Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ὡς ἐμὲ δευρὶ καὶ μὴ μέλλειν·
  2. κἂν μὴ ταχέως ἥκωσιν, ἐγὼ
  3. νὴ τὸν Ἀπόλλω στίξας αὐτοὺς
  4. καὶ συμποδίσας
  5. μετʼ Ἀδειμάντου τοῦ Λευκολόφου
  6. κατὰ γῆς ταχέως ἀποπέμψω.
Αἰσχύλος
  1. ταῦτα ποιήσω· σὺ δὲ τὸν θᾶκον
  2. τὸν ἐμὸν παράδος Σοφοκλεῖ τηρεῖν
  3. καὶ διασῴζειν, ἢν ἄρʼ ἐγώ ποτε
  4. δεῦρʼ ἀφίκωμαι. τοῦτον γὰρ ἐγὼ
  5. σοφίᾳ κρίνω δεύτερον εἶναι.
  6. μέμνησο δʼ ὅπως ὁ πανοῦργος ἀνὴρ
  7. καὶ ψευδολόγος καὶ βωμολόχος
  8. μηδέποτʼ ἐς τὸν θᾶκον τὸν ἐμὸν
  9. μηδʼ ἄκων ἐγκαθεδεῖται.
Πλούτων
  1. φαίνετε τοίνυν ὑμεῖς τούτῳ
  2. λαμπάδας ἱεράς, χἄμα προπέμπετε
  3. τοῖσιν τούτου τοῦτον μέλεσιν
  4. καὶ μολπαῖσιν κελαδοῦντες.
Χορός
  1. πρῶτα μὲν εὐοδίαν ἀγαθὴν ἀπιόντι ποιητῇ