De Specialibus Legibus (lib. i‑iv)

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.

Ἦν ποτε χρόνος, ὅτε φιλοσοφίᾳ σχολάζων καὶ θεωρίᾳ τοῦ [*](II p. 299) κόσμου καὶ τῶν ἐν αὐτῷ τὸν καλὸν καὶ περιπόθητον καὶ μακάριον ὄντως νοῦν ἐκαρπούμην, θείοις ἀεὶ λόγοις συγγινόμενος καὶ δόγμασιν, ὧν ἀπλήστως καὶ ἀκορέστως ἔχων ἐνευφραινόμην, οὐδὲν ταπεινὸν φρονῶν ἢ χαμαίζηλον οὐδὲ περὶ δόξαν ἢ πλοῦτον ἢ τὰς σώματος εὐπαθείας ἰλυσπώμενος, ἀλλ’ ἄνω μετάρσιος ἐδόκουν ἀεὶ φέρεσθαι κατά τινα τῆς ψυχῆς ἐπιθειασμὸν καὶ συμπεριπολεῖν ἡλίῳ καὶ σελήνῃ καὶ σύμπαντι οὐρανῷ τε καὶ κόσμῳ.

τότε δὴ τότε διακύπτων ἄνωθεν ἀπ’ αἰθέρος καὶ τείνων ὥσπερ ἀπὸ σκοπιᾶς τὸ τῆς διανοίας ὄμμα κατεθεώμην τὰς ἀμυθήτους θεωρίας τῶν ἐπὶ γῆς ἁπάντων καὶ εὐδαιμόνιζον ἐμαυτὸν ὡς ἀνὰ κράτος ἐκπεφευγότα τὰς ἐν τῷ θνητῷ βίῳ κῆρας.

ἐφήδρευε δ’ [*](1 tit. περὶ τῶν ἀναφερομένων ἐν εἴδει νόμων εἰς δύο γένη τῶν ι΄ λογίων, τό τε ς' τὸ ζ', τὸ κατὰ μοιχῶν καὶ παντὸς ἀκολάστου καὶ τὸ κατὰ ἀνδροφόνων καὶ πάσης βίας M, τοῦ αὐτοῦ περὶ τῶν ἀναφερομένων . . . τό τε ς' καὶ τὸ ζ', καὶ τὸ κατὰ μοιχῶν . . . ἀνδροφόνου καὶ πάσης βίας F, φίλωνος περὶ τῶν ἀναφερομένων ἐν εἴδει λογίων (sic) εἰς β' γένη τῶν ι' λογίων, τό τε ς' καὶ τὸ ζ', καὶ τὸ κατὰ μοιχῶν . . . πάσης βίας G, Φίλωνος ἰουδαίου περὶ τῶν . . . δέκα λογίων, τό τε ς' καὶ τὸ ζ' τὸ κατὰ μοιχῶν . . . κατὰ τῶν ἀνδροφόνων καὶ πάσης βίας Α, περὶ τῶν ἀναφερομένων . . . πάσης βίας HP, περὶ δέκα λόγων (sic) Arm 6 ὅτε] ὁπότε M 7 καὶ ante μακάριον om. Α 8 νοῦν] βίον coni. Mang. θείοις ἀεὶ F Arm: ἀεὶ θείοις ceteri (v) λόγοις FA (Mang.): λογίοις ceteri συγγινόμενος F1 (Mang.): συγκινούμενος ceteri 9 ἀκορέστων G φρονῶν om. Arm 10 τὰς τοῦ σώματος AP2 11 ἀλλὰ F τινα] τὸν M 12 ἡλίω τε M σύμπαντι F: τῶ παντὶ ceteri (v) 13 δὴ Γ’· δὴ οὖν ceteri (v) 14 σκοπιᾶς F (in ras.): σκοπιῆς ceteri (v) 15 θεωρίας] διαφορὰς coni. Mang. τῶν om. F εὐδαιμονίζων ω ex ο corr.) Η, εὐδαιμονίζων L (v) ἐμαυτὸν] ἑαυτὸν MA 16 κῆρας MF Arm: κακὰς κῆρας ceteri (v) δὲ M)

v.5.p.151
ἄρα μοι τὸ κακῶν ἀργαλεώτατον, ὁ μισόκαλος φθόνος, ὃς ἐξαπιναίως ἐπιπεσὼν οὐ πρότερον ἐπαύσατο καθέλκων πρὸς βίαν ἤ με καταβαλεῖν εἰς μέγα πέλαγος τῶν ἐν πολιτείᾳ φροντίδων, ἐν ᾧ φορούμενος οὐδ’ ὅσον ἀνανήξασθαι δύναμαι.

στένων δ’ ὅμως ἀντέχω τὸν ἐκ πρώτης ἡλικίας ἐνιδρυμένον τῇ ψυχῇ παιδείας ἵμερον ἔχων, ὃς ἔλεόν μου καὶ οἶκτον ἀεὶ λαμβάνων ἀνεγείρει καὶ ἀνακουφίζει. διὰ τοῦτον ἔστιν ὅτε τὴν κεφαλὴν ἐπαίρω καὶ τοῖς τῆς ψυχῆς ὄμμασιν ἀμυδρῶς μὲν — τὸ γὰρ ὀξυδερκὲς αὐτῶν ἡ τῶν ἀλλοκότων πραγμάτων ἀχλὺς ἐπεσκίασεν — ἀλλ’ ἀναγκαίως γοῦν περιβλέπομαι τἀν κύκλῳ καθαρᾶς καὶ ἀμιγοῦς κακῶν ζωῆς σπάσαι γλιχόμενος.

εἰ δέ μοι καὶ ἐξ ἀπροσδοκήτου βραχεῖα γένοιτο εὐδία καὶ γαλήνη θορύβων τῶν ἐν πολιτείᾳ, ὑπόπτερος ἐπικυματίζω μόνον οὐκ ἀεροπορῶν, αὔραις τῆς ἐπιστήμης καταπνεόμενος, ἥ με πολλάκις ἀναπείθει δραπετεύειν συνημερεύσοντα αὐτῇ καθάπερ ἀπὸ δεσποτῶν ἀμειλίκτων, οὐκ ἀνθρώπων μόνον ἀλλὰ καὶ πραγμάτων ἀλλαχόθεν ἄλλων χειμάρρου τρόπον ἐπεισχεομένων.

ἀλλὰ γὰρ καὶ ἐπὶ τούτοις θεῷ προσῆκον εὐχαριστεῖν, ὅτι καίτοι κατακλυζόμενος οὐκ ἐγκαταπίνομαι βύθιος· ἀλλὰ καὶ τοὺς τῆς ψυχῆς ὀφθαλμούς, οὓς ἀπογνώσει τινὸς χρηστῆς ἐλπίδος ᾠήθην ἤδη πεπηρῶσθαι, διοίγω καὶ φωτὶ τῷ σοφίας ἐναυγάζομαι μὴ πάντα τὸν βίον τῷ σκότῳ παραδοθείς. ἰδού γέ τοι τολμῶ μὴ μόνον τοῖς ἱεροῖς Μωυσέως ἑρμηνεύμασιν ἐντυγχάνειν, ἀλλὰ καὶ φιλεπιστημόνως διακύπτειν εἰς ἕκαστον καὶ ὅσα μὴ γνώριμα τοῖς πολλοῖς διαπτύττειν καὶ ἀναφαίνειν.

Ἐπεὶ δὲ τῶν δέκα λογίων, ἅπερ αὐτὸς ἔχρησεν ὁ θεὸς ἄνευ προφήτου καὶ ἑρμηνέως, πέντε μὲν εἴρηται τὰ χαραχθέντα ἐν τῇ [*](2 καθέλκων με Arm με καταβαλεῖν] μεταβαλεῖν F, κατέβαλεν (om. με) M 4 δύναμαι] σθένω F στένων] θεὸς (sic) F, στένων om. Arm ἀντέχω] ἀντέχων καὶ F 5 ἵμερον] (??) ἔρον F ἔχων om. F 6 ὅτε om. M 7 ἀμυδρῶς Arm: ἀμυδροῖς codd. (v) 7. 8 τὸ ὀξυδερκὲς γὰρ (γὰρ ss.) transp. Η 8 ἀλλοκότων] ἀλλαχόθεν ἄλλων (ut 1. 14 15) coni. Mang. ἐσκίασεν F 9 ἀλλὰ G ἀναγκαίως] ἀνεῳγόσι coni. Mang. 10 ζωῆς om. F 11 εὐδεία H1P θορύβου τῶν (sic) F ἐν πολιτεία F: ἐκ πολιτείας ceteri (v) 12 μόνον οὐκ ἀεροπορῶν om. M τῆς F: ταῖς ceteri (v) 13 δραπετεύειν] θεραπεύειν Α συνημερεύσοντα F (coni. Mang.): συνημερεύοντα ceteri (v), καὶ συνημερεύειν Arm ἀπὸ] ὑπὸ AP2 15 ἐπεισχεομένων F: ἐπιχεομένων ceteri 18 τινὸς Mang.: τινὲς codd. ᾠήθην scripsi (ᾠήθην ἄν Mang.): ὠήθησαν διανοίγω Α (fort. recte) φωτὶ τῆς σοφώς A τῷ om. Mang. 19 τῶ σκότω M: ἐν σκότω ceteri (Turn.) παριδρυθείς coni. Mang. 20 μωϋσέως G: μωϋσέος ceteri, τοῦ νομοθέτου Arm 22 διαπτύττειν F (cf. Mang.): διαφυλάττειν ceteri (v) ἀναφαίνειν F: ἀναφαίνειν σκοπεῖν ceteri (v) 23 τῶν δέκα F: περὶ δέκα ceteri (v) 24 ἑρμηνέως] ἑρμηνείας Arm εἴρηται om. Arm)

v.5.p.152
προτέρᾳ δέλτῳ καὶ ὅσα τῶν κατὰ μέρος συνέτεινεν εἰς ταῦτα, δεῖ δ’ ἐν τῷ παρόντι καὶ τὰ λοιπὰ τὰ κατὰ τὴν ἑτέραν δέλτον ὡς οἷόν τε ἄριστα συνυφῆναι, πειράσομαι πάλιν καθ’ ἕκαστον τῶν γενῶν ἐφαρμόζειν τοὺς ἐν εἴδει νόμους.

ἐν δὲ τῇ δευτέρᾳ δέλτῳ πρῶτον γράμμα τοῦτ’ ἐστίν· „οὐ μοιχεύσεις“, ὅτι, οἶμαι, πανταχοῦ τῆς οἰκουμένης μέγα πνεῖ ἡ ἡδονὴ καὶ οὐδὲν μέρος τὴν δυναστείαν αὐτῆς ἐκπέφευγεν, οὐ τῶν κατὰ γῆν, οὐ τῶν κατὰ θάλατταν, οὐ τῶν ἐν ἀέρι· χερσαῖά τε γὰρ καὶ πτηνὰ καὶ ἔνυδρα πάντα διὰ πάντων τέθηπε καὶ περιέπει καὶ τοῖς ἐπιτάγμασιν αὐτῆς ὑπείκει πρός τι βλέμμα καὶ νεῦμα ἀφορῶντα κἂν εἰ φρυάττοιτο ὑπ’ ἀλαζονείας ἀσμενίζοντα καὶ μόνον οὐ φθάνοντα τὰς προστάξεις ὀξύτητι καὶ ἀνυπερθέτῳ τάχει τῶν ὑπηρεσιῶν.

ἔχει μὲν οὖν καὶ ἡ κατὰ φύσιν ἡδονὴ πολλὴν καὶ πολλάκις μέμψιν, ὅταν ἀμέτρως καὶ ἀκορέστως χρῆταί τις αὐτῇ, καθάπερ οἱ περὶ ἐδωδὴν ἄπληστοι, κἂν εἰ μηδὲν τῶν ἀπαγορευομένων προσφέροιντο, καὶ οἱ φιλογύναιοι συνουσίαις ἐπιμεμηνότες καὶ λαγνίστερον ὁμιλοῦντες γυναιξὶν οὐκ ἀλλοτρίαις ἀλλὰ ταῖς ἑαυτῶν.

ἡ δὲ μέμψις σώματός ἐστι μᾶλλον ἢ ψυχῆς κατὰ τοὺς πολλούς, πολλὴν μὲν ἔχοντος εἴσω φλόγα, ἣ τὴν παραβληθεῖσαν τροφὴν ἐξαναλίσκουσα ἑτέραν οὐκ εἰς μακρὰν ἐπιζητεῖ, πολλὴν δὲ ἰκμάδα, ἧς τὸ ῥοῶδες διὰ τῶν γεννητικῶν ἀποχετεύεται κνησμοὺς καὶ ὀδαξησμοὺς [*](1 δ’ om. Mang. 2 τ’ Α ἀρίστως M 4 ἐν δὲ — τοῦτ’ ἐστίν om. Arm, eorum loco novum titulum habet Φίλωνος περὶ δέκα λόγων γράμμα] πρόσταγμα vel παράγγελμα coni. Mang. 5 οὐ μοιχεύσεις tamquam titulum rubro scripsit F, repet. mg M 5. 6 ἡ ἡδονὴ M: ἡ om. ceteri (v) 7 γὰρ om. Α 8 διὰ πάντων τέθηπε καὶ περιέπει καὶ om. Nicet. τέθηπε F Arm: γέγηθε ceteri (v) 9 αὐτῆς] αὐτοῖς Α ὑπείκει F Arra: ὑπείκει καὶ ceteri (v) πρός τι F Arm: πρός τε ceteri πρὸς τὸ v) πρός τι — ἀσμενίζοντα καὶ (10) om. Nicet. βλέμμα καὶ νεῦμ᾿ HP, νεῦμα καὶ βλέμμ’ Α 10 τὰς προστάξεις om. Arm 11 ἐν ὀξύτητι F μὲν om. F ἡ om. F 12 πολλὴν καὶ πολλάκις F: πολλὴν καὶ om. ceteri (v) 13 οἱ ἄπληστοι περὶ ἐδωδὴν transp. HP (v) 14 ἀπαγορευομένων F: ἀπηγορευμένων ceteri (v) φιλογύναιοι Arm Nicet.: φιλογυνίοις codd. (v) 15 ὁμιλοῦντες F Nicet.: προσομιλοῦντες ceteri (v) 16 αὐτῶν F οὐ ante σώματος add. F 1(1. 17 κατὰ τοὺς πολλοὺς om. F Arm Nicet. (fort. recte) 17 ἔχοντας MH1P Barb. τροφὴν] ὕλην M 18 πολλὴν] πάλιν Nicet. δὲ ἰκμάδα Α, δ’ ἰκμάδα F: δ’ ἰκμάσασα M, ἰκμάδα (om. δὲ) ceteri (v) ; δι’ ἰκμάδα coni. Mang. ἧς] πᾶν M 19 ἀποχεύεται Α κνισμοὺς F καὶ ὀδαξισμοὺς F (ὀδαξησμοὺς scripsi): om. 4—153,8 Nicetae Catena in Lucam (Vat. 1611 fol. 245v Monac. 33 fol. 3000v) καὶ γράμμα πρῶτον τοῦτό ἐστιν — ζηλοῦν ἐπιμελές. ἅλις μὲν δὴ τούτων. 5 — 157,16 Catena Barber. IV 56 fol. 121v Φίλωνος ἐβραίου: πανταχοῦ τῆς οἰκουμένης — κακὰ καὶ δυσίατα.)

v.5.p.153
ἐμποιοῦν καὶ γαργαλισμοὺς ἀπαύστους.

τοὺς δὲ καὶ γυναιξὶν ἄλλων καὶ ἔστιν ὅτε οἰκείων καὶ φίλων ἐπιμεμηνότας καὶ ἐπὶ λύμῃ τῶν πλησίον ζῶντας, ὅλα γένη πολυάνθρωπα κιβδηλεύειν ἐπιχειροῦντας καὶ τὰς μὲν ἐπὶ γάμοις εὐχὰς παλιμφήμους τὰς δὲ ἐπὶ τέκνοις ἐλπίδας ἀτελεῖς ἀπεργαζομένους, ἀνίατον νόσον ψυχῆς νοσοῦντας, ὡς κοινοὺς ἐχθροὺς ἅπαντος ἀνθρώπων γένους κολαστέον θανάτῳ, ὡς μήτε ζῶντες ἐν ἀδείᾳ πλείους διαφθείροιεν οἴκους μήτε διδάσκαλοι γένοιντο ἑτέρων, οἷς τὰ πονηρὰ τῶν ἐπιτηδευμάτων ζηλοῦν ἐπιμελές.

Εὖ μέντοι καὶ τὰ ἄλλα τὰ περὶ τὰς ὁμιλίας ὁ νόμος διετάξατο. κελεύει γὰρ οὐ μόνον ἀλλοτρίων ἀπέχεσθαι γυναικῶν, ἀλλὰ καὶ χηρευουσῶν μητρυιῶν, αἷς οὐ θέμις συνέρχεσθαι.

τὸ Περσικὸν ἔθος εὐθὺς ἀποστραφεὶς καὶ μυσαξάμενος ἀπεῖπεν ὡς μέγιστον ἀνοσιούργημα· μητέρας γὰρ οἱ ἐν τέλει Περσῶν τὰς ἑαυτῶν ἄγονται καὶ τοὺς φύντας ἐκ τούτων εὐγενεστάτους νομίζουσι καὶ βασιλείας, ὡς λόγος, τῆς μεγίστης ἀξιοῦσιν·

οὗ τί ἂν γένοιτο δυσσεβέστερον ἀνοσιούργημα; πατρὸς εὐνὴν τετελευτηκότος, ἣν ἄψαυστον ὡς ἱερὰν ἐχρῆν φυλάττεσθαι, καταισχύνειν, γήρως δὲ καὶ μητρὸς αἰδῶ μὴ λαμβάνειν, τὸν αὐτὸν τῆς αὐτῆς υἱὸν καὶ ἄνδρα γίνεσθαι καὶ πάλιν τὴν αὐτὴν τοῦ αὐτοῦ καὶ γυναῖκα καὶ μητέρα, καὶ τοὺς ἀμφοῖν παῖδας τοῦ μὲν πατρὸς ἀδελφούς, υἱωνοὺς δὲ τῆς μητρός, [*](1 alt. καὶ F: om. ceteri (v) καὶ ἔστιν — ὅλα (3) 0111. F 2 πλησίων Α (Turn.) 4 ἐπὶ γάμοις F Nicet.: ἐπὶ γάμους Α, ἐπιγαμίους ceteri (v) δ’ A 4. .5 ἀπεργαζομένας G 6 κολαστέον] ὁ νόμος κολάζει Nicet. ἐν ἀδείᾳ] ἀναιδείᾳ Arm ἔ διαφθείροιεν FAG Nicet. Barb.: διαφθείρειεν MHP (v) μήτε MF Nicet.: μηδὲ ceteri. (v) 9 τἄλλα M περὶ τῆς ὁμιλίας Α, περὶ τἀς ἄλλας ὁμιλίας F ὁ νόμος] ὀνόματα Α 11 χηρευουσῶν μητρυιῶν scripsi coll. § 20): χηρευουσῶν codd. (v) ; ἀγχιστευουσῶν coni. Mang. ἔθος Α 13 post γὰρ add. αὐτῶν M τὰς ἑαυτῶν Α: τὰς αὑτῶν ὑ ex ὐ corr.) H, τὰς αὐτῶν FGP Barb., om. h. l. Μ 14 ὡς λόγος, τῆς μεγίστης F Arm: τῆς μεγίστης, ὡς λόγος ceteri (v) 15 δυσεβέστερον F, δϋσευέστερον A 16 γήρως] χήρας coni. Mang. 17 λαμβάνοντα coni. Mang. 18 γενέσθαι H (v) καὶ post γίνεσθαι om. Arm τοῦ αὐτοῦ καὶ M καὶ ora. Mang.): om. F Arm, νῦν ceteri (Turn.) μητέρα καὶ γυναῖκα transp. 11 (v) 19 τοῦ μὲν F Arm (coni. Mang.): τοὺς μὲν ceteri (v)) [*](1—6 Lev. 18,20. 20,10. Deut. 22,22. cf. loseph. Ant. lud. III § 274 μοιχείαν μὲν τὸ παντελὲς ἀπεῖπε νομίσας εὔδαιμον τὸ περὶ τοὺς γάμους ὑγιαίνειν τοὺς ἄνδρας καὶ ταῖς τε πόλεσι καὶ τοῖς οἴκοις συμφέρειν τὸ τοὺς παῖδας εἶναι γνησίους. καὶ μίσγεσθαι δὲ μητράσι κακὸν μέγιστον ὁ νόμος ἀπεῖπεν, ὁμοίως δὲ καὶ πατρὸς συνεῖναι γαμετῇ καὶ τηθίσι καὶ ἀδελφαῖς καὶ παίδων γυναιξὶν ὡς ἔκφυλον ἔχον τὴν ἀδικίαν μεμίσηκεν. . . . κατὰ δέ τῶν εἰς ταῦτ’ ἐξυβρισάντων θάνατον ὥρισε τὴν τιμωρίαν. II Lev. 18,8. 2011 Deut. 22,30. 13 cf. Sext. Emp. Pyrrh. Hyp. III 205, alii.)

v.5.p.154
καὶ τὴν μὲν ὧν ἔτεκε μητέρα τε καὶ μάμμην, τὸν δὲ ὧν ἐγέννησεν ἐν ταὐτῷ πατέρα τε καὶ ὁμομήτριον ἀδελφόν —

ταῦτ’ ἐπράχθη τὸ παλαιὸν καὶ παρ’ Ἕλλησιν ἐν Θήβαις ἐπὶ τοῦ Λαΐου παιδὸς Οἰδίποδος καὶ ἐπράχθη κατ’ ἄγνοιαν, οὐχ ἑκουσίῳ γνώμῃ, καὶ ὅμως τοσαύτην κακῶν φορὰν ἤνεγκεν ὁ γάμος, ὡς μηδὲν ἐλλειφθῆναι τῶν εἰς τὴν ἀνωτάτω βαρυδαιμονίαν.

πολέμων τε γὰρ ἐμφυλίων καὶ ξενικῶν διαδοχαὶ καθάπερ κλῆρος παισὶ καὶ ἐκγόνοις παρὰ πατέρων καὶ προγόνων ἀπελείπετο καὶ πορθήσεις πόλεων τῶν ἐν τῇ Ἑλλάδι μεγίστων ἐγίνοντο καὶ φθοραὶ στρατιωτικῶν δυνάμεων ἐγχωρίων τε καὶ τῶν κατὰ συμμαχίαν ἀφικνουμένων καὶ ἡγεμόνων τῶν παρ’ ἑκατέροις ἀρίστων ἐπάλληλοι φθοραὶ καὶ διὰ τὰς περὶ κράτους [καὶ] ἀρχῆς ἀσυμβάτους ἔχθρας ἀδελφοκτονίαι, δι’ ἃς οὐ μόνον αἱ συγγένειαι καὶ πατρίδες ἀλλὰ καὶ ἡ πλείστη μοῖρα τοῦ Ἑλληνικοῦ παντὸς ἐξεφθάρη πανωλεθρίᾳ· κεναὶ γὰρ αἱ πρότερον εὐανδροῦσαι πόλεις οἰκητόρων μνημεῖα τῶν τῆς Ἑλλάδος συμφορῶν ὑπελείφθησαν, ἀτυχὴς θέα τοῖς ὁρῶσιν.

οὐ μὴν οὐδὲ Πέρσαι, παρ’ οἷς ταῦτα ἐπιτηδεύεται, τῶν παραπλησίων κακῶν ἀμοιροῦσιν· ἀεὶ γὰρ ἐν στρατείαις καὶ μάχαις εἰσὶ κτείνοντες καὶ κτεινόμενοι καὶ τοτὲ μὲν τοὺς πλησιοχώρους κατατρέχοντες τοτὲ δὲ τοὺς ἐπανισταμένους ἀμυνόμενοι· πολλοὶ δὲ πολλαχόθεν ἐπανίστανται, τοῦ βαρβαρικοῦ μὴ πεφυκότος ἠρεμεῖν· πρὶν γοῦν καταλυθῆναι τὴν ἐν χερσὶ στάσιν, ἑτέρα φύεται, ὡς μηδένα τοῦ ἔτους ὑπεξῃρῆσθαι καιρὸν εἰς ἡσυχίαν, ἀλλὰ καὶ θέρους καὶ χειμῶνος μεθ’ ἡμέραν καὶ νύκτωρ ὁπλοφορεῖν, πλείω χρόνον ἐν τοῖς στρατοπέδοις ἐν ὑπαίθρῳ ταλαιπωροῦντας ἢ ἐν ταῖς πόλεσιν οἰκοῦντας διὰ πολλὴν ἔνδειαν εἰρήνης.

ἐῶ λέγειν τὰς τῶν βασιλέων μεγάλας καὶ ὑπερόγκους εὐπραγίας, οἷς ἀγώνισμα πρῶτον εὐθὺς ἅμα τῇ παραλήψει τῆς ἡγεμονίας τὸ [*](1 τε om. Α 1.2 ἐν αὐτῶ F, αὐτῷ (om. ἐν) Arm 2 ταῦτ’ ἐπράχθη κτλ. cum praecedentibus coniunxi 3 παιδὸς] καὶ τοῦ παιδὸς M 4 κατ’ FA: κατὰ ceteri 4. 5 κακῶν φορὰν F: κακῶν om. Α, φορὰν κακῶν ceteri (v) 6 γὰρ om. Α 7 κλήρου F ἐκγόνοις FA Barb.: ἐγγόνοις ceteri (v) πατέρων] πατρῴων Turn. (Richt.!) 8 φθορὰ Arm 9 τῶν om. Α 10 φθοραὶ] φόνοι coni. Mang. 11 καὶ seclusit Mang. 14 ἀπελείφθησαν M 15 οὐ μὴν om. Barb. 16 αἰεὶ F στρατιαῖς FX, στρατεία Α 17 τοτὲ] ποτέ N 19 γοῦν] οὖν Α Barb. (Mang.), γὰρ G 20 μηδένα τοῦ ἔτους] ἐν τούτοις Α 21 θέρους καὶ χειμῶνος om. HP (Turn.) post χειμῶνος add. καὶ Mang., om. codd. 22 πλείω FN: πλείονα ceteri (v) τοῖς om. N 23 οἰκοῦντας V (Turn.): οἰκεῖν codd. 24 ἐῶ γὰρ Α 2 sqq. cf. Soph. Oed. Tyr. 1404 — 1408. —155,5 N fol. 158v: οὐ μὴν—τοὺς ἀσεβοῦντας.)

v.5.p.155
μέγιστον ἄγος, ἀδελφοκτονία, μαντευομένων τὴν ἐκ τῶν ἀδελφῶν γενησομένην ἴσως ἐπίθεσιν ὑπὲρ τοῦ δοκεῖν εὐλόγως κτείνειν.

ἅπερ μοι δοκεῖ πάντα συμβαίνειν διὰ τὰς ἀναρμόστους υἱῶν πρὸς μητέρας ὁμιλίας, τῆς ἐφόρου τῶν ἀνθρωπείων δίκης ἀμυνομένης τῶν ἀνοσιουργημάτων τοὺς ἀσεβοῦντας· ἀσεβοῦσι δ’ οὐχ οἱ δρῶντες μόνον, ἀλλὰ καὶ ὅσοι τοῖς δρῶσιν ἑκουσίῳ γνώμῃ συνεπιγράφονται.

τοσαύτην δὲ ὁ ἡμέτερος νόμος φυλακὴν πεποίηται τοῦ πράγματος, ὥστε οὐδὲ προγονῷ τελευτήσαντος πατρὸς ἄγεσθαι μητρυιὰν ἐφῆκε, διά τε τὴν εἰς τὸν πατέρα τιμὴν καὶ διότι μητρυιᾶς καὶ μητρὸς ὄνομα συγγενές, εἰ καὶ μὴ τὸ τῆς ψυχῆς συνῳδὸν πάθος·