De Specialibus Legibus (lib. i‑iv)

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.

εὐθὺς οὖν πεμπέτω κήρυκας τοὺς προκαλεσομένους εἰς συμβάσεις καὶ ἅμα τὸ ἀξιόμαχον τῆς παριδρυμένης δυνάμεως δηλώσοντας· καὶ ἐὰν μὲν ἐφ’ οἷς ἐνεωτέρισαν μετανοήσαντες ὑπείκωσι πρὸς τὸ εἰρηναῖον τραπόμενοι, δεχέσθωσαν ἄσμενοι τὰς σπονδάς·

εἰρήνη γάρ, κἂν ᾖ σφόδρα ἐπιζήμιος, λυσιτελεστέρα πολέμου. ἐὰν δὲ πρὸς ἀπόνοιαν ἀποτείνωνται θρασυνόμενοι, ῥωσθέντες ταῖς προθυμίαις, ἔχοντες καὶ τὴν τοῦ δικαίου συμμαχίαν ἀήττητον, ἐφορμάτωσαν τὰς ἑλεπόλεις τοῖς τείχεσιν ἐφιστάντες, εἶτα μέρη τούτων παραρρήξαντες ἐπεισχείσθωσαν ἀθρόοι καὶ βάλλοντες μὲν τοῖς δορατίοις εὐστόχως ἐπιστροφάδην δὲ τοῖς ξίφεσιν ἀναιροῦντες ἀφειδῶς ἀμυνέσθωσαν, ἃ παθεῖν ἐμέλλησαν διατιθέντες, ἄχρις ἂν τὸν ἀντιτεταγμένον ἅπαντα στρατὸν ἡβηδὸν καταστορέσωσιν.

ἄργυρον δὲ καὶ χρυσὸν καὶ τὴν ἄλλην λείαν λαβόντες [καὶ] τὴν πόλιν ἐμπρησάτωσαν πῦρ προσαγαγόντες, ἕνεκα τοῦ μηδ’ αὖθίς ποτε δυνηθῆναι τὴν αὐτὴν πόλιν διαπνεύσασαν ἐγερθῆναι καὶ στασιάσαι καὶ ὑπὲρ τοῦ νουθετῆσαι φόβῳ τοὺς ὁμόρους, ἐπειδὴ τοῖς [*](1 ὅπως] ὅπερ F 1.2 σταθερώτερον AF: σταδεὡτερον (sic) S, σταθηρότερον GHP (v), σπουδαιότερον M 2 ἐγχειρεῖ (et corr. ex ῆ) Η 2.3 προκαλεσομένους G: προκαταλεγομένους F, προσκαλεσομένους ceteri (Turn.) 3 σύμβασιν M ἅμα καὶ transp. G παριδρυμένης codd.: περιιδρθμένης Turn. 3.4 δυνάμεως] στρατείας SM, γρ. δυνάμεως mg M 4 δηλώσντς FGHP καὶ ἐάν] κἄν M, ἐάν (om. καὶ) S 5 ὑπείκωσι] ἐπίδωσι M, ἐπιδόσει S: ἐνδῶσι couicio post εἰρηναῖον add. ὁπωσοῦν G, ὁποιοῦν AFHP (v), omisi cum SM G tit. περὶ εἰρήνης add. mg M κἄν ᾖ] καὶ ἡ S ἐπιζήμιον M Esc, ἐπιζόμιος Α λυσιτελέστερον Esc, post λυσιτελεστέρα add. ἐστὶ DV 7 ἀποτείνονται M, ὁ in ὢ corr. II ταῖς προθυμίαις SM: εὐτολμία AGH2 (v), εὐτολμίας ’P 8 ξυμμαχίαν M ἐφορμάσθωσαν S, ἐφαρμοτέτωσαν (sic) M d τοῖς τείχεσιν ἑλεπόλεις (om. τὰς) π transp. S ἐφιστάντες M εἶτα] ἡ τὰ S τούτου Α 10 ἐπικείσθωσαν M, ἐπισχυοίτωσαν (sic) S ἀθρόως S μὲν] μὴ S εὐστόχως SM: εὐσκόπως ceteri (v) 10. 11 ἀποστροφάδην M 12 ἐμἐλησαν MAF ταῦτα διατιθέντες ἐκείνοις M ἄχρι S τομαντειτεταγμένον (sic) S 13 δὲ καὶ Α: δὲ om. ceteri (v) λείαν] ὕλην S 14 λαβόντες—πῦρ oni. SM καὶ seclusi 15 διαπνεύσασαν SM: om. ceteri (Turn.) ἐγερθῆναι] ἀντιστῆναι Α 16 ωουθετῆσαι SM: νομοθετῆσαι ceteri) [*](1 Escur. ibid.: ὀργῇ πρὸ λογισμοῦ χαρίζεται. fi Escur. ibid.: εἰρήνη, κἂν σφόδρα ἐπιζήμιον ᾖ, λυσιτελέστερον πολέμου. DP fol. 140r DH fol 186r DM fol. 70v DV p.356 Φίλωνος DR fol. 71r Φίλωνος ἐκ τοῦ περὶ καταστάσεως DR fol. 111r Φίλωνος ἐκ τοῦ περὶ ἀρχόντων: εἰρήνη—πολέμου. 16—262,1 Escur. ibid.: τοῖς ἑτέρων πάθεσιν ἄνθρωποι διδάσκονται σωφρονεῖν.)

v.5.p.262
ἑτέρων πάθεσιν ἄνθρωποι διδάσκονται σωφρονεῖν· παρθένους δὲ καὶ γυναῖκας μεθέσθωσαν, μηδὲν τῶν ὅσα νεωτερίζει πόλεμος ἐξ αὐτῶν πείσεσθαι προσδοκῶντες ἕνεκα φυσικῆς ἀσθενείας τετιμημένων ἀστρατείᾳ.

ἐξ οὗ δῆλον ὅτι τὸ Ἰουδαίων ἔθνος ἔνσπονδον μὲν καὶ φίλον πᾶσι τοῖς ὁμογνώμοσι καὶ τὴν προαίρεσιν εἰρηνικοῖς ἐστιν, οὐ μὴν εὐκαταφρόνητον, ὡς τοῖς ἄρχουσι χειρῶν ἀδίκων ὑπ’ ἀνανδρίας ἐνδιδόναι, διακρίνει δ’, ὁπότε πρὸς ἄμυναν ἴοι, τοὺς ἐπιβούλως ζῶντας καὶ τοὐναντίον·

τὸ γὰρ κατὰ πάντων καὶ τῶν ἐλάχιστα ἢ μηδὲν ἡμαρτηκότων φονᾶν εἴποιμ’ ἂν ἀνημέρου καὶ ἀτιθάσου ψυχῆς καὶ τὸ προσθήκην ἀνδρῶν πόλεμον κατασκευασάντων ποιεῖσθαι γυναῖκας, ὧν ὁ βίος εἰρηνικὸς φύσει καὶ κατοικίδιος.

τοσοῦτον δ’ ἔρωτα δικαιοσύνης ἐνεργάζεται τοῖς κατ’ αὐτὸν πολιτευομένοις, ὥστ’ οὐδὲ πόλεως ἐχθρᾶς τὴν ἀρετῶσαν γῆν ἐφίησι λυμαίνεσθαι δῃοῦντας ἢ δενδροτομοῦντας ἐπὶ φθορᾷ καρπῶν.

„τί“ γάρ φησι "τοῖς ἀψύχοις μὲν τὴν δὲ φύσιν ἡμέροις καὶ ἡμέρους καρποὺς ἀπογεννῶσι μνησικακεῖς; μὴ γάρ, ὦ οὗτος, ἀνθρώπου πολεμίου δυσμένειαν ἐπιδείκνυται δένδρον, ὡς ἀνθ’ ὧν διατίθησιν ἢ διατιθέναι παρεσκεύασται ῥίζαις αὐταῖς ἀνασπᾶσθαι;

τοὐναντίον δὲ ὠφελεῖ παρέχον τοῖς νενικηκόσιν ἀφθονίαν τῶν ἀναγκαίων καὶ τῶν πρὸς ἁβροδίαιτον βίον· [*](1 ἑτἐρῳο ς F παρθένους . . . γυναῖκας (2) SMA: παρθένοι . . . γυναῖκες ceteri (Turn.) post δὲ add. αὐτοῖς G 2 μεθέσθωσαν ilang.: μεθιστῶσαν ’ nt vid., μεθιστῶσιν S2, ἀφέσθωσαν G, μεθείσθωσαν ceteri (Turn.) 3 πήσεσθαι (sed ἡ in ras.) S προσδοκῶντας M, προσδοκῶσιν G ἀστρατεία codd. (praeter S): ἀστρατείας Turn., στρατιωτῶν (sic) S 4 δηλονότι AFP τὸ ίουδαίων codd.: τῶν Ἰουδαίων Turn., τὸ τῶν Ἰουδαίων Mang. 6 καὶ ὑπ᾿ F ἀνανδρίας] ἀνδρείας S ἐνδιδόναι] ἐνδυαζόμενον S διακρίνειν SM δ’] δὲ καὶ SM 7 ἴη Α, οἴει (sic) S, δοίη M ἐπιβούλους ζῶντάς F, ἐπιβουνοικη λεύσαντας M 8 ἡμαρτηκότων Α 8.9 είποιμ’ ἂν S: om. ceteri (Turn.) 9 ἀτιθάσσου ΜΑΗ2, ἀττιθάσσου S τό] τὸ μὴ Α προσθήκης F εν 10 ποιεῖ τὰς γυναῖκας F 11 δὲ M, δ’ oni. Α ἐργάζεται M, ἐργάζεται S 12 ὥστ’ M: ὡς ceteri (v) ἐφίησιν S 13 δῃοῦντας] δεῖ οὖν τὰς S, τὰς in τοὺς corr. S2 ἢ om. SM 14 τὴν φύσιν δὲ transp. M ἡμέροις καρποῖς P 15 μνησικακεῖν F 15. 16 δυσγένειαν AHP Ki ὡς] ἵνα Α 17 ἀνασπασθῇ Α δὲ SM: δ’ cetcri ὠφέλειαν παρέχων S 18 alt. τῶν] τὸν M βίον om. S) [*](7—11 Escur. ibid.: τὸ κατὰ πάντων καὶ τῶν ἐλάχιστα ἢ μηδὲν ἡμαρτηκότων φονᾶν ἀνημέρου καὶ ἀτιθάσου ψυχῆς καὶ τὸ προσθήκην ἀνδρῶν ποιεῖσθαι γυναῖκας πόλεμον κατασκευασάντων ὧν 6 βίος εἰρηνικὸς φύσει καὶ κατοικίδιος. 12 Deut. 20,19.)

v.5.p.263
οὐ γὰρ ἄνθρωποι μόνον δασμοὺς φέρουσι τοῖς κυρίοις, ἀλλὰ καὶ φυτὰ τοὺς ὠφελιμωτέρους κατὰ τὰς ἐτησίους ὥρας, ὧν ἄνευ ζῆν οὐκ ἔστιν.“

ἀγόνων δὲ καὶ ἐστειρωμένων καὶ τῶν ὅσα τῆς ἀγρίας ὕλης ἔστω μηδεμία φειδὼ τοῖς ἐθέλουσι τέμνειν εἰς χαρακώματα καὶ σταυροὺς καὶ σκόλοπας τάφροις καί, ὁπότε δέοι, κλιμάκων καὶ πύργων ξυλίνων κατασκευάς· εἰς γὰρ ταῦτα καὶ τὰ τούτοις ὅμοια γένοιτ’ ἂν αὐτῶν χρεία προσήκουσα.

Τὰ μὲν οὖν εἰς δικαιοσύνην ἀναφερόμενα εἴρηται. δικαιοσύνην δ’ αὐτὴν τίς ἂν ἀξίως ποιητὴς ἢ λογογράφος ὑμνῆσαι δύναιτο παντὸς ἐπαίνου καὶ παντὸς ἐγκωμίου κρείττονα καθεστῶσαν; ἓν γοῦν τὸ πρεσβύτατον ἀγαθὸν αὐτῆς, ἡ εὐγένεια, κἂν τἄλλα τις παραλιπὼν ἡσυχάζῃ, γένοιτ’ ἂν αὐταρκέστατος ἔπαινος.

ἔστι γὰρ ἰσότης, ὡς οἱ τὰ φύσεως ἀκριβοῦντες ἡμῖν παρέδοσαν, μήτηρ δικαιοσύνης. ἰσότης δὲ φῶς ἄσκιον, ἥλιος, εἰ δεῖ τἀληθὲς εἰπεῖν, νοητός, ἐπειδὴ καὶ τοὐναντίον ἀνισότης, ἐν ᾗ τό τε ὑπερέχον καὶ τὸ ὑπερεχόμενον, σκότους ἀρχή τε καὶ πηγή.

πάντα ἰσότης τά τε κατ’ οὐρανὸν καὶ τὰ ἐπὶ γῆς εὖ διετάξατο νόμοις καὶ θεσμοῖς ἀκινήτοις. τίς γὰρ ἀγνοεῖ τοῦθ’, ὅτι ἡλίῳ μεμέτρηνται πρὸς νύκτας ἡμέραι καὶ πρὸς ἡμέρας νύκτες ἰσότητι διαστημάτων ἀναλογούντων;

τὰς μὲν καθ’ ἕκαστον ἐνιαυτὸν ἀπὸ τοῦ συμβεβηκότος προσαγορευομένας ἰσημερίας, ἐαρινήν τε καὶ μετοπωρινήν, οὕτως ἡ φύσις ἐτράνωσεν, ὡς καὶ τοὺς ἀμουσοτάτους αἰσθάνεσθαι τῆς ἐν τοῖς μεγέθεσιν ἡμερῶν πρὸς νύκτας ἰσότητος.

τί δέ, σελήνης περίοδοι διαυλοδρομούσης ἀπὸ συνόδου μέχρι πλησιφαοῦς καὶ ἀπὸ τελείας ἐπὶ σύνοδον [*](1 μόνοι S δασμοὺς SMA: δασμὸν ceteri (v) τὰ φυτὰ G 3 τῶν ὅσα scripsi: TuJ (oin. ὅσα) S, ὅσα (om. τῶν) H (v), ὅσα τῶν ceteri ἀχρίας F1, ἀχρείας F2 ἔστω] ἐστὶν S, ἐστὶ M 4 θέλουσι τεμεῖν S 5 τάφροις] καὶ τάφρους HP (v) B ταῦτα] τὰ τοιαῦτα M αὐτῶν SM: αὐτοῖς ceteri (v) 8 ἀναφαιρόμενα F 9 ἀξίως SM: om. ceteri (v) 11 ἡ εὐγένεια codd.: ἡ εὐμένεια v (Turn.): ὃ καὶ μόνον coni. Mang. τἄλλα Α, τὰ ἄλλα MG 11.12 ἡσυχάζῃ S: ἡσυχάζει FP, ἡσυχάζοι ceteri 14 νοητός SM: ποιητός FGH (Turn.), ποιητής AP 15 ἀνισότης] ἰσότης S ἐν ᾖ Mang.: ἐν (b codd. 16 alt. τά om. 17 17 τοῦτ’ S1, corr. S2 18 αἱ ἡμέραι A ἰσότητα F 18.19 τῶν διαστημάτων FG (Mang.) 19 τὰς μέν οὑν Α (Maiig.): τὰς μέντοι vel τάς γε μὴν conicio 20 ἰσημερίαν HP, ἰσομερίαν F μεθοπωρινήν S1 22 ἡμερῶν codd.: τῶν ἡμερῶν Maug. · ἰσότητος πρὸς νύκτας trausp. Α τί δέ SM: τί δέ αἱ F, τί δ’ αἱ ceteri (v) 22. 23 καὶ διαυλοδρομούσης S 23 ἀπὸ συνόδου SMG: καὶ ἀπό συνόδου ceteri (v) τελείας] πανσελήνου F2) [*](3 Deut. 20,20.)

v.5.p.264
ἆρ’ οὐ διαστημάτων ἰσότητι μεμέτρηνται; καθ’ ὅσα γὰρ καὶ ἡλίκα αἱ συναυξήσεις, κατὰ τοσαῦτα καὶ τηλικαῦτα αἱ μειώσεις ἐπ’ ἀμφοτέραις ἰδέαις τοῦ ποσοῦ, τῇ τε κατὰ πλῆθος καὶ τῇ κατὰ μέγεθος.

ὥς γε μὴν ἐν τῷ καθαρωτάτῳ τῆς οὐσίας, οὐρανῷ, διαφερόντως ἰσότης τετίμηται, οὕτως καὶ ἐν τῷ γείτονι ἀέρι· τετραχῇ γὰρ τοῦ ἐνιαυτοῦ διαιρεθέντος εἰς τὰς καλουμένας ἐτησίους ὥρας, τρέπεσθαι καὶ μεταβάλλειν ὁ ἀὴρ πέφυκεν ἐν ταῖς τροπαῖς καὶ μεταβολαῖς ἄλεκτον ἐπιδεικνύμενος ἐν ἀταξίᾳ τάξιν· ἰσαρίθμοις γὰρ μησὶ διακρινόμενος εἴς τε χειμῶνα καὶ ἔαρ θέρος τε καὶ μετόπωρον, τρισὶν εἰς ἑκάστην ὥραν, ἐκπληροῖ τὸν ἐνιαυτόν, ὅς, καθάπερ αὐτὸ μηνύει τοὔνομα, αὐτὸς ἐν ἑαυτῷ πάντα περιέχει συμπεραιούμενος, ἑτέρως οὐκ ἂν τοῦτ’ ἐργάσασθαι δυνηθείς, εἰ μὴ ταῖς ἐτησίοις ὥραις αὑτὸν ἐπέχρησεν.

ἰσότης δ’ ἀπὸ τῶν οὐρανίων καὶ μεταρσίων καὶ πρὸς τἀπίγεια τέταται, τὴν μὲν ἀκραιφνῆ φύσιν ἑαυτῆς αἰθέρος οὖσαν ἀγχίσπορον ἄνω μετέωρον διαίρουσα, τὴν δ’ ὥσπερ αὐγὴν ἡλίου τρόπον ἐπὶ γῆν ἀποστέλλουσα, δεύτερον φέγγος.

ὅσα γὰρ πλημμελεῖ μὲν τῶν παρ’ ἡμῖν, ἀνισότης, ὅσα δὲ τάξιν ἔχει τὴν προσήκουσαν, ἰσότης ἀπειργάσατο, ἥτις ἐν μὲν τῇ τοῦ παντὸς οὐσίᾳ, κυριώτατα φάναι, κόσμος ἐστίν, ἐν δὲ ἄστεσιν ἡ εὐνομωτάτη καὶ πολιτειῶν ἀρίστη δημοκρατία, ἔν τε αὖ σώμασιν ὑγεία καὶ ἐν ψυχαῖς καλοκἀγαθία· καὶ γὰρ τὸ ἄνισον ἔμπαλιν νόσων [*](1 μεμέτρηται SMHP καὶ ἡλίκα αἱ] καὶ ἡλικίαι S, αἰ ἡλιακαὶ M 2 κατὰ] καὶ S καὶ τηλικαῦτα M: om. ceteri (v) ἡ μείωσις M 3 ταῖς εἰδέαις S τό πλῆθος A. τὸ μέγεθος Α ὥς γε] ὥστε MF 5 οὕτως SM: οὕτω ceteri (v) γείτονι] μετεκεῖνα S διαιρεθέντος S: διανεμηθέντος ceteri (v) 6 καλουρἐνας SM: ἐπικαλουμένας ceteri (v) εἰν μεταβάλλ (sic) H 7 ἄλεκτον] ἕκτον S1, ἕκτην S2 9 μεθόπωρον S τρισὶν] τρισσὴν S2 εἰς om. S πληροῖ Α, ἐπληροι (sic) S1, ἐπλήρου S2 10 ὃς, καθάπερ seripsi: ὡς καθάπερ codci.; καθάπερ v αὐτὸς] αὐτὸς γάρ GH2 (v) ἑαυτῶ codd.: αὑτῶ v 10. 11 πάντα περιέχει S: περιέχει τά πάντα M, περιέχει πάντα ceteri (v) 12 ἐτησίαις SA αὐτὸν SFP, ὐ iu ὐ corr. Η, ἑαυτὸν M δ’ addidi 13 τἀπίγεια MH, τἀπίγεια corr. ex τἀπήγεια S: τ’ ἐπίγεια FP, τὰ ἐπίγεια AG τέταται Christophorson Maug.: τέτακται codd. 14 τὴν αἰθέρος M διαίρουσα (sic) M 15 ἐπὶ γῆν addicH 16 πλημμελεῖ] πλημμελειῶν F μέν M mg S: oin. cctcri (v) ἀνισότης SM: ἀνισότητος ceteri 18 οὐσία] ἁρμονία Α δέ SM: δ’ cetcri 19 δημοκρατεία εἰ corr. ex ι) S τε S: δὲ M, δ’ ceteri σώματι F 20 ἔμπαλιν] πάλιν S) [*](10 cf. Plat. Cratyl. 410d.)

v.5.p.265
καὶ κακιῶν αἴτιον.

ἐπιλείψει καὶ τὸν μακροβιώτατον ὁ χρόνος, εἰ πάντας ἐθελήσειε τοὺς ἐπαίνους ἰσότητος καὶ δικαιοσύνης ἣν ἐγέννησε διεξιέναι· παρό μοι δοκεῖ βέλτιον εἶναι τοῖς λεχθεῖσιν ἀρκεσθέντα, τοῦ διακινῆσαι χάριν τὴν τῶν φιλεπιστημόνων μνήμην, τὰ λοιπὰ ἐν ταῖς ἐκείνων ἀνάγραπτα ψυχαῖς καταλιπεῖν, ἱερωτάτῳ χωρίῳ θεῖα ἀγάλματα.

[*](1 κακῶν HP (Turn.) 6 χρόνος M: ὁ om. ceteri (v) 2 πάντως Α 5 ἀνάγραπτα] ἀναγεγράφθαι 8, ἀναγράψαι Α καὶ καταλιπεῖν Α, παραλιπεῖν Η (v) ἱερώτατα χωρία S)