Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. πῶς ἠλθέτην κἀκεῖσε;
Ἡρακλῆς
  1. Θησεὺς ἤγαγεν.
  2. μετὰ ταῦτʼ ὄφεις καὶ θηρίʼ ὄψει μυρία
  3. δεινότατα.
Διόνυσος
  1. μή μʼ ἔκπληττε μηδὲ δειμάτου·
  2. οὐ γάρ μʼ ἀποτρέψεις.
Ἡρακλῆς
  1. εἶτα βόρβορον πολὺν
  2. καὶ σκῶρ ἀείνων· ἐν δὲ τούτῳ κειμένους,
  3. εἴ που ξένον τις ἠδίκησε πώποτε,
  4. ἢ παῖδα κινῶν τἀργύριον ὑφείλετο,
  5. ἢ μητέρʼ ἠλόασεν, ἢ πατρὸς γνάθον
  6. ἐπάταξεν, ἢ ʼπίορκον ὅρκον ὤμοσεν,
  7. ἢ Μορσίμου τις ῥῆσιν ἐξεγράψατο.
Διόνυσος
  1. νὴ τοὺς θεοὺς ἐχρῆν γε πρὸς τούτοισι κεἰ
  2. τὴν πυρρίχην τις ἔμαθε τὴν Κινησίου.
Ἡρακλῆς
  1. ἐντεῦθεν αὐλῶν τίς σε περίεισιν πνοή,
  2. ὄψει τε φῶς κάλλιστον ὥσπερ ἐνθάδε,
  3. καὶ μυρρινῶνας καὶ θιάσους εὐδαίμονας
  4. ἀνδρῶν γυναικῶν καὶ κρότον χειρῶν πολύν.
Διόνυσος
  1. οὗτοι δὲ δὴ τίνες εἰσίν;
Ἡρακλῆς
  1. οἱ μεμυημένοι—
Ξανθίας
  1. νὴ τὸν Δίʼ ἐγὼ γοῦν ὄνος ἄγω μυστήρια.
  2. ἀτὰρ οὐ καθέξω ταῦτα τὸν πλείω χρόνον.
Ἡρακλῆς
  1. οἵ σοι φράσουσʼ ἁπαξάπανθʼ ὧν ἂν δέῃ.