Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. οἷς οὐδὲ τρὶς λέγοντες ἐξικνούμεθα.
Αἰσχύλος
  1. σὺ δὲ πῶς ἐποίεις τοὺς προλόγους;
Εὐριπίδης
  1. ἐγὼ φράσω.
  2. κἄν που δὶς εἴπω ταὐτόν, ἢ στοιβὴν ἴδῃς
  3. ἐνοῦσαν ἔξω τοῦ λόγου, κατάπτυσον.
Διόνυσος
  1. ἴθι δὴ λέγʼ· οὐ γάρ μοὔστιν ἀλλʼ ἀκουστέα
  2. τῶν σῶν προλόγων τῆς ὀρθότητος τῶν ἐπῶν.
Εὐριπίδης
  1. ἦν Οἰδίπους τὸ πρῶτον εὐδαίμων ἀνήρ—
Αἰσχύλος
  1. μὰ τὸν Δίʼ οὐ δῆτʼ, ἀλλὰ κακοδαίμων φύσει,
  2. ὅντινά γε πρὶν φῦναι μὲν Ἁπόλλων ἔφη
  3. ἀποκτενεῖν τὸν πατέρα, πρὶν καὶ γεγονέναι·
  4. πῶς οὗτος ἦν τὸ πρῶτον εὐδαίμων ἀνήρ;
Εὐριπίδης
  1. εἶτʼ ἐγένετʼ αὖθις ἀθλιώτατος βροτῶν.
Αἰσχύλος
  1. μὰ τὸν Δίʼ οὐ δῆτʼ, οὐ μὲν οὖν ἐπαύσατο.
  2. πῶς γάρ; ὅτε δὴ πρῶτον μὲν αὐτὸν γενόμενον
  3. χειμῶνος ὄντος ἐξέθεσαν ἐν ὀστράκῳ,
  4. ἵνα μὴ ʼκτραφεὶς γένοιτο τοῦ πατρὸς φονεύς·
  5. εἶθʼ ὡς Πόλυβον ἤρρησεν οἰδῶν τὼ πόδε·
  6. ἔπειτα γραῦν ἔγημεν αὐτὸς ὢν νέος
  7. καὶ πρός γε τούτοις τὴν ἑαυτοῦ μητέρα·
  8. εἶτʼ ἐξετύφλωσεν αὑτόν.