Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. γόνυ πάλλεται γερόντων·
  2. ἀποσείονται δὲ λύπας
  3. χρονίους τʼ ἐτῶν παλαιῶν ἐνιαυτοὺς
  4. ἱερᾶς ὑπὸ τιμᾶς.
  5. σὺ δὲ λαμπάδι † φλέγων†
  6. προβάδην ἔξαγʼ ἐπʼ ἀνθηρὸν ἕλειον δάπεδον
  7. χοροποιὸν μάκαρ ἥβαν.
Χορός
  1. εὐφημεῖν χρὴ κἀξίστασθαι τοῖς ἡμετέροισι χοροῖσιν,
  2. ὅστις ἄπειρος τοιῶνδε λόγων ἢ γνώμῃ μὴ καθαρεύει,
  3. ἢ γενναίων ὄργια Μουσῶν μήτʼ εἶδεν μήτʼ ἐχόρευσεν,
  4. μηδὲ Κρατίνου τοῦ ταυροφάγου γλώττης Βακχεῖʼ ἐτελέσθη,
  5. ἢ βωμολόχοις ἔπεσιν χαίρει μὴ νʼ καιρῷ τοῦτο ποιοῦσιν,
  6. ἢ στάσιν ἐχθρὰν μὴ καταλύει μηδʼ εὔκολός ἐστι πολίταις,
  7. ἀλλʼ ἀνεγείρει καὶ ῥιπίζει κερδῶν ἰδίων ἐπιθυμῶν,
  8. ἢ τῆς πόλεως χειμαζομένης ἄρχων καταδωροδοκεῖται,
  9. ἢ προδίδωσιν φρούριον ἢ ναῦς, ἢ τἀπόρρητʼ ἀποπέμπει
  10. ἐξ Αἰγίνης Θωρυκίων ὢν εἰκοστολόγος κακοδαίμων,
  11. ἀσκώματα καὶ λίνα καὶ πίτταν διαπέμπων εἰς Ἐπίδαυρον,
  12. ἢ χρήματα ταῖς τῶν ἀντιπάλων ναυσὶν παρέχειν τινὰ πείθει,
  13. ἢ κατατιλᾷ τῶν Ἑκαταίων κυκλίοισι χοροῖσιν ὑπᾴδων,