De Specialibus Legibus (lib. i‑iv)

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.

ὁ γὰρ ἀλλοτρίας ἀπέχεσθαι διδαχθείς, ὅτι μητρυιὰ προσερρήθη, πολὺ μᾶλλον ἀφέξεται τῆς φύσει μητρός· καὶ εἴ τις διὰ τὴν ἐπὶ τῷ πατρὶ μνήμην αἰδεῖται τὴν ἐκείνου ποτὲ γενομένην γυναῖκα, δῆλός ἐστιν ἕνεκα τῆς εἰς ἀμφοτέρους τοὺς γονεῖς τιμῆς οὐδὲν βουλευσόμενος ἐπὶ τῇ μητρὶ νεώτερον, ἐπεὶ καὶ σφόδρα ἐστὶν εὔηθες ἡμίσει μέρει τοῦ γένους χαριζόμενον ὁλοκλήρου καὶ παντελοῦς ὀλιγωρεῖν δοκεῖν.

Ἑξῆς ἐστι παράγγελμα μηδ’ ἀδελφὴν ἐγγυᾶσθαι, πάνυ σπουδαῖον καὶ συντεῖνον εἰς ἐγκράτειαν ὁμοῦ καὶ εὐκοσμίαν. ὁ μὲν οὖν Ἀθηναῖος Σόλων ὁμοπατρίους ἐφεὶς ἄγεσθαι τὰς ὁμομητρίους ἐκώλυσεν, ὁ δὲ Λακεδαιμονίων νομοθέτης ἔμπαλιν τὸν ἐπὶ ταῖς ὁμογαστρίοις γάμον [*](1 A; μαντευομένοις scribendum censuit Mang. ἀδελφῶν om. G 1.2 οὐ γενησομένην ἴσως MA (Maug.), γενησομένην om. F 2.3 μοι δοκῶ MFN (fort. recte, tum vero συμβαίνει scribendum est) 5 ἀσεβοῦσι] ἆσε (sic) F δ’ F: γοῦν Barb., γὰρ ceteri (v) μόνον FP Barb.: μόνοι ceteri (v) 5. 6 γρ. καὶ ὅσοι τῶν ἔτι δρώντων ἔχουσι συνεπιγράφους mg M 6 ἑκουσίῳ γνώμη συνεπιγράφονται F Arm: post γνώμη add. σὺν τῆ τῶν δρώντων ἐξουσία ceteri (v) δ’ F, δὲ om. .Arm 7 ὥστε M: ὥστ’ ceteri προγονῷ scripsi: προγόνῳ codd. (v) 8 ἀφῆκε G 9 μητρὸς καὶ μητρυιᾶς Arm 10. 11 προσερρήθη μητρυιά transp. A 11 προσερρέθη M 12 μνήμην] τιμὴν coni. Mang. 13.14 βουλευσόμενος Γ’ Arm (Mang.): βουλευόμενος ceteri βουλόμενος Turn.) 14 τῆ μητρὶ F: τῇ om. ceteri σφόδρ’ F 15 vel μέρει delendum vel ἡ inserendum putavit Mang. 15. 16 ὀλιγωρεῖν δοκεῖν ante ὁλοκλήρου καὶ παντελοῦς transp. HP (v) 17 tit. περὶ τοῦ δεῖν μὴ ἀδελφὴν ἄγεσθαι γυναῖκα add. mg M ἑξῆς] ἐξ ἧς F 18 ὁμοῦ] νόμου Arm Ἀθηναῖος] Ἀθηναίων νομοθέτης Arm 19 ὁμοπατρίους ἐφεὶς ἄγεσθαι om. Arm ἐφεὶς F: ἐφιεὶς ceteri (v) τἀς] τοὺς Α 20 ταῖς] τοῖς Α Barb.) [*](7 Lev. 18,8. 20,11. Deut. 22,30. 17 Lev. 18,9. 20,17. 19 ef. Schol. Arist. Nub. 1371. Corn. Nep. Cim. 1.)

v.5.p.156
ἐπιτρέψας τὸν πρὸς τὰς ὁμοπατρίους ἀπεῖπεν·

ὁ δὲ τῶν Αἰγυπτίων χλεύην θέμενος τὴν ἑκατέρων εὐλάβειαν ὡς ἡμίεργα διαταταττομένων εὐφόρησεν εἰς ἀσέλγειαν, ἐπιδαψιλευόμενος δυσθεράπευτον κακὸν σώμασι καὶ ψυχαῖς ἀκρασίαν καὶ παρασχὼν ἄδειαν ἁπάσας ἀδελφὰς ἄγεσθαι, τάς τε ἰδίας τοῦ ἑτέρου τῶν γονέων, τοῦδε ἢ τοῦδε, καὶ τὰς ἐξ ἀμφοῖν καὶ τὰς οὐ νεωτέρας μόνον ἀλλὰ καὶ πρεσβυτέρας καὶ ἰσήλικας· καὶ δίδυμοι γὰρ πολλάκις ἐγεννήθησαν, οὓς ἡ μὲν φύσις ἅμα τῇ γενέσει διήρτησε καὶ διέζευξεν, ἡ δ’ ἀκολασία καὶ φιληδονία εἰς κοινωνίαν ἐκάλεσεν ἀκοινώνητον καὶ ἁρμονίαν ἀνάρμοστον.

ἅπερ ἐκμυσαξάμενος ὁ ἱερώτατος Μωυσῆς ὡς ἀλλότρια καὶ ἐχθρὰ πολιτείας ἀνεπιλήπτου καὶ προτρέποντα καὶ ἀλείφοντα πρὸς τὰ αἴσχιστα τῶν ἐπιτηδευμάτων ἀνὰ κράτος ἀπεῖπεν ἀδελφῇ συνέρχεσθαι, εἴτε ἐξ ἀμφοῖν εἴτε καὶ μόνου γένοιτο τοῦ ἑτέρου.

τί γὰρ δεῖ τὸ τῆς αἰδοῦς κάλλος αἰσχύνειν; τί δ’ ἀχρωμάτους κατασκευάζειν παρθένους, ἃς ἐρυθριᾶν ἀναγκαῖον; τί δὲ τὰς πρὸς τοὺς ἄλλους ἀνθρώπους κοινωνίας καὶ ἐπιμιξίας ἐπέχειν εἰς βραχὺ χωρίον τὸ ἑκάστης οἰκίας συνωθοῦντας μέγα καὶ λαμπρὸν γένος ἐκτείνεσθαι καὶ χεῖσθαι δυνάμενον εἰς ἠπείρους καὶ νήσους καὶ τὴν οἰκουμένην πᾶσαν; αἱ γὰρ πρὸς τοὺς ὀθνείους ἐπιγαμίαι καινὰς ἀπεργάζονται συγγενείας τῶν ἀφ’

αἵματος οὐκ ἀποδεούσας. ὧν χάριν πολλὰς καὶ ἄλλας ὁμιλίας ἐκώλυσε προστάξας μὴ θυγατριδῆν, μὴ υἱιδῆν, μὴ τηθίδα πρὸς πατρὸς ἢ μητρός, μὴ θείου ἢ υἱοῦ ἢ ἀδελφοῦ γυναῖκα γενομένην ἐγγυᾶσθαι, μηδ’ αὖ προγονὴν ἢ χήραν ἢ παρθένον ζώσης μὲν τῆς γυναικὸς — ἄπαγε — [*](1 τὸν] τὰς G τὰς om. G 1.2 χλεύην θέμενος scripsi: χλεύην codd.; χλευάζων V (Turn.) 2 ἑκατέραν F1 εὐφόρησεν] ἀφόρησεν (sic) F, ἐγνώρισεν Α, ἐγνώρησεν P2; εὐφόρησεν corruptum, ἐφώρμησεν conicio 3 δαψιλευόμενος M 4 ἀκρασίαν] ἀκολασίαν coni. Mang. ἅπασιν Arm 5 τοῦδε ἡ τῆσδε coni. Mang. 6 καὶ τὰς πρεσβυτέρας A ἀλλὰ καὶ ἰσήλικας F 7 γεννήσει Α 9 ἐκθυσαξάμενος (sic) F 10 ὡς om. F Arm ἀνεπιλήπτου πολιτείας transp. Barb. προτρέποντος F 11 αἴσχιστα FL2: ἔχθιστα ceteri 12 pr. εἴτε FG: εἴτε καὶ ceteri (v) γένηται Barb. 14 τὰς om. F 15 ἀνθρώπους om. A 16 ἀπωθοῦντας Arm(?) γένος Mang.: ἔργον codd. 17 αἶ τε γὰρ M 18 πρὸς τοὺς ὀθνείους F: τῶν ὀθνείων ceteri (v) ἐπιγαμί(??)αι F2, ὁμιλίας ἐπιγαμιαίας F1 ut vid. 19 συγγενείας Α 20 μὴ υἱιδῆν om. F 22 προγονὴν ἢ Α: πρόγονον (om. ἢ) ceteri (Turn.) μὲν] μέντοι Α ἄπαγε FG Arm: ἐπάγεσθαι ceteri (v) 1 sqq. cf. Diod. Sic. I 27. Sext. Emp. Pyrrh. Hyp. III 205. 20 Lev. 18,10. 12.13. 20,19. cf. Ioseph. Ant. lud. III § 274 (supra p. 153). 21 Lev. 18,14. 15. 16. 2012. 20.21. 22 Lev. 18,17. 2014.)

v.5.p.157
ἀλλὰ μηδ’ ἀποθανούσης· δυνάμει γὰρ ὅ γε πατρωὸς πατὴρ ὀφείλων τὴν ἐκ τῆς γυναικὸς ἐν τάξει θυγατρὸς τίθεσθαι.

πάλιν δύο ἀδελφὰς ἄγεσθαι τὸν αὐτὸν οὐκ ἐπιτρέπει, οὔτ’ ἐν τῷ αὐτῷ οὔτ’ ἐν διαφέρουσι χρόνοις, κἂν τύχῃ τις ἣν προέγημεν ἀπεωσμένος· ζώσης γὰρ ἔτι τῆς συνοικούσης, εἴτε καὶ ἀπηλλαγμένης, ἐάν τε χηρεύῃ ἐάν τε καὶ ἑτέρῳ γαμηθῇ, τὴν ἀδελφὴν οὐχ ὅσιον ὑπέλαβεν ἐπὶ τὰ τῆς ἠτυχηκυίας παρέρχεσθαι, προδιδάσκων τὰ συγγενικὰ δίκαια μὴ λύειν μηδ’ ἐπιβαίνειν πταίσμασι τῆς οὕτως ἡνωμένης κατὰ γένος μηδ’ ἐναβρύνεσθαι καὶ ἐντρυφᾶν θεραπευομένην ὑπὸ τῶν ἐχθρῶν ἐκείνης καὶ ἀντιθεραπεύουσαν αὐτούς.

ἐγείρονται γὰρ ἐκ τούτων χαλεπαὶ ζηλοτυπίαι καὶ δυσπαρηγόρητοι φιλονεικίαι φορὰς ἀμυθήτους ἐπάγουσαι κακῶν· ὅμοιον γὰρ ὡς εἰ καὶ τὰ μέρη τοῦ σώματος τῆς κατὰ φύσιν ἁρμονίας ἐκστάντα καὶ κοινωνίας στασιάζοι πρὸς ἄλληλα, ὃ νόσους ἀνιάτους ἀπεργάζεται καὶ φθοράς· ἀδελφαὶ δέ, εἰ καὶ διαιρετὰ μέρη γεγόνασιν, ἀλλ’ οὖν ἁρμόζονται καὶ ἑνοῦνται φύσει καὶ συγγενείᾳ μιᾷ· ἡ δὲ ζηλοτυπία, πάθος ἀργαλεώτατον,

ἀπορρήττουσα χαλεπὰ καινουργεῖ κακὰ καὶ δυσίατα. ἀλλὰ μηδὲ ἀλλοεθνεῖ, φησί, κοινωνίαν γάμου συντίθεσο, μή ποτε μαχομένοις ἔθεσιν ὑπαχθεὶς ἐνδῷς καὶ τῆς πρὸς εὐσέβειαν ὁδοῦ λάθῃς διαμαρτὼν [*](1 πατρωὸς A: πατρῷος ceteri (v) πατὴρ ὀφείλων om. M ὀφείλων F: ὀφείλει ceteri (v), ἐστὶ καὶ ὀφείλει Arm 2 τῆς om. Α 2.3 tit. περὶ τοῦ μὴ ἄγεσθαι τὸν αὐτὸν δύο ἀδελφάς add. mg M 3 ἐν ταὐτῶ Α 4 ἀπεωσμένον F 4. 5 ζώσης γὰρ ἔτι τῆς πρότερον συνοικούσης, εἶτα καὶ coni. Mang. 5 εἴτε] ἢ Α χηρεύῃ F: χηρεύσῃ ceteri (v) καὶ om. M 6 τὰ] τὴν M, om. G 7 προδιδάσκων F Arm: προδιδάσκων ταύτας ceteri (v) ; ταύτῃ coni. Mang. διαλύειν M 8 μηδὲ Α 11 ἐπάγουσι F: ἄγουσαι ceteri (v) ὅμοιον F: ὁμοίως ceteri (v) ὡς εἰ καὶ] ὥσπερ M 13 στασιάζει MA Barb. ὃ Mang.: om. F Arm, ἃ coteri ἀπεργάζεται F: πάντως ἀπεργάζεται Α, ἀπεργάζεται πάντως ceteri (v) καὶ φθοράς FL2: ἡ φθοράς ceteri 14 ἀδελφαὶ Barb. (coni. Mang.): ἀδελφῆς F, ἀδελφὰ ceteri (v) εἰ om. F καὶ εἰ transp. Α μέρη] τὰ μέρη H2 (v) 14.15 καὶ ἑνοῦνται om. HL (Turn.) 15 φύσει κα om. Mang. 16 ἀπορρήττουσα F: om. ceteri (v) καινουργεῖ] καινουργοῦν Α, καὶ πανουργῆ F μηδὲ Α: μηδ’ ceteri 17 ἐπιτίθεσο M 18 ἔθνεσιν AG 2 Lev. 18,18. 16 sqq. Exod. 34,16. Deut. 7,3.4. cf. Ioseph. Ant. lud. VIII § 191 (de Salomone rege) . . . πολλὰς δὲ καὶ ἐκ τῶν ἀλλοτρίων ἐθνῶν γήμας . . . παρέβη μὲν τοὺς Μωυσέως νόμους, ὃς ἀπηγόρευσε συνοικεῖν ταῖς οὐχ ὁμοφύλοις, (192) τοὺς δ’ ἐκείνων ἤρξατο θρησκεύειν θεοὺς ταῖς γυναιξὶ καὶ τῷ πρὸς αὐτὰς ἔρωτι χαριζόμενος, τοῦτ’ αὐτό ὑπιδομένου τοῦ νομοθέτου προειπόντος μὴ γαμεῖν τὰς ἀλλοτριοχώρους, ἵνα μὴ τοῖς ξένοις ἐπιπλακέντες ἔθεσι τῶν πατρίων ἀποστῶσι μηδέ τοὺς ἐκείνων σέβωνται θεοὺς παρέντες τιμᾶν τὸν ἴδιον.)

v.5.p.158
πρὸς ἀνοδίαν ἐκτραπείς· καὶ τάχα μὲν αὐτὸς ἀνθέξεις ἐκ πρώτης ἡλικίας ἡρματισμένος ὑποθήκαις ἀρίσταις, ἃς οἱ γονεῖς κατεπᾴδοντες ἀεὶ τοὺς ἱεροὺς νόμους ὑφηγοῦντο· δέος δὲ οὐ μικρόν ἐστι περὶ υἱῶν καὶ θυγατέρων, ἴσως γὰρ δελεασθέντες νόθοις πρὸ γνησίων ἔθεσι κινδυνεύουσι τὴν τοῦ ἑνὸς θεοῦ τιμὴν ἀπομαθεῖν, ὅπερ ἐστὶν ἀρχὴ καὶ τέλος τῆς ἀνωτάτω βαρυδαιμονίας.

ἐὰν δέ, φησίν, ἀνδρὸς ἀπαλλαγεῖσα γυνὴ καθ’ ἣν ἂν τύχῃ πρόφασιν ἑτέρῳ γημαμένη πάλιν χηρεύσῃ, ζῶντος ἢ καὶ τετελευτηκότος τοῦ δευτέρου, μὴ ἐπανίτω πρὸς ἄνδρα τὸν πρότερον, ἀλλὰ πᾶσι τοῖς ἄλλοις ἔνσπονδος μᾶλλον ἢ τῷδε γενέσθω, θεσμοὺς παραβᾶσα τοὺς ἀρχαίους, ὧν ἐξελάθετο φίλτρα καινὰ πρὸ τῶν παλαιῶν ἑλομένη.

πρὸς δὲ συμβάσεις εἴ τις ἐθέλει χωρεῖν ἀνὴρ τῇ τοιαύτῃ γυναικί, μαλακίας καὶ ἀνανδρίας ἐκφερέσθω δόξαν, ἐκτετμημένος τῆς ψυχῆς τὸ βιωφελέστατον, μισοπόνηρον πάθος, ὑφ’ οὗ καὶ τὰ οἴκων καὶ τὰ πόλεων πράγματα κατορθοῦται, καὶ δύο τὰ μέγιστα τῶν ἀδικημάτων εὐφόρως ἀπομαξάμενος, μοιχείαν τε καὶ προαγωγείαν· αἱ γὰρ αὖθις καταλλαγαὶ μηνύματ’ εἰσὶ τοῦ ἑκατέρου· θανάτου δίκην τινέτω σὺν τῇ γυναικί.

Φορὰ τῶν μηνιαίων ὁπότε γένοιτο, μὴ ψαυέτω γυναικὸς ἀνήρ, ἀλλὰ τὸν χρόνον ἐκεῖνον ὁμιλίας ἀνεχέτω νόμον φύσεως αἰδούμενος καὶ [*](1 τάχα] τὰ F 2 ἡρματισμένος F Arm: ἠρτημένος ceteri (v) αἰεὶ F 3 ἱεροὺς] ἱερεῖς A δ’ FA, δὲ om. G οὐ] οὐδέν F 4 γὰρ om. Arm πρὸ] πρὸς G ἔθνεσι A κινδυνεύουσι FAP: κινδυνεύσουσι ceteri (v) 5 τιμὴν ἀπομαθεῖν F: ἀπομαθεῖν τιμήν ceteri (v) 6 δέ om. Arm γυνὴ om. Α 9 γενέσθω F: γινέσθω ceteri (v) θεσμοὺς] δεσμοὺς H (Turn.) 11 ἐθέλει F: ἐθέλοι ceteri (v) 12 μαλακείας καὶ ἀνανδρείας HP ἐκτετμημένος codd.: ὡς ἐκτετμημένος v 13 καὶ μισοπόνηρον Turn. 14 τὰ πόλεων codd.: τὰ om. V κατορθοῦντι Α 15 εὐφόρως scripsi: εὐφυῶς codd. (v) ; εὐθέως coni. Mang. προαγωγίαν P (Mang.) 16 μηνύματ’ F: μηνύματα ceteri τοῦ ἑκατέρου F: τοῦ ἑκατέρων ceteri (v) θανάτου. δίκην codd. v (cf. Mang.) τινέτω F Arm: γοῦν τινέτω Α, οὖν τινέτω ceteri (v) 18 tit. περὶ τῶν καταμηνίων add. mg M φορὰ δὲ Arm τῶν om. Α γυναικὸς FA: τῆς γυναικὸς ceteri (v) ἀνήρ MFA: ὁ ἀνήρ ceteri (v), ἀνήρ om. G Barb. 19 ἀνεχέτω F: ἀπεχέσθω G, ἀνεχέσθω ceteri (v)) [*](6 sqq. Deut. 24,1 — 4. cf. loseph. Ant. lud. IV § 203 γυναικὸς δέ τῆς συνοικούσης βουλόμενος διαζευχθῆναι καθ’ ἁσδηποτοῦν αἰτίας, πολλαὶ δ’ ἂν τοῖς ἀνθρώποις τοιαῦται γίγνοιντο, γράμμασι μὲν περὶ τοῦ μηδέποτε συνελθεῖν ἰσχυριζέσθω· λάβοι γὰρ ἄν οὕτως ἐξουσίαν συνοικεῖν ἑτέρω, πρότερον γὰρ οὐκ ἐφετέον· εἰ δὲ καὶ πρὸς ἐκεῖνον κακωθείη καὶ τελευτήσαντος αὐτοῦ θελήσειε γαμεῖν ὁ πρότερος, μὴ ἐξεῖναι αὐτῇ ἐπανιέναι. 18 Lev. 18,19. 2018. cf. Ioseph. Ant. Iud. III § 275. 18 — 159,13 pergit Catena Barber. IV 56 fol. I22v: φορὰ τῶν μηνιαίων — δεδιώς.)

v.5.p.159
ἅμα προδιδασκόμενος μὴ ἀτελεῖς γονὰς ἀκαίρου καὶ ἀμούσου χάριν ἡδονῆς προΐεσθαι· ὅμοιον γὰρ ὡς εἴ τις γεωπόνος ὑπὸ μέθης ἢ φρενοβλαβείας πυροὺς καὶ κριθὰς εἰς λίμνας καὶ χειμάρρους ἀντὶ πεδίων σπείροι, ξηραῖς γὰρ γενομέναις ταῖς ἀρούραις καταβάλλεσθαι χρὴ τὸν σπόρον εἰς εὐκαρπίαν.

καθαίρει δὲ καὶ ἡ φύσις ἑκάστῳ μηνὶ τὴν μήτραν οἷά τινα θαυμαστὴν ἄρουραν, ἧς τὸν καιρὸν ἀγαθοῦ γεωργοῦ τρόπον ἐπιτηρητέον, ἵν’ ἔτι μὲν ἐπικλυζομένης ἐπέχοι τὸν σπόρον — λήσεται γὰρ τῇ φορᾷ κατασυρεὶς ὑπὸ τῆς ὑγρότητος τοὺς σπερματικοὺς τόνους οὐ χαλασθεὶς μόνον ἀλλὰ καὶ εἰς ἅπαν ἐκλυθείς· οὗτοι δ’ εἰσὶν οἱ ἐν τῇ μήτρᾳ τῷ τῆς φύσεως ἐργαστηρίῳ ζῳοπλαστοῦντες καὶ τῶν μερῶν ἕκαστον σώματός τε καὶ ψυχῆς ἀκρότητι τέχνης τελεσιουργοῦντες —, εἰ δ’ ἐπίσχοι τὰ μηνιαῖα, θαρρῶν ἤδη γόνιμα κατασπείροι μηκέτι φθορὰς τῶν καταβληθησομένων δεδιώς.

ὀνειδιστέον καὶ τοῖς σκληρὰν καὶ λιθώδη γῆν ἀροῦσιν· οὗτοι δὲ τίνες ἂν εἶεν ἢ οἱ στείραις συνερχόμενοι γυναιξί; θήρᾳ γὰρ αὐτὸ μόνον ἡδονῆς ἀκράτορος ὡς οἱ λαγνίστατοι τὰς γονὰς ἑκουσίῳ γνώμῃ διαφθείρουσιν· ἐπεὶ τίνος ἄλλου χάριν ἐγγυῶνται τὰς τοιαύτας; οὐ μὴν δι’ ἐλπίδα τέκνων, ἣν ἴσασιν ἐξ ἀνάγκης ἀτελῆ γενησομένην, ἀλλὰ δι’ ὑπερβάλλοντα οἶστρον καὶ ἀκρασίαν ἀνίατον.

ὅσοι μὲν οὖν ἄγονται κόρας ἀγνοίᾳ τοῦ πῶς ἔχουσιν εὐθὺς εὐτοκίας ἢ τοὐναντίον, ὁπόταν χρόνῳ μακρῷ ὕστερον ἐκ τῆς ἀγονίας αἰσθανόμενοι στείρας αὐτὰς [*](1 προδιδασκόμενος MAG Barb.: προσδιδασκόμενος F Arm, διδασκέσθω HP (v) 2 προσίεσθαι FH (Turn.) γὰρ om. F ἢ] καὶ Α, om. F1 3 πυροὺς καὶ κριθὰς M: πυροῖς καὶ κριθαῖς F, πυροὺς ἡ κριθὰς ceteri (v), πυροὺς ἢ καὶ κριθὰς Barb. κριθοὺς Α εἰς om. F σπείροι F: κατασπείρει F: κατασπείροι ceteri (v) 5 δὲ καὶ F: δ’ Α, δὲ ceteri 6 καιροῦ F1 (??) (ras. 3 litt.) τρόπον F, τὸν τρόπον Barb. ἵν᾿ — σπόρον (7) om. G 7 ἐπέχοι H2 (v): ἐπέχῃ ceteri τῆ φορᾶ F Arm: ἡ σπορὰ ceteri (v), ἡ σπορὰ ὑπὸ τῆς φορᾶς Barb. 7. ἡ γρ. λήσεται γὰρ τῆ γῆ φθορὰ κατασυρεῖσα ὑπὸ τῆς ὑγρότητος πνευματικοὺς τόνους mg M κατασυρεὶς Arm: ἐκσυρεῖσα Α, κατασυρεῖσα cetcri (v) 8 ἀγριότητος Barb. σπερματικοὺς Α: πνευματικοὺς ceteri τόνους] γόνους MG 8. 9 χαλασθεὶς et ἐκλυθείς scripsi (Arm?): χαλασθεῖσα et ἐκλυθεῖσα codd. (v) 9 δ’ FA: δὲ ceteri 10 ἕκαστον F Barb.: ἕκαστα ceteri (v) 11 τε καὶ ψυχῆς om. Arm (fort. recte) δὲ F ἐπίσχοιτο G 12 μηναῖα F1, ι add. F2 φθορὰς F: σπορὰν H, φθορὰν ceteri (v) 12. 13 βληθησομένων M 13 tit. τοῖς περὶ τῶν συνερχομένων στείραις add. mg M τὴν Α 14 ἢ om. AGH1P 15 θήρᾳ γὰρ αὐτὸ μόνον] θηραταὶ γὰρ οὗτοι μόνον M (Mang.) ἄκρατοι M ὡς οἱ scripsi: οἳ F, ὅσοι ceteri (v) 17 ἐξ ἀνάγκης ἴσασιν trausp. Α 18 ἀκρασίαν] ἀκολασίαν Α (Mang.) ἀνίατον ἀκρασίαν Arm 20 ὁπόταν F: ὁπότε ceteri (v) χρόνῳ χρόνῳ Arm αἰσθόμενοι A στείρας] χήρας Α)

v.5.p.160
μὴ ἀποπέμπωνται, συγγνώμης εἰσὶν ἐπάξιοι συνηθείας, βιαστικωτάτου πράγματος, ἡττώμενοι καὶ φίλτρα ἀρχαῖα συμβιώσει μακρᾷ ταῖς ψυχαῖς ἐνεσφραγισμένα λύειν ἀδυνατοῦντες.

ὅσοι δὲ προδεδοκιμασμένας ἑτέροις ἀνδράσιν ὡς εἰσὶν ἄγονοι μνῶνται συῶν τρόπον ἢ τράγων ὀχεύοντες αὐτὸ μόνον, ἐν ἀσεβῶν στήλαις ἐγγραφέσθωσαν ὡς ἀντίπαλοι θεοῦ· τῷ μὲν γὰρ ἅτε φιλοζῴῳ καὶ φιλανθρώπῳ δι’ ἐπιμελείας τῆς πάσης ἐστὶ σωτηρίαν καὶ μονὴν τοῖς γένεσιν ἅπασιν ἐργάζεσθαι, οἱ δ’ ἅμα τῇ καταβολῇ σβέσιν τοῖς σπέρμασι τεχνάζοντες ἐχθροὶ τῆς φύσεως ὁμολογουμένως εἰσίν.

Ἐπεισκεκώμακε δὲ ταῖς πόλεσιν ἕτερον πολὺ τοῦ λεχθέντος μεῖζον κακόν, τὸ παιδεραστεῖν, ὃ πρότερον μὲν καὶ λεχθῆναι μέγα ὄνειδος ἦν, νυνὶ δ’ ἐστὶν αὔχημα οὐ τοῖς δρῶσι μόνον, ἀλλὰ καὶ τοῖς πάσχουσιν, οἳ νόσον θήλειαν νοσεῖν ἐθιζόμενοι τάς τε ψυχὰς καὶ τὰ σώματα διαρρέουσι μηδὲν ἐμπύρευμα τῆς ἄρρενος γενεᾶς ἐῶντες ὑποτύφεσθαι, περιφανῶς οὕτως τὰς τῆς κεφαλῆς τρίχας ἀναπλεκόμενοι καὶ διακοσμούμενοι καὶ ψιμμυθίῳ καὶ φύκεσι καὶ τοῖς ὁμοιοτρόποις τὰς ὄψεις τριβόμενοι καὶ ὑπογραφόμενοι καὶ εὐώδεσι μύροις λίπα χριόμενοι — προσαγωγὸν γὰρ μάλιστα ἐν τοῖς τοιούτοις τὸ εὐῶδες ἐν ἅπασι τοῖς εἰς εὐκοσμίαν ἠσκημένοις —, καὶ τὴν ἄρρενα φύσιν ἐπιτηδεύσει τεχνάζοντες εἰς θήλειαν μεταβάλλειν οὐκ ἐρυθριῶσι.

καθ’ ὧν φονᾶν ἄξιον νόμῳ πειθαρχοῦντας, ὃς κελεύει τὸν ἀνδρόγυνον τὸ φύσεως νόμισμα παρακόπτοντα νηποινεὶ τεθνάναι, μηδεμίαν ἡμέραν ἀλλὰ μηδ’ ὥραν ἐώμενον ζῆν, [*](1 ἀποπέμπονται M, ἀποπεμπέτωσαν, οὗτοι δὲ HP: ἀπέπεμψαν· οὔτοι δὴ Turn. ἐπάξιοι F: ἄξιοι ceteri (v) 2 ἀρχαῖα φίλτρα Arm μακρὰ συμβιώσει transp. HP (v) 3 προδεδοκιμασμένας FA: πρὸς δεδοκιμασμένας ceteri (Turn.) 4 ἄγονοι — ὁμολογουμένως εἰσίν (9) om. F 5 ἐγγεγραφέσθωσαν H (Turn.) 7 μονὴν M: μόνην GHP, μόνον Α; διαμονὴν coni. Mang. 10 tit. κατὰ παιδεραστῶν add. mg M ἐπισκεκώμακε F, ἐπικεκώμακε N ἕτερον] πρότερον A 10.11 ἕτερον — μεῖζον] μέγα Barb. 11 κακόν om. G τὸ παιδεραστῶν HP (Turn.) 15 οὕτω Barb. 15. 16 καὶ διακοσμούμενοι om. G 16 ψιμμιθίω MA, ψιμυθίω P 17 ἐπιτριβόμενοι Α λίπα χριόμενοι] ὑποχριόμενοι M; ἐπιχριόμενοι coni. Mang. 17. 18 προσαγωγὸν incipit S 19 ἠσκημένοις codd.: ἠσκημένοι Mang. ἐπιτηδεύσει F: ἐν ἐπιτηδεύσει ceteri 20 μεταβαλεῖν S ἐρυθριῶσιν S καθῶν S νόμον F1 21 ὃς] θσ (θεὸς) τὸ φύσεως νόμισμα Mang.: τά φύσεως ὄργανα S, τὰ φύσει νόμιμα FN, τὰ φύσεως νόμιμα ceteri (v) 22 νηποινεὶ] ἀκρίτως S, γρ. ἀκρίτως mg M νηποινῆ Α, νηποινὶ ceteri ἡμέραν] ὥραν G ἀλλ’ οὐδ’ ὥραν M μηδὲ AP 10—163,1 pergit Catena Barber. IV 56 fol. 122v: ἐπεισκεκώμακε — καὶ τῶν τρόπων. 10—161,11 N fol. 158v: ἐπικεκώμακε — καὶ νύκτωρ. 21 Deut. 2317.)

v.5.p.161
ὄνειδος αὑτοῦ καὶ οἰκίας καὶ πατρίδος ὄντα καὶ τοῦ σύμπαντος ἀνθρώπων γένους.

ὁ δὲ παιδεραστὴς ἴστω τὴν αὐτὴν δίκην ὑπομένων, ἐπειδὴ τὴν παρὰ φύσιν ἡδονὴν διώκει καὶ τὰς πόλεις τό γε ἐπ’ αὐτὸν ἧκον μέρος ἐρήμους καὶ κενὰς ἀποδείκνυσιν οἰκητόρων διαφθείρων τὰς γονὰς καὶ προσέτι τῶν μεγίστων κακῶν, ἀνανδρίας καὶ μαλακίας, ὑφηγητὴς καὶ διδάσκαλος ἀξιοῖ γενέσθαι τοὺς νέους ὡραΐζων καὶ τὸ τῆς ἀκμῆς ἄνθος ἐκθηλύνων, ὃ πρὸς ἀλκὴν καὶ ῥώμην ἀλείφειν ἁρμόττον ἦν, καὶ τελευταῖον ὅτι κακοῦ τρόπον γεωργοῦ τὰς μὲν βαθυγείους καὶ εὐκάρπους ἀρούρας χερσεύειν ἐᾷ μηχανώμενος ἐπ’ αὐταῖς ἀγονίαν, ἐξ ὧν δ’ οὐδὲν βλάστημα προσδοκᾶται τὸ παράπαν, εἰς ταῦτα πονεῖται μεθ’ ἡμέραν τε καὶ νύκτωρ.

αἴτιον δ’ οἶμαι τὸ παρὰ πολλοῖς τῶν δήμων ἀκρασίας καὶ μαλακίας ἆθλα κεῖσθαι· τοὺς γοῦν ἀνδρογύνους ἔστιν ἰδεῖν διὰ πληθυούσης ἀγορᾶς ἀεὶ σοβοῦντας κἀν ταῖς ἑορταῖς προπομπεύοντας καὶ τὰ ἱερὰ τοὺς ἀνιέρους διειληχότας καὶ μυστηρίων καὶ τελετῶν κατάρχοντας καὶ τὰ Δήμητρος ὀργιάζοντας.