De Specialibus Legibus (lib. i‑iv)

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.

κίνδυνος γὰρ οὐ ταῖς θυγατράσι μόνον περὶ τῆς τῶν σωμάτων ἁγνείας ἐστίν, ἀλλὰ καὶ τοῖς ἐπιμεληταῖς, οὐ μόνον ὅτι εἰς τὸν ἀναγκαιότατον τῆς ἀκμῆς καιρὸν οὐ παρετήρησαν, ἀλλ’ ὅτι καὶ ὡς παρθένους τὰς ὑφ’ ἑτέρων ἐφθαρμένας ἐνεγύησαν ἀπατῶντες καὶ φενακίζοντες τοὺς λαμβάνοντας.

εἶτα ἐὰν περιγένωνται τοῖς δικαίοις, τιμάτωσαν οἱ δικασταὶ κατὰ τῶν ψευδεῖς αἰτίας πλαττομένων χρημάτων ζημίας καὶ τὰς διὰ πληγῶν εἰς τὰ σώματα ὕβρεις καὶ—τὸ πάντων ἐκείνοις ἀηδέστατον—τὴν τῶν γάμων βεβαίωσιν, [*](1 ὁρμαῖς εὐθὺς S ὁποῖαί ποτ’ Α ὦσι (sic) M 2 καὶ ἀπροοράτως σώμασιν om. S 3 ἐμπεπίπτοντες (sic) F, ἐμπίπτοντες Α ἄτε] ἅπαντα coni. Mang. ῥύμῃ] τρυφὴ S 4 βιαία Α 5 κόρας om. Α 6 τε om. MHP (v) σώσαντες coni. Mang. 7 ἀσταῖς S1FAG: αὐταῖς S2MHP (Turn.) ἐὰν om. F 8 τεχνάζουσι F, τεχνάσωσι SM μηδεμιᾶς S εὑρίσκοντες SM εἶτε F 9 τραπόμενοι] πραττομένοις F τῶν φανερῶν Μ (Mang.), καθαρῶς (sic) Α τὰ ἀφανῆ S: τἀφανῆ ceteri 10 τρέπωσι SM: τρέπουσι ceteri κατηγορῶσιν SM, ῶ ex οὐ corr. H: κατηγοροῦσιν ceteri post ὅτι add. ὡς Mang., om. codd. δόξαντας Α 11 γυναῖκες H (Turn.) ἐφωράθησαν HP (Turn.), φωραθείσας εὗρον Α 12 παρέστωσαν coni. Mang. δὲ SM: δ’ ceteri 15 οὐ μόνον ὅτι om. SF εἰς] εἰ SF 16 παρετήρησαν S: παρεφύλαξαν ceteri (v) καὶ ὡς SMF: τὰς ceteri (v) παρθένος F1 17 ἐνεγύησαν scripsi: εγγύησαν Μ ἐνεγγύησαν ceteri (v), συνέστησαν S εἶτ’ MGHP ἐὰν] ἄν F, ἐὰν μὴ S Ι7. 18 εἴ τι δ’ ἂν περιγένηται Α 18 τοῖς δικαίοις] τούτοις S κατὰ δὲ τῶν AP2, κατ’ αὐτῶν G ψευδεῖς SF: τὰς ψευδεῖς ceteri (v) 19 πλαττομένων S: πλασσομένων ceteri (v)) [*](5 sqq. Deut. —21. cf. loseph. Ant. Iud. IV § 246248.)

v.5.p.173
ἐὰν ὑπομένωσιν αἱ γυναῖκες ἔτι τοῖς τοιούτοις συνοικεῖν· ταῖς μὲν γὰρ ἐφίησιν ὁ νόμος θελούσαις καὶ μένειν καὶ ἀπαλλάττεσθαι, τοὺς δὲ οὐδετέρου κυρίους ἀπέφηνεν, ἀνθ’ ὧν ἐσυκοφάντησαν.

Ὄνομα μὲν ἀνδροφονία κατὰ τοῦ κτείναντος ἄνθρωπον ἐπιφημίζεται, τὸ δ’ ἀληθὲς ἔργον ἐστὶν ἱεροσυλία καὶ ἱεροσυλιῶν ἡ μεγίστη, διότι τῶν ἐν κόσμῳ κτημάτων καὶ κειμηλίων οὐδὲν οὔτε ἱεροπρεπέστερον οὔτε θεοειδέστερόν ἐστιν ἀνθρώπου· * * *

παγκάλης εἰκόνος πάγκαλον ἐκμαγεῖον ἀρχετύπου λογικῆς ἰδέας παραδείγματι τυπωθέν. τὸν οὖν ἀνδροφόνον εὐθὺς ἀσεβῆ καὶ ἀνοσιουργὸν ὑποληπτέον, ἀνοσιουργημάτων καὶ ἀσεβημάτων δρῶντα τὸ μέγιστον, ὃν ἀμείλικτα ἐργασάμενον ἀναιρετέον, ἐπειδὴ μυρίων θανάτων ἐπάξιος ὢν ἕνα ὑπομένει διὰ τὸ τῆς τιμωρίας ἀθάνατον εἰς πλῆθος μὴ πεφυκυίας συναύξεσθαι· χαλεπὸν δὲ οὐδέν, [*](1 ἔτι τοῖς τοιούτοις F: ἔτι τοῖς αὐτοῖς S, ἔτι αὐτοῖς MAG, αὐτοῖς ἔτι HP (v) 2 καὶ θελούσαις transp. S δὲ SF: δ’ ceteri 2. 3 οὐδ’ ἑτέρου GH (Turn.) 3 ἀπέφηναν Γ’. ἀπέφαινεν S 4 tit. κατὰ ἀνδροφόνων SF mg M, περὶ ἀνδροφόνων Α, τοῦ αὐτοῦ φίλωνος ἰουδαίου περὶ ἀνδροφόνων Η2, περὶ ἀνδροφονίας mg G mg Η1 mg P 5 κτείνοντος S 7 καὶ] τε καὶ ΑΗ2 οὐδὲν οὔτε] οὐδενός τε F θεοπρεπέστερον S 8 ἔστι γὰρ ante παγκάλης suppleo, ὅς ἐστι Mang. 9 ἀρχετύπου Turn. (v): ἀρχέτυπον codd. καὶ ἀρχέτυπον M) οὐ μόνον ὅτι ante λογικῆς add. S παραδείγματι codd.: παράδειγμα Turn. οὖν] νοῦν S 10 ἀσεβῆ ἀνοσιουργὸν καὶ ἀσεβῆ (sic) ΑΗ2 11 τὸ μέγιστον δρῶντα transp. H1P (v) ἀμείλικτα SF: ἀμείλικτ᾿ ceteri 12 ἐπειδὴ suspectum; καίτοι conicio ἄξιος M Nicet. ὢν] ἦν S ἕνα ὑπομένει] εἰ ὑπέμενεν S 12.13 διὰ τὸν τῆς τιμωρίας θάνατον S 13 ἀθάνατον corruptum; εὐθάνατον coni. Mang., εἶδος conicio vel διὰ τὸν τῆς τιμωρίας τρόπον δὲ SFA: δ’ ceteri) [*](7—174,11 Nicetae Cetena in Lucam (Vat. 1611 fol. 245v): Φίλωνος: οὐδὲν γὰρ οὔτε ἱεροπρεπέστερον οὔτε θεοειδέστερόν ἐστιν ἀνθρώπου, παγκάλης εἰκόνος πάγκαλον ἐκμαγεῖον, ἁγνότερον παντὸς κειμηλίου, ἀπεικόνισμα καὶ μίμημα τῆς ἀιδίου οὐσίας, τὸν νοῦν λαβών. τὸν οὖν ἀνδροφόνον ἀσεβῆ καὶ ἀνοσιουργὸν ὁ νόμος ὑπολαμβάνων ὡς ἀμείλικτα ἐργασάμενον εὐθὺς ἀναιρεῖ· καὶ μυρίων θανάτων ἄξιος ὢν ἕνα ὑπομένει—λαβόντες τοῦ πάθους οἶκτον. sequuntur verba haec (cf. Wendland vol. II p. XV): πρότερον μὲν ὁ νόμος τὰ ἐν οἷς εὐκολώτερον διολισθαίνομεν διορθωσάμενος, οἷον τό μοιχεύειν, ἐπειδὴ τὸ πῦρ φυσικόν ἐστιν καὶ ἔνδοθεν, καὶ τὸ φονεύειν, ἐπειδὴ μέγα θηρίον ὁ θυμός, δεύτερα τὰ σπανίως συμβάντα τίθησι, λέγων μὴ κλέψαι (sic), μὴ ψευδομαρτυρήσῃς. 10 Exod. 21,12. Lev. 24 17.21 Num. 35,16. 31.)

v.5.p.174
εἰ ταὐτὸν οἷς διέθηκέ τις πείσεται.

καίτοι πῶς ἐστι ταὐτόν, εἰ καὶ χρόνοις καὶ πράξεσι καὶ βουλήμασι καὶ προσώποις διαλλάττει; ἢ οὐχὶ τὸ μὲν χειρῶν ἄρχειν ἀδίκων ἐστὶ πρότερον, τὸ δ’ ἀμύνεσθαι ὕστερον; καὶ ἀνδροφονία μὲν παρανομώτατον, ἡ δὲ κατὰ ἀνδροφόνων κόλασις νομιμώτατον; καὶ ὁ μὲν κτείνας ἐκπεπλήρωκε τὴν ἐπιθυμίαν ὃν προῄρητο ἀνελών, ὁ δὲ πεπονθὼς ἅτε γεγονὼς ἐκποδὼν οὔτ’ ἀντιδιαθεῖναι οὔτ’ ἀντεφησθῆναι δυνατός ἐστι; καὶ ὁ μὲν ἐπιβουλεύειν αὐτοχειρίᾳ πέφυκε δι’ ἑαυτοῦ, τῷ δ’ ἀτελὴς ἡ ἐπέξοδος, εἰ μὴ συγγενεῖς ἢ φίλοι προαγωνίσαιντο λαβόντες τοῦ πάθους οἶκτον;

Ἐάν τις ἐπανατείνηται ξίφος, ὥστε ἀποκτεῖναι, κἂν μὴ ἀνέλῃ, ἔνοχος ἔστω προαιρέσει γεγονὼς ἀνδροφόνος, εἰ καὶ μὴ τὸ τέλος τῇ γνώμῃ συνέδραμε. τὰ δ’ αὐτὰ πασχέτω, κἂν σὺν τέχνῃ τις ἐξ ἐνέδρας, οὐ θαρρῶν ἄντικρυς ἐπιχειρεῖν, βουλεύῃ καὶ μηχανᾶται δολερῶς τὸν φόνον· ἐναγὴς γὰρ καὶ οὗτος εἰ καὶ μήπω ταῖς χερσὶν ἀλλά τοι τῇ

ψυχῇ καθέστηκεν. ὥσπερ γάρ, οἶμαι, πολεμίους οὐ μόνον τοὺς ἤδη ναυμαχοῦντας ἢ πεζομαχοῦντας ἀλλὰ καὶ τοὺς εἰς ἑκάτερον παρεσκευασμένους καὶ τὰς ἑλεπόλεις ἐφιστάντας τοῖς λιμέσι καὶ τείχεσι, κἂν μήπω [*](1 ταὐτὸν S: τὰ αὐτὰ ceteri (v), ταὐτὰ Nicet. διέθηκέ τις F, ἔθηκέ τις Nicet.: τις om. ceteri (v), διέθηκεν (??) H1P ὃ πείσεται M πῶς ἐστι] οὐδὲ Nicet. εἰ S: ὅ AH2, εἰ ὃ ceteri, ἀλλὰ Nicet. 2 πράξεσι S: πράξει ceteri (v) βουλήματι F, βουλεύμασι ΑΗ2 (Mang.) διαλλάττει· ἡ S: διαλλάττον εἴη ceteri (v), διαλλάσσον ἐστίν Nicet. οὐχὶ om. Nicet. 2. 3 τὸ μὲν F Nicet.: μέν om. ceteri (v) 3 ἀμύνεσθαι SF Nicet.: ἀμύνασθαι ceteri (v) 4 κατὰ S: κατ’ ceteri 5 ὃν προήρητο F Nicet.: ἢν προῃρεῖτο S, ὃν τρόπον ᾑρεῖτ’ ceteri (Turn.) 6 ὁ δὲ] ὅ τε M ἐκποδὼν] ἐκ παθῶν AH2 οὔτ’] οὐδ’ SH1P (v) ἀντιδιατιθέναι S οὔτ’] οὐδ’ S 7 ἀντεφησθῆναι] ἀνταφαιρεθῆναι S, ἀντιστῆναι Nicet. ἐστιν S αὐτοχειρία ἐπιβουλεύειν transp. S 8 ἑαυτοῦ S: αὐτοῦ ceteri δ’ SF Nicet.: δὲ ceteri ἡ ἐπέξοδος codd. et Nicet.: ἡ om. v ἢ φίλοι] καὶ φίλοι Η1Ρ (v) 10 tit. περὶ ἐπιτιθεμένων add. SF mg M mg Η1 mg P ὥστε SF: ὥστ’ ceteri 11 ἔστω] ἔσται Η (Turn.) 12 γνώμῃ] τέχνη AH2 κἂν] καὶ S σὺν τέχνη τις] συντεχνήτης S1, συντεχνίτης S2, συνέλῃ τις AH2 post τις repet. συνέδραμεν H1P 13 οὐ] οὐ γὰρ ΑΗ2 καὶ ἐπιχειρεῖν GH1P (Turn.) βουλεύῃ F: βουλεύει S, βουλεύηται MGH1P (v), δόλῳ βουλεύεται AH2 14 ἐναγὴς] ἐναργὴς SF καὶ aute οὗτος om. FH1P τοι om. AH2 15 ἤδη om. S 16 ἢ πεζομαχοῦντας om. S post πεζομαχοῦντας (ναυμαχοῦντας) addunt codd. praeter F νομιστέον, omisi cum F εἰς om. G 16. 17 ἐσκευασμένους 6 17 ἐπιστάντας MGP λιμέσιν καὶ τείχεσιν 8 μήπω S: μὴ ceteri (v)) [*](10 Num. 35.10. 12 Exod. 21.14. Num. 3520.)

v.5.p.175
συμπλέκωνται, κρίνομεν, οὕτως καὶ ἀνδροφόνους χρὴ νομίζειν οὐ τοὺς κτείναντας αὐτὸ μόνον ἀλλὰ καὶ τοὺς πάντα δρῶντας εἰς τὸ ἀνελεῖν ἢ φανερῶς ἢ λάθρα, κἂν μὴ τὸ ἀδίκημα ὦσιν εἰργασμένοι.

ἐὰν δὲ καὶ ὑπὸ δειλίας ἢ θράσους, μαχομένων καὶ ἐπιλήπτων παθῶν, καταφυγεῖν τολμῶσιν εἰς τὸ ἱερὸν ὡς ἀσυλίαν εὑρησόμενοι, κωλυτέον· κἂν ὀφθῶσι παρεισδύντες, ἐκδοτέον ἐπ’ ἀναιρέσει τοιαῦτα ἐπιλέγοντας, ἀσυλίαν ἀνιέροις τὸ ἱερὸν μὴ παρέχεσθαι. πᾶς γὰρ ὁ ἀνίατα δρῶν ἐχθρὸς θεῷ· ἀνδροφόνοι δὲ ἀνίατα δρῶσιν, ἐπεὶ καὶ οἱ ἀνδροφονηθέντες ἀνίατα πεπόνθασιν.

ἢ τοῖς μὲν μηδὲν ἡμαρτηκόσιν, ἕως ἂν ἀπολούσωνται καὶ περιρρανάμενοι καθαρθῶσι τοῖς εἰωθόσι καθαρσίοις, ἄβατος ὁ νεώς ἐστι, τοὺς δὲ ἐνόχους ἀνεκπλύτοις ἄγεσιν, ὧν τὰ μιάσματα οὐδεὶς ἀπονίψει χρόνος, ἄξιον ἐπιφοιτᾶν καὶ ἐνδιατρίβειν τοῖς ἕδεσιν, οὓς οὐδ’ ἂν οἰκία δέξαιτο κοσμίων ἀνδρῶν οἷς μέλει τῶν ὁσίων;

προστιθέντας οὖν ἀδικήματα ἀδικήμασιν, ἀνδροφονίᾳ παρανομίαν καὶ ἀσέβειαν, ἀναγκαῖον ἀπάγειν δώσοντας δίκην, τοὺς ὡς ἔφην ἄξια μυρίων θανάτων, οὐχ ἑνός, εἰργασμένους. ἄλλως τε τοῖς συγγενέσι καὶ φίλοις τοῦ δολοφονηθέντος ἀποκεκλείσεται τὸ ἱερόν, εἰ ὁ ἀνδροφόνος ἐνδιατρίβοι, μὴ ἂν ὑπομείνασιν εἰς ταὐτόν ποτε ἐλθεῖν· ἄτοπον δὲ ἑνὸς ἕνεκα πολλοὺς καὶ τοῦ παρανομωτάτου τοὺς παρανομηθέντας ἐξελαύνεσθαι, οἳ πρὸς τῷ μηδὲν ἁμαρτεῖν [*](1 οὕτως SFP: οὕτω ceteri οὐ] οὐ μόνον S 2 κτείναντας FG: κτείνοντας ceteri (v) πάντας M εἰς τἀνελεῖν MH1P 3 μὴ τὸ 010. F τἀδίκημα MAH-P ἐργασάμενοι S tit. περὶ τοῦ δεῖν ἐκδιδόναι εἰς τὸ ἱερὸν καταφυγόντα θανάτου ἄξια δρᾶντα (sic) add. S mg M 4 μαχομένων] μισουμένων M καὶ] ἢ SAH2 καταφυγεῖν SFN: καταφεύγειν ceteri (v) 5 ὀφθῶσι FN(S1?): (??) ὦσιν (ras. 2 vol 3 litt.) S, φθάνωσι ceteri (v) 16 παρεισδύναντες S προδοτέον S τοιαῦτα SFN: ταῦτ’ ceteri (v) ἐπιλέγοντες SG 7 παρεχέτω SFX εἰ πᾶς S post δρῶν add. ἀδίκως ἀδικῶν S 8 δὲ FN: δ’ ceteri δρῶσιν] ἀδικοῦσιν FN 9 ἢ SFAH2: ἦ ceteri (v) μὲν om. N 9. 10 περιρρανώμενοι H1P; περιρρανόμενοι v 10 καθαρθῶσι post καθαρσίοις transp. AH2 11 δὲ FNAH2: δ’ ceteri ὧν τὰ μιάσματα] τὰ μιάσματα οὓς S ἀπονίψει] ἀπαλείψει FN 12 φοιτᾶν S ἕδεσιν S1AH2 εὐαγέσιν S2): ἕδεσιν ceteri 13 καὶ κοσμίων S οἷς μέλει τῆς ὁσίας τῶν ὁσίων FN προστιθέντες N οὖν add. mg H1P, om. in textu H1P 13. 14 ἀδικήματο SF: ἀδικήματ’ ceteri 14 καὶ om. G ἀναγκαῖον—εἰργασμένους (15) om. ΑΗ2 ἀπάγειν] ἐπάγειν S, ἄγειν FN 15 τοὺς οὖν G 16 συγγενέσι καὶ S: συγγενέσιν ἢ ceteri (v) 16. 17 ἀποκλείσεται SAH2 17 ἐνδιατρίβει F ὑπομείνωσιν H1P 18 ταὐτόν S: ταὐτό ceteri ποτε SF: ποτ’ ceteri δὲ SFA: δ’ ceteri ἕνεκεν S πολλοὺς SF: τοὺς πολλοὺς ceteri (v) 19 μηθὲν MGH1) [*](3—18 N fol. 158v: ἐὰν δὲ καὶ—εἰς ταὐτό ποτε ἐλθεῖν. 4 Exod. 2114.)

v.5.p.176
ἔτι καὶ πένθος πρόωρον ἀνεδέξαντο.

τάχα μέντοι καὶ τὰ μακρὰν ὀξυωπίᾳ λογισμοῦ πεφυκὼς ἐμβλέπειν προὐνόησε μὴ φόνον ἐν τῷ ἱερῷ γενέσθαι κατὰ τὰς ἐπιφοιτήσεις τῶν τοῦ σφαγέντος ἐπιτηδείων, οὓς στοργή, πάθος ἀδούλωτον, ὥσπερ τοὺς ἐνθουσιῶντας καὶ κατεχομένους προκαλέσεται μόνον οὐκ αὐτοχειρίᾳ κτεῖναι τὸν ἀνδροφόνον· οὗ γενομένου συμβήσεταί τι τῶν ἀνοσιωτάτων, αἵματι γὰρ ἀνδροφόνων αἷμα θυσιῶν ἀνακραθήσεται, τὸ τῶν καθωσιωμένων τῷ μὴ καθαρῷ. διὰ μὲν δὴ ταῦτα κελεύει καὶ ἀπ’ αὐτῶν τῶν βωμῶν ἐκδοῦναι τὸν ἀνδροφόνον.

Ἀλλ’ οἱ μὲν ξίφεσιν ἢ δορατίοις ἢ βέλεσιν ἢ ξύλοις ἢ λίθοις ἤ τισιν ὁμοιοτρόποις ἀναιροῦντες δύνανται μὴ προβεβουλευμένοι μηδ’ ἐκ πολλοῦ παρ’ αὑτοῖς λελογισμένοι τὸ ἄγος, ἐκ ταὐτομάτου διακινηθέντες καὶ θυμῷ δυνατωτέρῳ χρησάμενοι λογισμοῦ, δρᾶσαι τὸν φόνον, ὡς ἡμίεργον τὴν πρᾶξιν εἶναι, τῆς διανοίας μὴ προκατεσχημένης ἐκ μακροῦ τοῖς μιάσμασιν.

εἰσὶ δὲ ἕτεροι πονηρότατοι, χερσὶ καὶ γνώμαις ἐναγεῖς, οἱ μάγοι καὶ φαρμακευταί, σχολὴν καὶ ἀναχώρησιν ἐνδιδόντες αὑτοῖς πρὸς καιρίους ἐπιθέσεις καὶ τέχνας καὶ μηχανὰς πολυτρόπους ἀνευρίσκοντες ἐπὶ ταῖς τῶν πλησίον συμφοραῖς.

ὅθεν κελεύει φαρμακευτὰς καὶ φαρμακίδας μηδεμίαν ἡμέραν ἀλλὰ μηδ’ ὥραν ἐπιβιοῦν, ἀλλ’ ἅμα τῷ ἁλῶναι τεθνάναι, μηδεμιᾶς ἐγγινομένης προφάσεως εἰς ἀναβολὴν καὶ ὑπέρθεσιν τῆς τιμωρίας· τοὺς μὲν γὰρ ἄντικρυς ἐπιβουλεύοντας δύναιτ’ [*](1 ἔτι] ὅτι F, om. H1P1 πρόωρον] ἄωρον MAH2 ἐδέξαντο AH2 2 ὀξυωπία SF: ὀξύτητι ceteri (v) ἐμβλέπειν SF: ἐπιβλέπειν ceteri (v) προενόησε ΑΗ2 3 κατὰ] διὰ M 3. 4 οὗ στοργὴ (sic) S 4 οὕσπερ S 5 προσκαλέσεται AH2 μονονοὺ καὐτοχειρία FH1P, μονονοὺ εἰς αὐτοχειρίαν M 6 ἀνοσιωτάτων mg H1 ἀτοπωτάτων in textu Η1 ἀνδροφόνων] ἀνθρώπων S θυσιῶν] ὁσίων F 7 τῶν καθοσιωμένων S τὸ τῶν καθωσιωμένων scripsi): τὸ καθοσιούμενον F, τὸ καθοσιωμένον H1P, τὸ καθωσιωμένον eeteri (v) 8 τῶν βωμῶν S: τῶν om. ceteri (Turn.) ἐκδοῦναι S: ἐκδιδόναι ceteri (v) τὸν om. S 10 προβεβουλευμένοι F: προβουλευόμενοι ceteri (v) 11 αὐτοῖς codd. κινηθέντες Γ’ 12 καὶ om. S διαδράσαι 13 τῆς] τοῖς P 14 tit. κατὰ φαρμακῶν add. S mg M δὲ S: δ’ coteri πονηρότεροι AH2 ἐναγέσιν AH2 15 σχολῆς F καὶ] κατ’ S αὑτοῖς SGH1: αὐτοῖς ceteri 17 πλησίον SM: πλησίων ceteri (Turn.) 18 φαρμακίδας] φαρμακείας S ἀλλὰ μηδ’ ὥραν om. H1P (Turn.) ἐπιβιοῦν SF: βιοῦν ceteri (Turn.) 20 ἄντικρυς S: φανερῶς ἄντικρυς FH1P, φανερῶς κἄντικρυς Η1 (v), ἄντικρυς φανερῶς MAH2, ἄντικρυς καὶ φανερῶς G) [*](9 Num. 3.5,22. 23. 17 Exod. 22,18. Deut. 18,10. d. loseph. Ant. lud. IV § 279 φάρμακον μήτε θανάσιμον μήτε τῶν εἰς ἄλλας βλάβας πεποιημένων Ἰσραηλιτῶν ἐχέτω μηδέ εἷς· ἐάν δέ κεκτημένος φωραθῇ, τεθνάτω, τοῦτο πάσχων ὃ διέθηκεν ἄν ἐκείνους καθ’ ὧν τὸ φάρμακον ἢν παρεσκευασμένον.)

v.5.p.177
ἄν τις φυλάξασθαι, τῶν δὲ κρύφα συντιθέντων καὶ σκευωρούντων τὰς ἐπιθέσεις φαρμακείαις οὐ ῥᾴδιον τὰς τέχνας συνιδεῖν.

ἀναγκαῖον οὖν, ἃ μελλήσουσι δι’ αὐτοὺς ἕτεροι παθεῖν, τοὺς δρῶντας προδιαθεῖναι. καὶ γὰρ ἄλλως ὁ μὲν ἐμφανῶς ξίφει κτείνων ἤ τινι ὅπλῳ τῶν ὁμοιοτρόπων καθ’ ἕνα καιρὸν ὀλίγους ἀνελεῖ, φαρμάκοις δὲ θανασίμοις μυρίους ὅσους τὴν ἐπιβουλὴν οὐ προαισθανομένους ἐδωδίμοις τισὶν ἀναμίξας καὶ συνανακερασάμενος.

ἤδη γοῦν πολυάνθρωπα συσσίτια καθ’ ἑταιρείαν συνεληλυθότων ἐπὶ τοὺς αὐτοὺς ἅλας καὶ τὴν αὐτὴν τράπεζαν ἐν σπονδαῖς ἄσπονδα ἔπαθεν ἐξαίφνης διαφθαρέντα καὶ θάνατον ἀντ’ εὐωχίας ἀντηλλάξατο. διὸ προσήκει κατὰ τῶν τοιούτων καὶ τοὺς ἐπιεικεστάτους καὶ τοὺς μετριοπαθεστάτους φονᾶν, μόνον οὐκ αὐτόχειρας γινομένους καὶ νομίζοντας εὐαγὲς εἶναι τὸ μὴ ἑτέροις τὴν τιμωρίαν ἐπιτρέπειν ἀλλ’ ἑαυτοῖς.

πῶς γὰρ οὐκ ἔστι πάνδεινον, διὰ τροφῆς ἣ τοῦ ζῆν αἰτία καθέστηκε θάνατον τεχνάζειν καὶ τοῖς φύσει τροφίμοις φθοροποιὸν ἐνεργάζεσθαι μεταβολήν, ἵνα τινὲς διὰ φυσικὴν ἀνάγκην ἐπ’ ἐδωδὴν καὶ πόσιν ἰόντες, οὐ προϊδόντες τὴν ἐνέδραν, ὡς σωτήρια προσῶνται τὰ πανωλεθρίας αἴτια;

τὴν δ’ αὐτὴν ὑπομενέτωσαν τιμωρίαν, κἄν [εἴ] τινες θανάσιμα μὴ συντιθέντες τὰ δι’ ὧν μακραὶ κατασκευάζονται νόσοι προσφέρωσι· θάνατοι γὰρ πολλάκις αἱρετώτεροι νόσων εἰσὶ καὶ μάλιστα τῶν τοιούτων, αἳ μήκεσι χρόνων ἀποτείνονται καὶ τέλος ἔχουσιν οὐκ αἴσιον· δυσίατα γὰρ ἤδη καὶ παντελῶς ἀθεράπευτα τὰ ἐκ φαρμακειῶν ἀρρωστήματα.

χαλεπώτερα μέντοι συμβαίνειν φιλεῖ τῶν ἐν τοῖς σώμασι καὶ [*](1 συντεθέντων F σκευωρούντων S: συσκαιωρούντων FH1P (Turn.) συσκευωρούντων ceteri (Mang.) 2 οὑν om. F 3 μελλήσουσιν S, μελήσουσιν F δι’ αὐτοὺς MGPH2, δι’ αὐτοὺς Α: δι’ αὐτῶν H1 (v), αὐτοῖς F, αὐτοὶ καὶ S δρῶντας] ζῶντας S; δράσοντας coni. Mang. 4 μὲν] μὴ AH2 ξίφει om. S 5 ὀλίγους om. M ἀνελεῖ] ἂν ἀνέλοι S2, ἀναιρεῖ MAH2 ὅσους om. P 6 οὐ] μὴ ΑΗ2 προαισθομένους S 6. 7 ἀνακερασάμενος S 7 ἑταιρίαν MAH2 7.8 συνεληλυθότα FAH2 9 ἄσπονδα SF: ἄσπονδ’ ceteri ἀντ’ om. F 9. 10 ἀντηλλάξατο F: ἀντηλλάξαντο S, ὑπηλλάξαντο ceteri (v) 11 τοὺς om. AH2 μόνον οὐκ αὐτόχειρας γινομένους S: μονονοὺ γινομένους (γεν. Μ) αὐτόχειρας ceteri (v) 12 ἐναγὲς AH2 13 διὰ τροφῆς ἢ codd.: δι’ ἆ τροφῆς ἢ Turn. (Richt.), διὰ τροφῆς ἢ Mang. 14 τεχνάζειν F: τεχνάζεσθαι ceteri (v) τοῖς] ταῖς M 14. 15 ἐνεργάζεσθαι F: ἐργάζεσθαι ceteri (v) 15 ἐπὶ Α 16 προιδόντες S: προειδόμενοι ceteri (v) σωτηρίαν SF προῶνται S, πρόσονται Α 17 πανωλεθρίας SF: παντολέθρια MAH2G, παντώλεθρα H1P; πανώλεθρα v αἴτια SF: σιτία ceteri (v) κὰν] καὶ F εἰ seclusi (quod si tenetur, 1. 18. 19 προσφέρουσι scribendum) 18 τὰ] τὰ δὲ G 20 μήκει M ἐκτείνονται M τέλος αἴσιον οὐκ ἔχουσι F 21 δυσίατα] δύο ταῦτα F ἐκ τῶν φαρμακειῶν AH2 Philonis opera voL V. 12)

v.5.p.178
τὰ περὶ τὰς ψυχὰς πάθη τῶν ἐπιβουλευομένων· ἐκστάσεις γὰρ καὶ παραφροσύναι καὶ ἀφόρητοι μανίαι κατασκήπτουσι, δι’ ὧν ὁ νοῦς, ἣν μεγίστην ἀπένειμεν ἀνθρώπων γένει δωρεὰν ὁ θεός, κακούμενος πάσας κακώσεις, ὅταν ἀπογνῷ τὰ σωτήρια, μετανίσταται καὶ μετοικίζεται τὸ τῆς ψυχῆς φαυλότερον εἶδος ὑπολειπόμενος ἐν τῷ σώματι, τὸ ἄλογον, οὗ καὶ τὰ θηρία μετέσχηκεν, ἐπειδὴ πᾶς ὁ ἐρημωθεὶς λογισμοῦ τοῦ κρείττονος μέρους ψυχῆς μεταβέβληκεν εἰς θήρειον φύσιν, κἂν ἔτι

μένωσιν οἱ τοῦ σώματος χαρακτῆρες ἀνθρωπόμορφοι. τὴν μὲν οὖν ἀληθῆ μαγικήν, ὀπτικὴν ἐπιστήμην οὖσαν, ᾗ τὰ τῆς φύσεως ἔργα τρανοτέραις φαντασίαις αὐγάζεται, σεμνὴν καὶ περιμάχητον δοκοῦσαν εἶναι, οὐκ ἰδιῶται μόνον ἀλλὰ καὶ βασιλεῖς καὶ βασιλέων οἱ μέγιστοι καὶ μάλιστα οἱ Περσῶν διαπονοῦσιν οὕτως, ὥστ’ οὐδένα φασὶν ἐπὶ βασιλείαν δύνασθαι παραπεμφθῆναι παρ’ αὐτοῖς, εἰ μὴ πρότερον τοῦ μάγων γένους κεκοινωνηκὼς τυγχάνοι.