De Specialibus Legibus (lib. i‑iv)

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.

„εἰ μὲν τοὺς ἐπὶ γάμοις θεσμοὺς οὐ παραβέβηκας οὐδ’ ἀνὴρ ἕτερος ὡμίλησέ σοι καθυφεμένῃ τὰ πρὸς τὸν νόμῳ συνοικισθέντα δίκαια, ἀνυπαίτιος καὶ ἀθῷος ἴσθι· εἰ δ’ ὠλιγώρησας μὲν ἀνδρὸς καινὰς δὲ ἐζήλωσας ἐπιθυμίας ἢ ἐρασθεῖσα ἢ ἐρασθέντι ἐνδοῦσα, τὰ ἀναγκαιότατα καὶ φίλτατα προδοῦσα καὶ νοθεύσασα, μὴ ἀγνόει πάσαις ἀραῖς ἔνοχος γεγενημένη, ὧν τὰ δείγματα ἀναφανεῖς ἐπὶ τοῦ σώματος.

ἴθι δὴ ἔκπινε ποτὸν ἐλέγχου, ὃ τὰ κεκρυμμένα νῦν καὶ ἀδηλούμενα ἀπαμφιάσει καὶ ἀπογυμνώσει.“ ταῦτα γράψας ἐν χαρτιδίῳ καὶ ἀπαλείψας τῷ κατὰ τὸ ἀγγεῖον ὕδατι προτεινέτω τῇ γυναικί· ἡ δὲ πιοῦσα ἀπαλλαττέσθω προσδοκῶσα ἢ σωφροσύνης ἆθλον ἢ ἀκολασίας τὴν ἀνωτάτω τιμωρίαν. εἰ μὲν γὰρ σεσυκοφάντηται, σπορὰν καὶ γένεσιν τέκνων ἐλπιζέτω τῶν ἐπὶ στειρώσει καὶ ἀγονίᾳ φόβων καὶ φροντίδων ἀλογοῦσα· εἰ δ’ ἐστὶν ἔνοχος, ἐφεδρεύσοντα ἴστω γαστρὸς ὄγκον οἰδούσης καὶ πιμπραμένης καὶ τῶν περὶ μήτραν δεινὴν κάκωσιν, ἣν καθαρὰν οὐκ ἠξίωσε διατηρεῖν ἀνδρὶ τῷ κατὰ πάτρια γήμαντι.

τοσαύτην δ’ ἔχει πρόνοιαν ὁ νόμος τοῦ μηδὲν ἐπὶ γάμοις νεωτερίζεσθαι, ὥστε καὶ τοὺς συνιόντας [*](1 ἄντικρυς S1F ἀντικρὺ h. l. seclusi; ἔχων ἐν τῇ χειρὶ conicio coll. ἀντικρὺ ante στάς addidi στὰς οὑν Α 2 οὐδὲ F 3 ὡμίλησέ σοι] σε ὡμίλησε F καθυφιεμένη FL2 (Turn.) νόμῳ Mang. (Arm): νόμον codd. συνοικισθέντα S: συνεληλυθότα ceteri (v) 4 ἀθῷος S: ἀθώα ceteri (v) ἴθι S2A Arm ὠλιγώρηκας F (v) καινὰς M (Mang.): κενὰς ceteri δὲ F: om. ceteri (v) ἐζήλωσας scripsi: ζηλώσας Η, ζηλώσασ᾿ P, ζηλώσασα ceteri (v) ἢ ἐρασθέντι — νοθεύσασα (6) om. HP (Turn.) post ἐνδοῦσα add. καὶ Α 5. 6 τὰ ἀναγκαιότατα FG: τἀναγκαιότατα SMA 7 δείγματα SF: δείγματ’ ceteri ἀναφανῇς F, ἀναφανῇ Α Arm ἐπὶ] ἀπὸ Α ἴσθι SHP (Turn.) S δὴ S: δὴ καὶ ceteri (v) ἔκπιε Α, ἐκπίνουσα S2 τοῦ ἐλέγχου F ὃ] ὃς F, ὧ S2 νῦν F Arm: σοι AP, σου ceteri (v) ἀδηλούμενα SF Arm τὰ ἀδηλούμενα M, τὰ μὴ δηλούμενα Α, τἀδηλούμενά σοι GHP (v) 8.9 ἀπαμφιάσει SA ἐπαμφιάσει F, ἀπαμφιέσει ceteri (v) 10 τῷ om. Α κατὰ τὸ ἀγγεῖον SFA κατὰ κατ᾿ M) ἀγγεῖον ceteri (Turn.) ’πιοῦσ’ AHP 11 ἢ σωφροσὐτης F Arm ἢ om. ceteri (v) ἆθλον] ἔργον S 12 τιμωρίαν] τιμὴν ἢ τιμωρίαν Α (Mang.) γένεσιν SF: γέννησιν ceteri (v) τέκνων F: om. ceteri (v) 12. 13 ἐλπιζέτω post φόβων (13) transp. Α 13 ἀλογοῦσα] ἀλόγου F 14 ἐφεδρεύσοντα ἴστω F: ἐφεδρεύσοντα εἰς τὸν GHP1, ἐφεδρεύσοιτό σοι τὸν AP2, ἐφεδρεύσονται εἰς αὐτὴν SM (Mang.) τῆς γαστρὸς Α ὄγκος S2M (Mang.) 14. 15 πιμπραμένης S: πιμπλαμένης ceteri (v) 15 δεινὴ κάκωσις S2M (Mang.) 16 ἀνδρὶ διατηρεῖν transp. HP (v) πάτρια FL2: πάντα MGHP, παντὶ (sic) SA 17 μηδὲν SF Arm: μηδ’ ceteri (v) συνόντας Α 17 Lev. 15,18. cf. Ioseph. c. Ap. II § 203.)

v.5.p.168
εἰς ὁμιλίαν ἄνδρας καὶ γυναῖκας κατὰ τοὺς ἐπὶ γάμοις θεσμούς, ὅταν εὐνῆς ἀπαλλάττωνται, οὐ πρότερον ἐᾷ τινος ψαύειν ἢ λουτροῖς καὶ περιρραντηρίοις χρῆσθαι, πόρρωθεν μοιχείας ἀνείργων καὶ τῶν ἐπὶ μοιχείαις ἐγκλημάτων.

Ἐὰν δέ τις χήραν ἀποθανόντος ἀνδρὸς ἢ καὶ διαζευχθεῖσαν ἄλλως βιασάμενος αἰσχύνῃ, κουφότερον ἢ κατὰ μοιχείαν ἁμάρτημα δρῶν, ἥμισυ σχεδὸν ἐκείνου, τῆς μὲν θανάτου τιμωρίας ἀφείσθω, βίαν δὲ καὶ ὕβριν καὶ ἀκολασίαν καὶ θράσος τὰ αἴσχιστα ὡς κάλλιστα ἀποδεξάμενος κατηγορείσθω καὶ ὅ τι χρὴ παθεῖν ἢ ἀποτῖσαι τιμάτω τὸ δικαστήριον ἐπ’ αὐτῷ.

Ἀδελφὸν μὲν καὶ συγγενὲς ἀδίκημα μοιχείας φθορά, καθάπερ ἐκ μητρὸς μιᾶς, ἀκολασίας, φύντα· ἣν ἔνιοι τῶν εἰωθότων εὐπρεπέσιν ὀνόμασι τὰ αἰσχρὰ ἐπικοσμεῖν ἔρωτα ὀνομάζουσι τἀληθὲς ὁμολογεῖν ἐρυθριῶντες. ἀλλ’ ὅμως, εἰ καὶ συγγενές, οὐ παντάπασιν ὅμοιον, τῷ τὸ ἀδίκημα μὴ εἰς πλείους χωρεῖν οἰκίας, ὡς ἐπὶ τῆς μοιχείας συμβέβηκεν, ἀλλ’ εἰς μίαν συνῆχθαι τὴν τῆς παρθένου.

λεκτέον οὖν τῷ κόρης ἀστῆς ἐπιθυμοῦντι· "προπέτειαν καὶ θράσος ἀναίσχυντον ἢ τὰς ἐπ’ ἐνέδρᾳ πάγας ἤ τι τῶν ὁμοιοτρόπων, ὦ οὗτος, ἀποστραφεὶς μήτε ἀναφανδὸν μήτε λάθρα πονηρὸς ἐξετασθῇς.

ἀλλ’ εἴπερ ἄρα τι τῇ ψυχῇ πέπονθας πρὸς τὴν παῖδα οἰκεῖον, ἴθι πρὸς τοὺς γονεῖς αὐτῆς, ἐὰν ζῶντες τυγχάνωσιν, εἰ δὲ μή, πρὸς τοὺς ἀδελφοὺς ἢ ἐπιτρόπους ἢ ἄλλους κυρίους, καὶ [*](1 κατὰ] καὶ Α, om. HP ὅταν] σπᾶν F (pro ἐπὰν?) 2 εὐνῆς] εὖ Α ἀπαλλάττων F ἐᾶν SM 3 ἀνείργων — μοιχείαις (4) om. F 4 μοιχείαις S: μοιχεία Α ᾳ Mang.) μοιχείας ceteri (Turn.) 6 ἄλλως S1, ἄλλος S2 7 ἥμισυ S1, ἡμίσει S2 θανάτου S: τοῦ θανάτου ceteri (v) ἀφείσθω codd: ἀφιέσθω Mang. δὲ om. Arm 8 καὶ θράσος] θράσους ὃς F κάλλιστ’ AHP 9 τιμάτω Mang. (Arm): τιμάσθω codd. 10 ἐπ’ αὐτῷ: desinit Arm 11 tit. περὶ φθορᾶς add. SF mg M mg G mg H mg P 12 ἀδελφὸν μὲν καὶ om. S (fort. recte) συγγενὲς δὲ G 13 μιᾶς μητρὸς transp. MA, μητρὸς om. S ἀκολάστου M φύντα] φῦσα coni. Mang. ἢν ἔνιοι F: ἔνιοι δὲ ceteri (v) 14 ταἰσχρὰ HP, τὰ αἴσχιστα M ἔρωτ’ MAHP 16 μὴ SFA: οὐκ ss. H2 (v), om. ceteri 17 τῷ] τὸ S1 ἀστῆς S1FAGP2: αὐτῆς αὐτῆς S2MHP1 (Turn.) 18 καὶ θράσος SMF: ἢ θράσος cetcri (Turn.) πάγας] πηγὰς Mang. Richt. 19 pr. μήτε SF: μήτ’ ceteri ἀναφανδὸν] ἀναφανῇς H (Turn.) 20 πονήρως L2 (Turn.) ἐξετασθεὶς S2H1P εἴπερ] ἐπείπερ G, εἴ τι Α 21 τυγχάνωσιν SM: τύχωσιν ceteri (v) 22 τοὺς om. F ἄλλους S: τοὺς ἄλλως Α, τοὺς ἄλλους ceteri (v))

v.5.p.169
ἀπογυμνώσας τὸ σεαυτοῦ πάθος, ὡς χρὴ τὸν ἐλεύθερον, αἴτει πρὸς γάμον καὶ παρακάλει μὴ ἀνάξιος νομισθῆναι.

σκαιὸς γὰρ οὐδεὶς ἂν οὕτως γένοιτο τῶν ἐπιμελουμένων τῆς παιδός, ὡς ἐναντιωθῆναι πρὸς λιπαρεστέρας δεήσεις, καὶ μάλιστά γε ἐπειδὰν ἐξετάσας ἀνευρίσκῃ μὴ κατεψευσμένον ἢ ἐπιπόλαιον ἄλλως τὸ πάθος ἀλλ’ ἐπαληθεῦον καὶ παγίως ἐνιδρυμένον.“

ἐὰν δέ τις λυττῶν καὶ μεμηνώς, ἅπασι τοῖς ἐκ λογισμοῦ πολλὰ χαίρειν φράσας, δυναστείαν τὸν οἶστρον καὶ τὴν ἐπιθυμίαν ὑπολαβών, νόμου βίαν, ὥς φασί τινες, προτιμοτέραν θέμενος, ἁρπάζῃ καὶ φθείρῃ ταῖς ἐλευθέραις ὡς θεραπαίναις χρώμενος, τὰ πολέμου δρῶν ἐν εἰρήνῃ, πρὸς τοὺς δικαστὰς ἀγέσθω.

κἂν μὲν ᾖ πατὴρ τῇ βιασθείσῃ, βουλευέσθω περὶ ἐγγύης τῆς πρὸς τὸν ἐφθαρκότα· εἶτα ἐὰν μὲν ἀνανεύῃ, προικιζέτω τὴν παῖδα ὁ φθορεὺς ἄλλως ζημιούμενος χρήμασιν, ἐὰν δὲ συναινῇ καὶ συνεπιγράφηται, μηδὲν ὑπερτιθέμενος ἀγέσθω προῖκα πάλιν τὴν ἴσην ὁμολογῶν καὶ μήτε ἀναδύεσθαι τὴν ἐξουσίαν ἐχέτω μήτε παραιτεῖσθαι, καὶ δι’ αὐτόν, ἵνα μὴ λαγνείας ἕνεκα δοκῇ μᾶλλον ἢ κατ’ ἔρωτα νόμιμον ἐφθαρκέναι, καὶ διὰ τὴν κόρην, ἵν’ αὐτῆς τὸ περὶ τὴν πρώτην σύνοδον ἀτύχημα παρηγορηθῇ βεβαιοτάτῳ γάμῳ, ὃν οὐδὲν ἄλλο τι ἢ θάνατος διαζεύξει.

ἐὰν δὲ πατρὸς ὀρφανὴ τυγχάνῃ, πρὸς τῶν δικαστῶν ἐρωτάσθω, εἴτε βούλεται συνοικεῖν εἴτε μή· ἐάν τε δὲ συναινῇ ἐάν τε ἀρνῆται, τὰ αὐτὰ γινέσθω ἃ ἂν καὶ ἐπὶ ζῶντι διωμολογήθη τῷ πατρί.

[*](1 γυμνώσας S σεαυτοῦ S: σαυτοῦ ceteri 2 καὶ παρακάλει μὴ ἀνάξιος νομισθῆναι om. F νομισθῆναι S: λογισθῆναι ceteri (v) ἄν οὕτως FA: οὕτως ἂν ceteri (v) 4 γε AP-, γ’ S (coni. Mang.): σε ceteri (v) ἐπεί γ’ ἀν’ S μὴ] ἵνα μὴ S 5 ἢ] ἡ S1, ἢ ss. S2 ἐπιπόλεον S, ἐπὶ παλαιὸν F τὸ πάθος ἄλλως transp. Α παγίως SF: παντελῶς ceteri (v) 6 λυττῶν] αὐτῶν SF 7 δυναστείαν S (coni, Mang.): δυναστεία ceteri ᾳ v) τὴν om. S ὑπολαβὼν] ὑποβαλὼν GH2 (v) 8 προτιμοτέραν θέμενος] προτιμήσας SF ὑποθέμενος Α ἁρπάξῃ AP, ἐπάζη (sic) S 9 ὡς] καὶ Α καὶ ante τὰ πολέμου add. MAGHP (v), om. SF τὰ] τὸ S 10 ἀγέσθω] ἀνείσθω Α ᾖ ἦν F 11 πρὸς Mang.: περὶ codd. εἶτα F: εἶτ’ ceteri 12 παῖδ’ GHP ἄλλως ’P, ἀλλ’ ὡς F: ἄλλω AGH2 (v) 13 συναινεῖ S1 corr. S2 συνεπιστρέφηται S 14 pr. μήτε S: μήτ’ ceteri 14.15 παραιτείσθω S 15 αὑτόν SA, αὖ in αὖ corr. H 15. 16 κατ’ ἔρωτα νόμιμον SMF, καὶ ἔρωτα νόμιμον AP: ἑτέρων τὰ νόμιμα G, ἱμέρω τὰ νόμιμ’ H (v) 16 ἴνα F 17 γάμῳ] νόμω Α ἄλλο τι ἢ] ἔτι μὴ F (scribendum ὅτι μὴ?) 18 διαζεύξῃ FA, διαζεὐγει H δὲ] δὲ καὶ Α δικαστῶν] δικαίων Α 19 ἀνερωτάσθω F alt. εἴτε] ἡ F, εἴτε καὶ Α ἐὰν — ἀρνῆται (20)] εἴτε δὲ συναινεῖ, εἴτε καὶ ἀρνήσεται HP; εἴτε συναινεῖ καὶ ἀρνήσεται Turn. δὲ om. F; δὴ conicio alt. ἐάν τε S: ἐάν τε καὶ FAG, ἐάν τε δὲ Μ 20 ἀρνῆται SF: ἀρνήσηται MAG γενέσθω F ἁ ἂν S: ἄν om. ceteri (v) διωμολογήθη F: διωμολόγησε ceteri; διωμολογήσατο v)[*](6 sqq. Exod. 22,16. 17. Deut. 22,28. 29 cf. loseph. Ant. Iud. IV § 252.)
v.5.p.170

Μεθόριόν τινες ὑπολαμβάνουσιν ἀδίκημα εἶναι φθορᾶς καὶ μοιχείας ὑπογάμιον, ὅταν ὁμολογίαι μὲν ὑπερεγγυήσωσι, μήπω δὲ τῶν γάμων ἐπιτελεσθέντων ἕτερος ἀπατήσας τις ἢ καὶ βιασάμενος εἰς ὁμιλίαν ἔλθῃ. παρ’ ἐμοὶ δὲ κριτῇ μοιχείας καὶ τοῦτ’ ἐστὶν εἶδος· αἱ γὰρ ὁμολογίαι γάμοις ἰσοδυναμοῦσιν, αἷς ἀνδρὸς ὄνομα καὶ γυναικὸς καὶ τὰ ἄλλα τὰ ἐπὶ συνόδοις ἐγγράφεται.

ὧν χάριν καταλεύειν ὁ νόμος ἀμφοτέρους προσέταξεν, ἐάν γε ἀπὸ μιᾶς καὶ τῆς αὐτῆς γνώμης ἐπιθῶνται τοῖς ἀδικήμασι συμφρονήσαντες· οὐχ οἷόν τε γὰρ μὴ ἀπὸ τῶν αὐτῶν ὁρμηθέντας βουλευμάτων νομίζεσθαι συναδικεῖν, οὐ συναδικοῦντας.

παρὰ γοῦν τὰς τῶν τόπων διαφορὰς αὔξεσθαι συμβέβηκε καὶ μειοῦσθαι τἀδίκημα· μεῖζον μὲν γάρ, ὡς εἰκός, ἐστίν, εἰ πραχθείη κατὰ πόλιν, ἔλαττον δέ, εἰ τειχῶν ἔξω κατ’ ἐρημίαν· ἐνταῦθα μὲν γὰρ βοηθὸς οὐδὲ εἷς ἐστι τῇ παιδὶ πάνθ’ ὅσα ὑπὲρ τοῦ διατηρῆσαι τὴν παρθενίαν ἄψαυστον καὶ ἀνεπιβούλευτον λεγούσῃ τε καὶ δρώσῃ, ἐν ἄστει δὲ βουλευτήρια, δικαστήρια, στρατηγῶν, ἀγορανόμων, ἀστυνόμων, ἄλλων ἀρχόντων ὅμιλοι μεγάλοι καὶ σὺν τούτοις ὁ δῆμος.

ἔστι γὰρ ἔστιν ἐν ἑκάστου τῇ ψυχῇ, κἂν ἰδιώτης τυγχάνῃ, μισοπόνηρον πάθος, ὃ διακινηθὲν ἀποδείκνυσι τὸν ἔχοντα κατ’ ἐκεῖνον τὸν χρόνον ὑπέρμαχον καὶ προαγωνιστὴν αὐτοκέλευστον τοῦ [*](1 tit. περὶ ὑπογαμίου add. SF mg M mg G mg H mg P 2 τινὲς ὑπολαμβάνουσιν S: ὑπολαμβάνουσί τινες ceteri (v) ἀδίκημ᾿ MHP εἶναι om. Α 3 ὑπογάμιον] ὑπὸ γάμον Α ὁμολογίαι SMF: ὁμολογίας Α, ὁμολογία GHP ᾳ v) ὑπερεγγυήσωσι] αἱ περιεγγυήσασαι F μηδέπω MG 4 ἀπατήσας SFM1 ut vid. (coni. Mang.): ἀπαντήσας ceteri (v) τις S: om. ceteri (v) καὶ om. S οἱ ἔλθῃ Α, ἔλθῃς G 6 τὰ ἄλλα SF: τἆλλα ceteri 6.7 τἀπὶ Α 7 καταλεύειν] κατέλυεν F 8 ἐάν γε Α, ἄν γε F: ἐάν τε GP, ἐὰν δὲ S, ἐάνπερ M, ἐὰν H (v) ἀπὸ τῆς αὐτῆς καὶ τῆς μιᾶς M ἐπίθωνται MA 9 οὐχ om. F ἀπὸ μὴ transp. Α (Mang.) 10 οὐ om. S παρὰ] περὶ Α 11 αὔξεσθαι δοκεῖ Α συμβέβηκε — ἔλαττον δέ (12) om. Α τἀδικήματα S 13 εἰ SF: om. ceteri (v) τειχῶν SF: τειχέων G, τειχέων ceteri (v) οὐδὲ εἷς SF: οὐδεὶς ceteri (v) 14 ὅσα ὑπὲρ F: ὅσαπερ MAGP, ὅσα περὶ Η (v), ὡς ὑπὲρ S1, ὥσπερ S2 τὴν παρθένον Α ἄψαυστον — δικαστήρια (15) om. A 15 δικαστήρια SMF: καὶ δικαστήρια GHP (v) 17 ὁ om. P ἔστι γὰρ ἔστιν SFAG: alt. ἔστιν om. MHP (v) 18 ἀποδείκνυσι F: διαδεικνύει M, ἀποδεικνύει ccteri (v) ἔχοντα] παρατυχόντα coni. Mang. 19 προαγωνιστὴν SMG: προσαγωνιστὴν F, προδιαγωνιστὴν AHP (Turn.)) [*](2 sqq. Deut. 22,23—27. cf. loseph. Ant. Iud. IV)

v.5.p.171
δόξαντος ἠδικῆσθαι.

τῷ μὲν οὖν διαπραξαμένῳ τὴν βίαν ἕπεται δίκη πανταχοῦ, μηδὲν ἐκ τῆς τῶν χωρίων διαφορᾶς εὑρισκομένῳ πρὸς ἐπανόρθωσιν ὧν ὕβρισε καὶ παρηνόμησε· τῇ δὲ παιδί, καθάπερ ἔφην, τοτὲ μὲν ἔλεος καὶ συγγνώμη τοτὲ δὲ ἀπαραίτητος τιμωρία παρακολουθήσει.

καὶ περὶ ταύτης μέντοι πολυπραγμονητέον τῷ δικαστῇ μὴ πάντ’ ἐπὶ τοὺς τόπους ἀναφέροντι· δύναται γὰρ καὶ κατὰ μέσην τὴν πόλιν ἄκουσα βεβιάσθαι καὶ ἔξω τῆς πόλεως ἑκοῦσα πρὸς ἔκθεσμον ὁμιλίαν ἐνδοῦναι. διὸ παρατετηρημένως καὶ σφόδρα καλῶς ἀπολογούμενος ὑπὲρ τῆς ἐν ἐρημίᾳ φθειρομένης φησὶν ὁ νόμος· "ἐβόησεν ἡ νεᾶνις, καὶ ὁ βοηθήσων οὐκ ἦν αὐτῇ“ (Deut. 22,27), ὥστε, εἰ μήτε ἐβόησε μήτε ἠναντιώθη, βουλομένη δὲ συναπῆρε, γένοιτ’ ἂν ἔνοχος, σόφισμα τοῦ βεβιάσθαι δοκεῖν προστησαμένη τὸν τόπον.

καὶ μὴν ἐν πόλει τί γένοιτ’ ἂν ὄφελος τῇ πάντα μὲν ἐθελούσῃ ποιεῖν ὑπὲρ τῆς ἰδίας ἐπιτιμίας, ἀδυνατούσῃ δὲ ἕνεκα τῆς περὶ τὸν ὑβριστὴν ἰσχύος; τί γὰρ, εἰ μετὰ τῶν ἄλλων καταδήσειεν ἢ τὸ στόμα ἀποφράξειεν, ὡς μηδὲ φωνὴν ῥῆξαι δύνασθαι, γένοιτ’ ἂν ὄφελος ἐκ τῶν συνοικούντων; τρόπον γάρ τινα ἥδε μὲν ἐν πόλει διατρίβουσα κατ’ ἐρημίαν ἐστὶν ἅτε βοηθῶν ἔρημος, ἡ δέ, κἂν μηδεὶς παρατυγχάνῃ, τῷ ἑκοῦσα συναπᾶραι λέγοιτ’ ἂν οὐδὲν διαφέρειν τῆς ἐν ἄστει.

Εἰσὶ δέ τινες περὶ τὰς ὁμιλίας ἁψίκοροι, γυναικομανεῖς ἐν ταὐτῷ καὶ μισογύναιοι, συγκλύδων καὶ μιγάδων ἠθῶν ἀνάπλεῳ, οἳ ταῖς [*](2 εὑρισκομένων F 4 δ’ GHP 5 περὶ om. F μέντοι] μὲν Α μὴ] καὶ F 6 ἀναφέροντι] ἀναφέρειν S καὶ κατὰ SF: καὶ om. ceteri (v) τὴν om. Α 7 βεβιάσθαι mg H, βιάσασθαι in textu Η καὶ] ἣ Α ἔξω τῆς πόλεως S: τῆς om. ceteri (v) ἔκθεσμον ὁμιλίαν S: ὁμιλίαν ἔκθεσμον ceteri (v) 8 ἐκδοῦναι Α διότι Α 9. 10 ὁ βοηθήσων SF: ὁ βοηθὸς M, βοηθὸς ceteri (v) 10 ὥστε F: ὥστ’ ceteri pr. μήτε F: μηδ’ S, μήτ’ ceteri alt. μήτε F: μήτ’ ceteri 11 ἐναντιώθη SF ἔνοχος—γένοιτ’ ἄν (12) om. F φοσι 12 προστησάμενος (sic) Α 13 ὤφελος S1, corr. S2 πάντα μὲν SF: πάντ’ (om. μὲν) ceteri (v) θελούσῃ F 14 ἀδυνατούσῃ SFG: ἀδυνατούσης oeteri δὲ S: δ’ ceteri εἵνεκα M 14. 15 μετὰ τῶν ἄλλων SF: μετὰ τῶν κάλων MAGP, μετὰ (??) κάλων (ras. 3 litt.) Η; μετάγων ἄποθεν τῶν ἄλλων conicio 15 καταδήσειεν SF: ἀποδήσειεν ceteri (v) στόμ’ AHP 16 ὤφελος S1, corr. S2 17 μὲν] καίπερ M (Mang.) βοηθῶν] βοηθείας S (fort. recte) ἡ δέ SFA: ὁ δέ ceteri (Turn.) 18 τῶ F: τὸ δ’ S, τῶ δ’ ceteri (v) συναπᾶραι λέγοιτ’] συμπαραλέγοιτ᾿ SA 18. 19 διαφέρει Α 20 tit. περὶ τῶν προφασιζομένων μετὰ τὸν add. M) γάμον καὶ λεγόντων μὴ εὑρηκέναι (εὑρίσκεσθαι Μ) παρθενίαν τῆς γυναικό add. S mg M ἁψίκοροι MFP γυναιμανεῖς FA 20.21 ἐν ταὐτῶ SF ἐν τῶ αὐτῶ MGHP, ἐπὶ τὸ αὐτὸ Α 21 ἠθῶν SF: ἐθῶν cereri ἀνάπλεω Α ἀνάπλεοι ceteri (v) οἳ om. SF)

v.5.p.172
πρώταις εὐθὺς ὁρμαῖς ἐνδιδόντες, ὁποῖαί περ ἂν οὖσαι τυγχάνωσιν, ἃς ἡνιοχεῖν δέον ἀχαλινώτους ἐῶσιν, ἀπερισκέπτως καὶ ἀπροοράτως σώμασιν ὁμοῦ καὶ πράγμασιν ἐπεμπίπτοντες τυφλῶν τρόπον, ἅτε ῥύμῃ καὶ φορᾷ βιαίῳ συνωθοῦντες καὶ ἀνατρέποντες, οὐκ ἐλάττω ὧν διατιθέασι πάσχουσι.

περὶ ὧν τάδε νομοθετεῖται· κόρας οἱ ἀγόμενοι νόμῳ καὶ γάμους θύσαντές τε καὶ ἑστιαθέντες, μηδὲν οἰκεῖον ἐπὶ ταῖς γαμεταῖς πάθος σῴζοντες, ἀλλ’ ὑβρίσαντες καὶ ὡς ἑταίραις ταῖς ἀσταῖς προσενεχθέντες, ἐὰν διάζευξιν τεχνάζωσι μηδεμίαν ἀπαλλαγῆς πρόφασιν ἀνευρίσκοντες, εἶτ’ ἐπὶ τὸ συκοφαντεῖν τραπόμενοι σπάνει φανερῶν ἐγκλημάτων πρὸς τὰ ἀφανῆ τρέπωσι τὰς αἰτίας καὶ παρελθόντες κατηγορῶσιν, ὅτι παρθένοις δόξαντες συνεληλυθέναι γυναῖκας ἐν ταῖς πρώταις ὁμιλίαις ἐφώρασαν, ἀθροιζέσθω μὲν ἡ γερουσία πᾶσα πρὸς τὴν κρίσιν, παρίτωσαν δὲ οἱ τῶν κατηγορουμένων γονεῖς ἀπολογησόμενοι περὶ κοινοῦ κινδύνου.