De Specialibus Legibus (lib. i‑iv)

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.

τοὺς οὖν ἐπιλελησμένους μὲν ἑαυτῶν, ἐπικυδεστέρους δ’ οἰομένους εἶναι τῆς φυσικῆς ἀνθρώπων ἀσθενείας, ἐκπεφευγέναι δὲ τὰς ἀδήλους καὶ ἀτεκμάρτους τῆς τύχης ἐπιβουλάς, ἣ πολλάκις αἰφνιδίους σκηπτοὺς ἐπέρριψε καὶ εὐπλοίᾳ βίου χρωμένους μόνον οὐκ ἐν αὐτοῖς λιμέσιν εὐδαιμονίας κατέκλυσε, τί δεῖ μεγαλαυχεῖν καὶ ἐπεμβαίνειν συμφοραῖς ἑτέρων, μηδὲ τὴν πάρεδρον δίκην τοῦ πάντων [*](1 ἕτερ’ ἄττα HP, ἔνεδρα AFG: ἔνεδρα SM (prob. Mang.) 2 περιπταίοντες 8 παραπταίοντας F (Maug.) 3 τῶν om. Α ἐργάτις τε SM: εὑρεταῖς ceteri (v) 4 θεοῦ SM: τὸν ἐκ θεοῦ Α, τόν ἐκ τοῦ θεοῦ ceteri (v) 5 οὗτος om. P χεῖρ’ AF τῶν] τὸν S, τοῖς H1P 6 αὑτοῖς Η2: αὐτοῖς ceteri 7 μὲν codd.: om. v πλημμελουμένους SM τοὺς μὲν πεπλημμελημένους corruptura; τοὺς μέρος τι πεπηρωμένους conicio φρενῶν] φρεσί S 8 ἡγούμενοι] ποιούμενοι M (fort. recte) ταῦτα codd.: ταῦτ’ v 9 αὐτούς M κατηγοριῶν SMA 11 δίοπον P: δίοπτον FGII, δίκαιον Α, διακατιοποιὸν M, ἐπόπτην S λήσεσθαι ’P 12 οὐκ ora. S ἐνδεξάμενοι S, ἐνδεξάμενοι AF 13 περιφέροντες SM: ἐπιφέροντες ceteri (Turn.) ἐπικήρους ἔχοντες M αἰ] ἅς Turn. 14 ἀμαυροῦνται] ἀνιῶντα: SM 15 ἀνιάτους] ἀοράτους SM ὑποφέρουσι M, ὑποβάλλουσι Α τοῖς οὑν ἐπιλελησμένοις G αὐτῶν S 16 δ’ om. S 17 ἀτεκμάρτους] ἀτεκνούσας HP; ἀτεκμάρτους οὔσας v (Turn.) ἢ] αἲ Α 18 ἐπέρριψεν S, ἐπέρριψαν Α καὶ om. Α χρωμένους SMF-, χρωμένου ’: χρωμένοις ceteri (v) 19 μονονοὺ καὶ F ἐν] ἂν (sic) Α κατέκλυσε Mang.: κατέλυσεν S, κατέλυσαν Α, κατέλυσε ceteri post μεγαλαυχεῖν add. φησί G 20 δίκης Α τὴν πάντων P, τοῦ πάντων ora. II (Turn.)) [*](4 Lev. 19,14. 19—256,1 Escur. ibid.: τί δεῖ μεγαλαυχεῖν—αἰδουμένους.)

v.5.p.256
ἡγεμόνος αἰδουμένους, ᾗ θέμις ἀκοιμήτοις καὶ ὀξυωπεστάτοις ὄμμασι καὶ τὰ ἐν μυχοῖς ὡς ἐν ἡλίῳ καθαρῷ περιαθρεῖν;

οὗτοί μοι δοκοῦσι μηδ’ ἂν τετελευτηκότων ἀποσχέσθαι δι’ ὑπερβολὴν ὠμότητος, ἀλλὰ (τὸ λεγόμενον δὴ τοῦτο παρὰ τοῖς πολλοῖς) μὴ ἂν ὀκνῆσαι νεκροὺς ἐπισφάττειν, ἐπεὶ καὶ μέρεσι τοῖς τρόπον τινὰ προτεθνηκόσιν ἐναλύειν καὶ ἐνυβρίζειν ἀξιοῦσιν — ὀφθαλμοί τε γὰρ μὴ βλέποντες νεκροὶ καὶ ὦτα μὴ ἀκούοντα —, ὥστ’ εἰ καὶ οὗ μέρη ταῦτ’ ἐστὶν ἐξ ἀνθρώπων ἀφανισθείη, τὸ ἀνηλεὲς καὶ ἀσύμβατον ἐπιδείξονται, μηδὲν ἀνθρώπινον καὶ συμπαθὲς δράσαντες, ἃ τετελευτηκόσι καὶ πρὸς ἐχθρῶν ἐν ἀκηρύκτοις πολέμοις σῴζεται. ταῦτα μὲν ἐπὶ τοσοῦτον.

Ἁρμονίαν δέ τινα στοιχηδὸν ἑξῆς τίθησιν ὁμοιοτρόπων παραγγελμάτων, φάσκων τὰ κτήνη μὴ ὀχεύειν ἑτεροζύγοις, τὸν ἀμπελῶνα μὴ κατασπείρειν δίφορον, ἱμάτιον ἐκ δυοῖν ὑφασμένον, κίβδηλον ἔργον, μὴ ἀμπέχεσθαι. λέλεκται δὲ τὸ μὲν πρῶτον ἐν τοῖς κατὰ μοιχῶν, πρὸς ἔμφασιν τρανοτέραν τοῦ μὴ δεῖν ἀλλοτρίοις γάμοις ἐφεδρεύειν, φθείροντας μὲν ἤθη γυναικῶν, φθείροντας δὲ καὶ τὰς ἐπὶ τέκνων σπορᾷ γνησίων χρηστὰς ἐλπίδας· ὁ γὰρ τὰς ἐν ἀλόγοις ζῴοις ἑτερογενῶν ὀχείας ἀπηγορευκὼς ἔοικε πόρρωθεν ἀνακοπὴν μοιχῶν ἐργάζεσθαι.

λεκτέον δὲ καὶ νῦν ἐν τοῖς περὶ δικαιοσύνης· τὸ γὰρ αὐτὸ πλείοσιν ἐφαρμόττειν, εἰ δύναιτό πως, οὐ παρετέον. ἔστιν οὖν δίκαιον εἰς ταὐτὸν ἄγειν τὰ [*](1 ἡγεμόνα HP (Turn.) ᾗ] ἢ ’P, ἢν H2 (Turn.), ἢ S ὄμμασιν S 2 δοκοῦσιν S 3 μηδ’ ἂν SM: μηδὲ FGHP, μὴ Α ἀπέχεσθαι S 4 τοῖς oiu. IIP (v) 5 τεθνηκόσιν ἐναλύειν] ἐνάλλεσθαι coni. Christopliorson Mang. (Mss. Coll. Novi et Trin.) 7 ὥστε MAF εἰ om. MA οὗ] οὐ MF, εἰ οὐ S ἐστὶν] ἐστὶ κἄν Α 9 ἀσυμπαθὲς SM δράσαντες oin. SM; eiiis loeo διὰ μόσχον καὶ ὃν κωλύει ἀροτριᾶν M (cf. ad 257,3) ἃ καὶ M ἐν om. MF 10 σώζονται AF 11 tit. περὶ τοῦ μὴ δεῖν κοινωνεῖν τῶν κτηνῶν τὰ ἑτερογενῆ adcj. S mg M στοιχηδὸν SM: om. ceteri (v) ὁμοιοτρόπων codd.: ὁμοιότροπον V 12 ἑτεροζύγῳ F 13 κατασπέρειν S δίφορον] διάφορον SMF ἱμάτιον . . . ὑφασμένον SM: ἱμάτια . . . ὑφασμένα ceteri (v) δυεῖν G ὑφασμένον] ὑφασμάτων Α 15 τρανωτέραν SH ἐφεδρεύειν] τρανοτέραν (sic) S φθείροντας] φθείραντας Α (v) 16 φθείροντας] φθείραντας Α (v), φύροντες S σπορὰ SMA: σπορᾶς FG, σπορὰς IIP; σποραῖς v 17 χρηστὰς om. Α 18 ἐργάζεσθαι SM: ἀπεργάζεσθαι σὰ Α, ἀπεργάσασθαι ceteri (v) 19 ἐν τοῖς ora. Α verba ἐν τοῖς περὶ δικαιοσύνης spuria videntur πλείοσιν] τοῖς πλησίον Α 20 εἰ δύναιτό πως] ἠδύνατο, πῶς S παρετέον M: παριτέον ’, παραιτέον S2, παραιτητέον FGHP (v), παρατηρητέον Α) [*](12 Lov. 19,19. Deiit. 22,9. 1 1. ef. Ioseph. Ant. lud. IV § 228. 229.)

v.5.p.257
δυνάμενα κοινωνεῖν· τὰ δ’ ὁμογενῆ πέφυκεν εἰς κοινωνίαν, ἐπεὶ καὶ ὅσα ἑτερογενῆ κατὰ τοὐναντίον ἄμικτα καὶ ἀκοινώνητα, οἷς ὁ μηχανώμενος ἐκθέσμους ὁμιλίας ἄδικος, νόμον φύσεως ἀναιρῶν.

ὁ δ’ ὄντως ἱερὸς νόμος τοσαύτῃ προμηθείᾳ κέχρηται τοῦ δικαίου, ὥστ’ οὐδ’ ἄροτον γῆς ἐπιτρέπει ποιεῖσθαι διὰ τῶν τὴν ἰσχὺν ἀνίσων, ἀλλ’ ἐν ταὐτῷ καταζεύξαντας ὄνον τε καὶ μόσχον ἀροτριᾶν ἐκώλυσεν, ἵνα μὴ περιττῇ δυνάμει τοῦ μᾶλλον ἐρρωμένου τὸ ἀσθενέστερον ἁμιλλᾶσθαι βιασθὲν ἀπείπῃ καὶ προκάμῃ.

καίτοι τὸ μὲν ἐρρωμενέστερον, ὁὁ ταῦρος, ἐν τῇ τάξει τῶν καθαρῶν ζῴων ἀναγράφεται, τὸ δ’ ἀσθενέστερον, ὁὁ ὄνος, ἐν τῇ τῶν μὴ καθαρῶν. ἀλλ’ ὅμως καὶ τοῖς χείροσιν εἶναι δοκοῦσιν οὐκ ἐφθόνησεν ὠφελείας τῆς ἀπὸ τοῦ δικαίου, πρὸς ἀναγκαιοτάτην μάθησιν, ὥς γ’ οἶμαι, δικαστῶν, ἵνα μηδὲν ἐν ταῖς κρίσεσιν ἐλαττῶσι τοὺς δυσγενεῖς ἐν οἷς οὐ γένους ἀλλ’ ἀρετῆς ἢ κακίας ἐστὶν ἐξέτασις.

ἐμφερές ἐστι τούτοις διάταγμα καὶ τὸ τελευταῖον τῶν ἐν τῇ συζυγίᾳ, τὸ μὴ συνυφαίνειν τὰς ἑτεροειδεῖς οὐσίας, ἔρια καὶ λίνα· καὶ γὰρ ἐπὶ τούτων οὐ μόνον ἡ διαφορότης ἀκοινώνητον, ἀλλὰ καὶ ἡ ἐπικράτεια θατέρου ῥῆξιν ἀπεργαζομένη μᾶλλον ἢ ἕνωσιν, ὅταν δέῃ χρῆσθαι.

μέσον ἦν τῆς ἐν συζυγίᾳ τριάδος τὸ μὴ κατασπείρειν ἀμπελῶνα δίφορον. πρῶτον μέν, ἵνα μὴ φύρηται συγχεόμενα τὰ γένους ὄντα ἑτέρου· σπαρτὰ γὰρ δένδροις καὶ δένδρα σπαρτοῖς ἀνοίκεια. παρὸ καὶ ἡ φύσις οὐ τὴν αὐτὴν προθεσμίαν [*](2 ὁ ss. H2P2 3 ἐκθέσμους] εἰς θεσμοὺς Α tit. διὰ τί μόσχον καὶ ὄνον κωλύει ἀροτριᾶν add. S mg M 4 ἄροτρον SMAP2 5 ἐπιτρέπειν M 5.6 καταζεύξαντες S 7 ἐρρωμένου μᾶλλον transp. HP (Tiirn.) 8 ἐν oni. M τάξει oni. S 9 ἀναγράφεται—καθαρων (10) om. S 6 ὄνος AF: 6 om. ceteri (v) 11 ἀναγκαιοτάτην] ἀσφαλεστάτην S ὥς γε M, ὥστ’ S, ὥστε δεῖν Α 12 ἐλαττώσῃ FHP; βλάπτωσι coni. Mang. 13 οὐ] οὔτε S γένος Α, γένη F ἐστὶν] ἔξεστιν S tit. περὶ τοῦ μὴ συνυφαίνειν ἔρια λινοῖς add. S mg M ἐμφερές] εὐχερές Α ἐστι τούτοις SM: τούτοις ἐστὶ FGHP (v), τοῦτο ἔστι Α 14 μὴ om. GHP1 14. 15 τὰ ἑτεροειδοῦς Α 15 λίνα (sic) M, λινᾶ HP, λίνον Α 15. 16 ἡ διαφορότης] ádiaforqhtoiw Α διαφορότης] διαφορότης] διαφορον (sp. 3 litt.) S, διαφορά ἐστιν M 16 ἀπεργασομένη Mang. ἀπεργαζομένη scripsi): ἀπεργαζομένου SM, ἀπεργασομένου GH (v), ἀπεργασαμένου AFP 17 tit. περὶ τοῦ μὴ κατασπείρειν ἀμπελῶνα add. S mg M ἐν xrj συζυγία AHP (v) φθει 18 διάφορον (sed ία in ras.) F, δίφορον ora. SM 19 φύρηται] φέρηται ἑ in (ειν ρασ.) Α συγχεόμενα M (coni. Mang.): συνεχόμενα S, συμφυόμενα ceteri (v) δένδροις] δένδρα Η1 20 οὐ SM: οὐχὶ ceteri (v)) [*](6 Dcut. 22,10. 18 cf. Toxeph. Ant. lud. IV § 228 ... εἶναι δὲ καθαρὰ τὰ σπέρματα καὶ ἀνεπίμικτα καὶ μὴ σύνδυο καὶ τρία σπείρειν· οὐ γάρ τῇ τῶν ἀνομοίων κοινωνίᾳ χαίρειν τήν φύσιν.)

v.5.p.258
ἀμφοτέροις ὥρισεν εἰς τὴν τῶν ἐτησίων καρπῶν γένεσιν, ἀλλὰ τοῖς μὲν εἰς ἄμητον ὥραν ἀπένειμε τὸ ἔαρ, τοῖς δ’ εἰς συγκομιδὴν ἀκροδρύων λῆγον θέρος.

συμβαίνει γοῦν κατὰ τὸν αὐτὸν χρόνον τὰ μὲν ἀφαυαίνεσθαι προανθήσαντα, τὰ δὲ βλαστάνειν προαφαυανθέντα· χειμῶνι μὲν γὰρ φυλλορροούντων δένδρων τὰ σπαρτὰ ἀνθεῖ, ἔαρι δὲ κατὰ τοὐναντίον αὐαινομένων ὅσα σπαρτὰ βλαστάνουσιν αἱ δένδρων ἡμέρων τε καὶ ἀγρίων ὗλαι· καὶ σχεδὸν ὁ αὐτὸς ὅρος ἐστίν, ἐν ᾧ οἱ μὲν τῶν σπαρτῶν καρποὶ τελειοῦνται, οἱ δὲ τῶν δένδρων ἀρχὴν γενέσεως λαμβάνουσιν.

εἰκότως οὖν τὰ τοσοῦτον ἀλλήλων διηρτημένα καὶ ταῖς φύσεσι καὶ ταῖς ἀνθήσεσι καὶ τοῖς εἰς τὸ γεννᾶν τὰ οἰκεῖα καιροῖς διέζευξε καὶ διῴκισε τάξιν ἐξ ἀταξίας εἰσηγούμενος· τάξει μὲν γὰρ συγγενὲς κόσμος, ἀταξίᾳ δὲ τὸ ἄκοσμον.

δεύτερον δέ, ἵνα μὴ ἑκάτερα τὰ εἴδη βλάπτηταί τε καὶ ἀντιβλάπτῃ, τὴν τροφὴν τὰ ἕτερα τῶν ἑτέρων παρασπώμενα, ἧς κατακερματιζομένης, οἷα ἐν λιμῷ καὶ σπάνει, ἀναγκαίως τὰ φυτὰ πάντα διὰ πάντων ἐξασθενήσει καὶ ἢ στείρωσιν ἐνδέξεται πρὸς τὸ παντελὲς ἀφορήσαντα ἢ εὐγενεῖς καρποὺς οὐδέποτε οἴσει προεξασθενήσαντα ταῖς ἐνδείαις.

τρίτον δέ, ὅπως ἀρετῶσα γῆ μὴ πιέζηται βαρυτάτοις ἄχθεσι, τοῦτο μὲν ὑπὸ τῆς τῶν σπειρομένων ἐν ταὐτῷ καὶ φυομένων συνεχοῦς καὶ ἐπαλλήλου πυκνότητος, τοῦτο δ’ ὑπὸ τῆς τῶν καρπῶν διπλασιαζομένης φορᾶς. ἀπόχρη γὰρ ἐξ ἑνὸς χωρίου λαμβάνειν ἕνα δασμὸν ἐτήσιον τῷ κεκτημένῳ, [*](2 ἀπένειμεν S, ἀπέδωκε Α 3 ἀφαυαίνεσθαι] ἀναφαίνεσθαι H1P 4 προαθανθέντα AF 5 φυλλοροούντων φυλορρούντων FIIP (v) ἀνθεῖ] ἄνθη S G ἀφαυαινομένων M βλαστάνουσι σπαρτά transp. A τότε ante βλαστάνουσι add. M αἱ] ἢ S, καὶ Μ 7 ὖλαι om. M ot ss. H οἱ μὲν τῶν] 01 τε M 8 οἱ δὲ] οἱ τε M γεννήσεως GH (Turn.) 9 τοσούτων MH (Turn.) διηρτημένα S: διηρημένα M, ἐπηρτημένα H, ἀπηρτημένα ceteri (v) φύσεσι] ἐκφύσεσι coni. Mang. 10 διώκησε HP, διοίκησε S 11 διηγούμενος S τάξις M γάρ om. F τὸ συγγενὲς H (v) post συγγενὲς add. γυναικὸς F κόσμου M ἀταξίας SM 12 τε om. M 12. 13 ἀντιβλάπτει M 13 τὰ ἕτερα τῶν ἑτέρων τὴν τροφὴν transp. HP (v) 14 ἐν om. Α ἀναγκαίως SM: ἀναγκαίων ceteri (v) τὰ] τά τε S 15 στείρωσις A ἐκδέξεται Α, ἐκδέξηται SM πρὸς τὸ om. M παντελῆ M, παντελῶς ’P 15. 16 ἀφορίσαντα Α, ἀπορήσαντα SM 16 οὐδέποτε SM: οὐδέποτ᾿ ceteri προεξασθενοῦντα SM 17 δέ A: δ’ ceteri ἡ γῆ M 18 τῆς om. FIPP ἐν αὐτῶ S φυομένων SMA: φυτευομένων ceteri (v) 20 ἐξ om. M, ἐξ ἑνὸς om. 11 (Turu.)) [*](17 cf. losepli. Aiil. lud. IV § 228 τὴν ἀμπέλοις κατάφυτον γῆν μὴ σπείρειν· ἀρκεῖ γὰρ αὐτὴν τρέφειν τοῦτο τὸ φυτὸν καὶ τῶν ἐξ ἀρότρου πόνων ἀπηλλάχθαι.)

v.5.p.259
καθάπερ ἐκ πόλεως βασιλεῖ· τὸ δὲ φόρους ἐπιχειρεῖν πλείους ἐκλέγειν φιλοχρηματίας ὑπερβαλλούσης ἔργον ἐστίν, ᾗ καὶ τὰ φύσεως ἀνατρέπεται νόμιμα.

διὸ φαίη ἂν ὁ νόμος τοῖς ἐγνωκόσι τοὺς ἀμπελῶνας ἕνεκα πλεονεξίας κατασπείρειν· „μὴ χείρους γίνεσθε τῶν ὅπλοις καὶ στρατείαις πόλεις καὶ χώρας ὑπηγμένων βασιλέων, οἳ προνοίᾳ τοῦ μέλλοντος καὶ ἅμα φειδοῖ τῶν ὑπηκόων ἕνα δασμὸν ἐτήσιον ἐκλέγειν ἀξιοῦσι, στοχαζόμενοι τοῦ μὴ βραχεῖ καιρῷ κατὰ τὸ παντελὲς εἰς ἐσχάτην ἀπορίαν αὐτοὺς ἀγαγεῖν.

ὑμεῖς δ’ ἐὰν ἐκ τοῦ αὐτοῦ ἐδάφους ἔαρι μὲν τοὺς κριθῶν καὶ πυρῶν φόρους ἀναπράττητε, θέρει δὲ τοὺς τῶν ἀκροδρύων, διπλασίοις αὐτὸ δασμοῖς ἐκτραχηλιεῖτε· ἀπαγορεύσει γὰρ κατὰ τὸ εἰκὸς ἀθλητοῦ τρόπον οὐκ ἐωμένου διαπνεῖν καὶ συλλέγεσθαι δύναμιν εἰς ἑτέρας ἀγωνίας ἀρχήν.

ἀλλ’ ἐοίκατε ῥᾳδίως ὧν διεταξάμην κοινωφελῶν ἐκλανθάνεσθαι· εἰ γοῦν ἐμέμνησθε τῆς περὶ τοῦ ἑβδόμου ἔτους εἰσηγήσεως, καθ’ ἣν ἐδικαίωσα τὴν ἱερὰν χώραν ἐξανίεσθαι μηδενὶ τῶν κατὰ γεωργίαν ἔργων ἀποτρυχομένην ἕνεκα τῶν ἐν ἑξαετίᾳ πόνων, οὓς ὑπέστη καρποφοροῦσα ταῖς ἐτησίοις ὥραις κατὰ τοὺς τῆς φύσεως θεσμούς, οὐκ ἂν ἐπινεανιευόμενοι καὶ ἐπιχειρονομοῦντες ταῖς πλεονεξίαις καινοὺς σπόρους ἐπενοεῖτε τὴν δενδρίτιδα γῆν καὶ μάλιστα τὴν ἀμπελόφυτον κατασπείροντες, ἵνα διτταῖς προσόδοις καθ’ ἕκαστον ἐνιαυτὸν ἀμφοτέραις ἀδίκοις αὔξητε τὰς οὐσίας ὑπὸ φιλοχρηματίας, ἐκνόμου ἐπιθυμίας, ἀργυρολογοῦντες.

οὐ γὰρ ἂν ὑπομείναι ὁ αὐτὸς ἔτει τε ἑβδόμῳ τὰ οἰκεῖα χωρία ἀνιέναι [*](2 ἔργον ἐστίν SM: ἐστὶν ἔργον ceteri (v) 3 διό] διὰ τοῦτο SM; διὸ τοῦτο (vel ταῦτα) oonicio φαίην S τὸν ἀμπελῶνα HP (Turn.) ἕνεκεν Α 4 γίνεσθαι AP, γενέσθαι SM 6 φειδὼ S ἕνα] ἐν th F ἀξιοῦσιν S 7 τοῦ] 8 S 8 ἀναγαγεῖν S, ἄγειν Α ὑμεῖς Α δὲ ’P ἐάν] ἐνὸν H1P 0111. ’P τοὺς] τῶν HP (Turn.) 9 ἀναπράττεσθαι Α θέρους P 10 αὐτὰ M 11 ἀθλητοῦ τρόπον om. Α ἐώμενον Α ἑτέρας MA: ἑτέραν ceteri (v) 12 ἀγονίας S1, εὐγονίας Α 14 ἐξανύεσθαι S, ἀνεῖσθαι M κατὰ τὴν γεωργίαν M 15 ἀποτρυχωμένην M, ἀποτρθομένην S ἕνεκεν Α ἐν ἑξαετίᾳ] τῆς ἑξαετίας Α 16 ἐτησίαις SM τῆς φύσεως SM: τῆς om, ceteri (v) 17 κοινοὺς F, κενοὺς HP, ἀκαίρους M πόρους MF, πόνους Α; φόρους coni. Mang. 19 δισσαῖς F 20 αὐξεῖτε S ἐκνόμου ἐπιθυμίας Mang.: ἐκνόμοις ἐπιθυμίαις codd. 21 ἄν oin. S ὑπομείναι AF, ὑπέμεινεν HP (Turn.) ἔτει τε ἑβδόμῳ SF, ἔτει τ’ ἑβδόμῳ HP: ἔτει τῶ ἑβδόμῳ G, τῶ ἑβδόμῳ ἔτει M, Tdi έβδόμὼ Α; ἔτει γ’ ἑβδόμῳ V) [*](13 Exod. 23,11. Lev. 25,4.)

v.5.p.260
μὴ προσοδευόμενος, ὑπὲρ τοῦ τὴν γῆν ἀνακτήσασθαι πονηθεῖσαν, καὶ βαρύνειν αὐτὴν καὶ πιέζειν διττοῖς ἄχθεσιν.

ἀναγκαίως οὖν ἀπεφηνάμην τῶν τοιούτων κτημάτων ἀνίερον εἶναι καὶ ἄναγνον τό τε τῆς ὀπώρας γέννημα καὶ τὸν τοῦ σπόρου καρπόν, διότι αὐχενίζεται τρόπον τινὰ καὶ ἄγχεται πνεῦμα ζῳοφυτοῦν ἐν ἀρετώσῃ γῇ καὶ ὅτι ταῖς τοῦ θεοῦ δωρεαῖς ὁ κεκτημένος ἐναλύει καὶ ἐνσπαθᾷ προσαναρρηγνὺς τὰς ἀδίκους ἐπιθυμίας αὑτοῦ, μέτροις αὐτὰς μὴ περιορίζων.“

ἆρ’ οὐκ ἄξιον ἐρασθῆναι τῶν τοιούτων ὑφηγήσεων, αἳ μακρόθεν τῶν ἐπ’ ἀνθρώποις πλεονεξιῶν τὴν λύσσαν ἀνείργουσι καὶ ἀνακόπτουσιν; ὁ γὰρ ἀπομαθὼν ἐν φυτοῖς ἰδιώτης κέρδος ἄδικον, εἰ λαβόμενος μειζόνων πραγμάτων γένοιτο βασιλεύς, χρήσεται τῷ ἔθει πρὸς ἄνδρας ὁμοῦ καὶ γυναῖκας οὐ διττοὺς φόρους ἀναπράττων οὐδὲ διττοῖς δασμοῖς τοὺς ὑπηκόους ἐκτραχηλίζων· ἱκανὸν γὰρ τὸ σύντροφον ἔθος μαλάξαι σκληρὰ ἤθη καὶ τρόπον τινὰ παιδαγωγῆσαι καὶ διαπλάσαι πρὸς βελτίονας τύπους· τύποι δ’ ἀμείνους εἰσίν, οὓς ἐνσφραγίζεται ψυχῇ δικαιοσύνη.

Ταῦτα μὲν ἑνὶ ἑκάστῳ νομοθετεῖ. καθολικώτεραι δὲ προστάξεις εἰσὶν ἕτεραι, ἃς ἅπαντι τῷ ἔθνει κοινῇ διαγορεύει, παραινῶν ὡς προσενεκτέον οὐ φίλοις καὶ συμμάχοις αὐτὸ μόνον ἀλλὰ καὶ τοῖς τῆς συμμαχίας ἀφισταμένοις.

ἐὰν γάρ, φησίν, εἴσω τειχῶν κατακλείσαντες αὑτοὺς ἀπαυχενίζωσιν, ἡ ὑμετέρα νεότης εὐοπλοῦσα μετὰ τῶν εἰς πόλεμον παρασκευῶν ἐπίτω καὶ στρατόπεδον ἐν κύκλῳ βαλλομένη καραδοκείτω [*](1 μὴ om. A παιδευόμενος Α 1.2 καὶ μὴ βαρύνειν G 2 αὐτὴν om. F ἀναγκαῖόν F ἀπεφήνατο M 3 τῶν τοσούτων S, τὸ τοιοῦτον F 4 γένημα H 5 ζωφυτοῦν Α, ζωόφυτον M τοῦ om. AF G ἀναλύει F, ἐναλύει om. Α ἐνσπαθεῖ Α, ἐνσπαταλᾶ M, ἐντρυφᾷ S προσαναρρηγνύων (sed ὢν in ras.) F, καὶ προσαναρρήγνυσι M 7 αὐτοῦ codd. 8 τῶν τοιούτων των λύσσαν SM: τῶν ora. ceteri (v) ὑπ’ ἀνθρώποις (sic) F 9 πλεονεξιῶν τὴν λύσσαν scripsi: τὴν λύσσαν (om. πλεονεξιῶν) G, πλεονεξιῶν (om. τὴν λύσσαν) ceteri (v) 10 εἰ λαβόρενος] λαμενος (sic) S πραγμάτων] χρημάτων coni. Mang. 11 τῷ ἔθει post γυναῖκας transp. HP (Turn.) 12 διττοὺς SM: δισσοὺς ceteri (v) διττοῖς addidi 13 ἔθος] ἦθος Α 15 οὓς] οἷς M 16 ἑνὶ καὶ ἑνὶ ceteri (v) καθολικώτερον F 16 17 προστάξεις] πράξεις Α 17 κοινῇ] κοινωνεῖ καὶ Α 18 ὡς] οὐ S προσεκτέον Α οὐ om. Α αὐτῶ MA 19 γάρ οm. S τειχῶν SM: τειχέων ceteri (v) 20 αὐτοὺς codd. ἀπαυχενίζουσιν F, ἀπαυχενίζειν μέλλωσιν G ἡ ἡμετέρα M, ἡμετέρα (om. ἡ) S εὐοπλοῦσα om. M 21 παρασκευὴν G ἐπίτω καὶ ν (Turn.): ἐπὶ Tto καὶ FHP, ἐπιέτω καὶ M, ἐπεὶ καὶ S, ἐπὶ το κϊ sp. 3—4 litt. Α, sp. 5 litt. τό G βαλομένη FGP) [*](3 Deut. 22,9. 12 Escur. ibid.: δασμοῖς τοὺς ὑπηκόους ἐκτραχηλίζει. 19 Deut. 20,10 sqq.)

v.5.p.261
μηδὲν ὀργῇ πρὸ λογισμοῦ χαριζομένη, βεβαιότερον ὅπως καὶ σταθερώτερον ἐγχειρῇ τοῖς πρακτέοις.