Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. εἰ νῦν γε δυστυχοῦμεν ἐν τούτοισι, πῶς
  2. τἀναντίʼ ἂν πράττοντες οὐ σῳζοίμεθʼ ἄν;
Διόνυσος
  1. εὖ γʼ ὦ Παλάμηδες, ὦ σοφωτάτη φύσις.
  2. ταυτὶ πότερʼ αὐτὸς ηὗρες ἢ Κηφισοφῶν;
Εὐριπίδης
  1. ἐγὼ μόνος· τὰς δʼ ὀξίδας Κηφισοφῶν.
  2. τί δαὶ σύ; τί λέγεις;
Αἰσχύλος
  1. τὴν πόλιν νῦν μοι φράσον
  2. πρῶτον τίσι χρῆται· πότερα τοῖς χρηστοῖς;
Διόνυσος
  1. πόθεν;
  2. μισεῖ κάκιστα.
Αἰσχύλος
  1. τοῖς πονηροῖς δʼ ἥδεται;
Διόνυσος
  1. οὐ δῆτʼ ἐκείνη γʼ, ἀλλὰ χρῆται πρὸς βίαν.
Αἰσχύλος
  1. πῶς οὖν τις ἂν σώσειε τοιαύτην πόλιν,
  2. ᾗ μήτε χλαῖνα μήτε σισύρα συμφέρει;
Διόνυσος
  1. εὕρισκε νὴ Δίʼ, εἴπερ ἀναδύσει πάλιν.
Αἰσχύλος
  1. ἐκεῖ φράσαιμʼ ἄν· ἐνθαδὶ δʼ οὐ βούλομαι.
Διόνυσος
  1. μὴ δῆτα σύ γʼ, ἀλλʼ ἐνθένδʼ ἀνίει τἀγαθά.
Αἰσχύλος
  1. τὴν γῆν ὅταν νομίσωσι τὴν τῶν πολεμίων
  2. εἶναι σφετέραν, τὴν δὲ σφετέραν τῶν πολεμίων,
  3. πόρον δὲ τὰς ναῦς ἀπορίαν δὲ τὸν πόρον.
Διόνυσος
  1. εὖ, πλήν γʼ ὁ δικαστὴς αὐτὰ καταπίνει μόνος.
Πλούτων
  1. κρίνοις ἄν.
Διόνυσος
  1. αὕτη σφῷν κρίσις γενήσεται·
  2. αἱρήσομαι γὰρ ὅνπερ ἡ ψυχὴ θέλει.