὸν ἡμέτερον τρόπον
  4. τὸν καλλιχορώτατον
  5. παίζοντες, ὃν ὄλβιαι
  6. Μοῖραι ξυνάγουσιν.
Χορός
  1. μόνοις γὰρ ἡμῖν ἥλιος
  2. καὶ φέγγος ἱλαρόν ἐστιν,
  3. ὅσοι μεμυήμεθʼ εὐ-
  4. σεβῆ τε διήγομεν
  5. τρόπον περὶ τοὺς ξένους
  6. καὶ τοὺς ἰδιώτας.
Διόνυσος
  1. ἄγε δὴ τίνα τρόπον τὴν θύραν κόψω; τίνα;
  2. πῶς ἐνθάδʼ ἄρα κόπτουσιν οὑπιχώριοι;
Ξανθίας
  1. οὐ μὴ διατρίψεις, ἀλλὰ γεύσει τῆς θύρας,
  2. καθʼ Ἡρακλέα τὸ σχῆμα καὶ τὸ λῆμʼ ἔχων.
Διόνυσος
  1. παῖ παῖ.
Ἄιακος
  1. τίς οὗτος;
Διόνυσος
  1. Ἡρακλῆς ὁ καρτερός.
Ἄιακος
  1. ὦ βδελυρὲ κἀναίσχυντε καὶ τολμηρὲ σὺ