Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. κουφοτάταις πτερύγων ἀκμαῖς·
  2. ἐμοὶ δʼ ἄχεʼ ἄχεα κατέλιπε,
  3. δάκρυα δάκρυά τʼ ἀπʼ ὀμμάτων
  4. ἔβαλον ἔβαλον ἁ τλάμων.
  5. ἀλλʼ ὦ Κρῆτες, Ἴδας τέκνα,
  6. τὰ τόξα λαβόντες ἐπαμύνατε,
  7. τὰ κῶλά τʼ ἀμπάλλετε κυκλούμενοι τὴν οἰκίαν.
  8. ἅμα δὲ Δίκτυννα παῖς Ἄρτεμις καλὰ
  9. τὰς κυνίσκας ἔχουσʼ ἐλθέτω διὰ δόμων πανταχῇ,
  10. σὺ δʼ ὦ Διὸς διπύρους ἀνέχουσα
  11. λαμπάδας ὀξυτάτας χεροῖν Ἑκάτα παράφηνον
  12. ἐς Γλύκης, ὅπως ἂν
  13. εἰσελθοῦσα φωράσω.
Διόνυσος
  1. παύσασθον ἤδη τῶν μελῶν.
Αἰσχύλος
  1. κἄμοιγʼ ἅλις.
  2. ἐπὶ τὸν σταθμὸν γὰρ αὐτὸν ἀγαγεῖν βούλομαι,
  3. ὅπερ ἐξελέγξει τὴν ποίησιν νῷν μόνον.
  4. τὸ γὰρ βάρος νὼ βασανιεῖ τῶν ῥημάτων.
Διόνυσος
  1. ἴτε δεῦρό νυν, εἴπερ γε δεῖ καὶ τοῦτό με
  2. ἀνδρῶν ποιητῶν τυροπωλῆσαι τέχνην.
Χορός
  1. ἐπίπονοί γʼ οἱ δεξιοί.