De Specialibus Legibus (lib. i‑iv)

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.

τοὺς γὰρ τοιούτους δούλους μὲν ὀνομάζεσθαι συμβέβηκε, θῆτας δὲ τῷ ὄντι εἶναι τῶν ἀναγκαίων χάριν ὑπηρετοῦντας, κἂν μυριάκις αὐτεξούσιον δυναστείαν καὶ δεσποτείαν ἀπειλῶσί τινες κατ’ αὐτῶν·

οὓς τιθασευτέον, ἐπιλέγοντας τὰ χρηστὰ ἐκεῖνα τοῦ νόμου παραγγέλματα· μισθωτός ἐστιν, ὦ ἄνθρωπε, ὁ λεγόμενος δοῦλος, καὶ αὐτὸς ἄνθρωπος ὤν, ἔχων πρὸς σὲ τὴν ἀνωτάτω συγγένειαν, ἔπειτα καὶ ἀπὸ τοῦ αὐτοῦ ἔθνους, τάχα δὲ καὶ φυλέτης καὶ δημότης, ἐνδείας χάριν εἰς τουτὶ τὸ σχῆμα ὑπηγμένος.

ἀνελὼν οὖν ἐκ τῆς ψυχῆς ἐπίβουλον κακόν, ἀλαζονείαν, ὡς μισθωτῷ προσφέρου, τὰ μὲν διδούς, τὰ δὲ καὶ λαμβάνων· παρέξει μὲν οὖν ἐκεῖνος ἀοκνότατα τὰς ὑπηρεσίας ἀεὶ καὶ πανταχοῦ, μηδὲν ὑπερτιθέμενος, ἀλλὰ φθάνων τὰς σὰς ἐπικελεύσεις τάχει καὶ προθυμίᾳ· σὺ δ’ ἀντιδίδου τὰς τροφὰς καὶ ἐσθῆτα καὶ τὴν ἄλλην ἐπιμέλειαν, μὴ καταζεύξας ὡς ζῷον ἄλογον μηδὲ πλείοσι καὶ βαρυτέροις τῆς δυνάμεως ἄχθεσι πιέζων μηδ’ ὑβρίζων μηδὲ ἀπειλαῖς καὶ ἐπανατάσεσιν εἰς χαλεπὰς δυσθυμίας ἐφελκόμενος, ἀλλ’ ἀναχωρήσεις διδοὺς καὶ ἀνέσεις [*](1 tit. περὶ πράσεως ἀδελφῶν add. mg i M φησί om. R ἐκ τῶν ἀδέλφ’ M (Tisch.) 5 δουλευέτω σοι M (Tisch.) δ’ F προῖκα RM: προῖκ’ F (v) ἀφιέσθω R: ἀφείσθω MF (v) 6 ἐπισπείρων coni. Mang. 7 τὴν om. R τὸν ὑπήκοον RM (Tisch.): τὸ ὑπήκοον F (v) 8 προπεπονθὼς RM (Tisch.): πεπονθὼς F (v) 9 ἱερὸς λόγος] ἱερεὺς M ἀγανάκτει (sic) M 11 θῆτας F: ὄντας (sic) R, μισθωτοὺς M (Tisch.) χάριν] ἕνεκεν M (Tisch.) κἀν R: κἀν εἰ MF (v) 12 ἀπειλῶσι RM (Tisch. „dubitanter quidem“): i F (v) ; ἀποδιδῶσι coni Mang., tum καθ’ αὑτῶν οὓς RM (Tisch.): οὐ F (v) 13 τιθασευτέον R: τιθασσευτἐον MF (v) ἐπιλέγοντες M 16 τουτὶ] τοῦτο M 17 ὑπηγμένος codd. (Tisch., coni. Mang.) ἀπηγμένος v (Mon. 113) κακῶν M 19 ἀοκνοτάτους ὑπηρεσίας M αἰεὶ M (Tisch.) 20 σὰς om. M 21 τὰς om. M (Tisch.) 23 μηδὲ R: μήδ’ MF (v) ἐπαναστάσεσιν M) [*](4 Exod. 21,2. Deut. 15,12. 14 Lev. 25,39. 40. 22 Lev. 25,43.46.)

v.5.p.107
μεμετρημένας· τὸ γὰρ „μηδὲν ἄγαν“ ἐπὶ πάντων ἄριστον καὶ μάλιστα πρὸς οἰκέτας δεσποτῶν.

ὑπηρετηθεὶς μέντοι χρόνον αὐταρκέστατον, ἑξαετίαν, ὅταν ὁ ἱερώτατος ἀριθμὸς ἐνίστασθαι μέλλῃ, τὸ ἕβδομον ἔτος, ἐλεύθερον μεθίεσο τὸν ἐλεύθερον φύσει μηδὲν ἐνδοιάσας, ἀλλ’, ὦ γενναῖε, καὶ γεγηθὼς δίδου τὴν χάριν, ὅτι καιρὸν ἔλαβες τὸ ζῴων ἄριστον, ἄνθρωπον, ἐν τοῖς μεγίστοις εὐεργετῆσαι· δούλῳ γὰρ οὐκ ἔστι μεῖζον ἐλευθερίας ἀγαθόν.

χαίρων οὖν καὶ προσεπιδαψίλευσαί τι τῶν ἰδίων ἀφ’ ἑκάστου μέρους τῆς κτήσεως ἐφοδιάσας τὸν εὐεργετηθέντα· σὸν γὰρ ἐγκώμιον, εἰ μὴ πένης ὢν ἀπαλλάττοιτο τῆς οἰκίας, ἀλλὰ τῶν εἰς τἀναγκαῖα ἀφορμῶν εὐπορηκώς, ἵνα μὴ πάλιν ὑπ’ ἐνδείας εἰς τὴν ἀρχαίαν ἀτυχίαν ὑπαχθῇ δουλεύειν ἀναγκασθεὶς διὰ σπάνιν τῶν περὶ δίαιταν καὶ ἡ σὴ χάρις ἀναιρεθῇ. πενήτων μὲν δὴ πέρι τοσαῦτα.

Κελεύει δ’ ἑξῆς ἀργὴν τὴν χώραν ἐᾶν ἔτει ἑβδόμῳ, διὰ πολλά· πρῶτον μέν, ἵνα τὴν ἑβδομάδα τιμήσῃ κατὰ πάντας χρόνους ἡμερῶν καὶ μηνῶν καὶ ἐνιαυτῶν· ἑβδόμη τε γὰρ πᾶσα ἡμέρα ἱερά, τὸ καλούμενον παρ’ Ἑβραίοις σάββατον, μηνῶν τε ὁ ἕβδομος κατὰ πᾶν ἔτος ἑορτῶν ἔλαχε τὴν μεγίστην, ὥστ’ εἰκότως καὶ ὁ ἕβδομος ἐνιαυτὸς τοῦ περὶ τὸν ἀριθμὸν σεβασμοῦ τυχὼν ἐκτετίμηται.

δεύτερον δ’ ἐκεῖνο· μὴ πάντα, φησίν, ἴσθι τοῦ κέρδους, ἀλλὰ καὶ ἑκὼν ζημίαν ὑπόμεινον, ἵνα καὶ τὴν ἀκούσιον βλάβην, εἴ ποτε γένοιτο, ῥᾳδίως ἐνέγκῃς, ἀλλὰ μὴ ὡς ἐπὶ [*](1 ἐπὶ πάπων ἄριστον M: ἐπὶ πάντων F (v), ἐπὶ πάντων ἄριστον om. 15; ἐστὶ πάντων (??) Tisch. καὶ μάλιστα ἐν τοῖς coni. Wendl. 5 τὸ ζῶον (sic) ἄριστον M τὸ ζώων ἆ. Tisch.): τὸ ζῶόν ἄριστον R, τὸ ἄριστον ζῶον F (v) 8 ἐφοδιάζων M (Tisch.) τὸν ἐλευθερωθείην M (Tisch.) 10 ηὐπορηκώς M (Tisch.) 11 ὑπαχθῇ δουλεύειν ἀναγκασθεὶς RF: ἀπαχθεὶς δουλεύειν ὑπαχθῇ M; ὑπαχθεὶς δουλεύειν ἀναγκασθῇ Tisch. 12 πενήτων] προσηλύτων M 13 tit. διὰ τί κελεύει τὴν χώραν ἀργεῖν ἐν ἔτει ἑβδόμῳ add. mg M ἀργὴν τὴν χώραν scripsi: ἄνεργον τὴν χώραν R, ἀργὴν ἀνάροτον τὴν χώραν F, τὴν χώραν ἀργὴν M (Tisch.): ἀργὴν καὶ ἀνάροτον τὴν χώραν V 14 διατιμήση M (Tisch.) 16 μηνῶν] μήν M (Tisch.) 18 δ’ ἐκεῖνο] δι’ ἐκεῖνο coni. Mang. 18. 19 πάντα, φησίν] παντάπασιν M (Tisch.): fort, scribendum παντάπασιν, φησίν 19 ἴστι (sic) M 20 ῥᾳδίως] ῥᾴως M) [*](7 Deut. 15,13. 14. 13 Exod. 23,11. Lev. 25,2 sqq. cf. Ioseph. Ant. lud. III § 281 δι’ ἑβδόμου ἔτους ἄνεσιν δίδωσι (Mωυσῆς) ι τῇ γῇ ἀπό τε ἀρότρου (I. ἀρότου) φυτείας. 13. 14 pergit Nicetas: καὶ τὸν πραθέντα προῖκα ἐλεύθερον ἀφίησι καὶ τὴν χώραν ἀνάροτον ἐᾶν κελεύει διὰ πολλά· πρῶτον μὲν ἶνα τὴν ἑβδομάδα τιμήσῃ. 18—20 pergit Nicetas: δεύτερον δὲ ἶνα διδάξῃ μὴ πάντα εἶναι τοῦ κέρδους, ἀλλὰ κα ἑκόντα ζημίαν ὑπομένειν, ἵνα τὴν ἀκούσιον βλάβην, εἴ ποτε γένοιτο, ῥᾳδίως ἐνέγκῃ.)

v.5.p.108
καινῷ καὶ ξένῳ δυσχεραίνων ἀθυμήσῃς. εἰσὶ γὰρ τῶν πλουσίων οὕτως ἀτυχεῖς τὰς γνώμας τινές, ὥστε ἀπορίας ἐπισχούσης στένουσι καὶ κατηφοῦσιν οὐδὲν ἧττον ἢ εἰ πᾶσαν ἀφῃρέθησαν τὴν οὐσίαν.

ἀλλὰ τῶν Μωυσέως ὁμιλητῶν ὅσοι φοιτηταὶ γνήσιοι καλοῖς ἐνασκούμενοι νομίμοις ἐκ πρώτης ἡλικίας ἐθίζονται τὰς ἐνδείας εὐμαρῶς ὑπομένειν διὰ τοῦ καὶ τὴν ἀρετῶσαν χώραν ἐᾶν ἀργήν, ἅμα καὶ μεγαλοφροσύνην ἀναδιδασκόμενοι καὶ τὰς ὁμολογουμένας προσόδους μόνον οὐκ ἐκ τῶν χειρῶν ἑκουσίῳ γνώμῃ μεθιέναι.

τρίτον κἀκεῖνο αἰνίττεσθαί μοι δοκεῖ, τὸ μηδενὶ προσήκειν τὸ παράπαν ἀνθρώπους ἄχθει βαρύνειν καὶ πιέζειν· εἰ γὰρ τοῖς μέρεσι τῆς γῆς, ἃ μήτε ἡδονῆς μήτε ἀλγηδόνος πέφυκε κοινωνεῖν, μεταδοτέον ἀναπαύλης, πῶς οὐχὶ μᾶλλον ἀνθρώποις, οἷς οὐ μόνον αἴσθησις πρόσεστιν ἡ κοινὴ καὶ τῶν ἀλόγων ζῴων, ἀλλὰ καὶ λογισμὸς ἐξαίρετος, ᾧ τὰ ἐκ πόνων καὶ καμάτων ὀδυνηρὰ τρανοτέραις φαντασίαις ἐντυποῦται;

παυσάσθωσαν οὖν οἱ λεγόμενοι δεσπόται τῶν ἐπὶ δούλοις σφοδρῶν καὶ δυσυπομονήτων ἐπιταγμάτων, ἃ καὶ τὰ σώματα κατακλᾷ βιαζόμενα καὶ τὰς ψυχὰς πρὸ τῶν σωμάτων ἀπαγορεύειν ἀναγκάζει.

φθόνος γὰρ οὐδεὶς προστάττειν τὰ μέτρια, δι’ ὧν καὶ ὑμεῖς τῆς προσηκούσης ὑπηρεσίας ἀπολαύσετε καὶ οἱ θεράποντες εὐφόρως τὰ κελευσθέντα δράσουσι καὶ τὰς διακονίας οὐ πρὸς ὀλίγον ἅτε προκαμόντες καὶ (εἰ δεῖ τἀληθὲς εἰπεῖν) ἐν τοῖς πόνοις προγηράσαντες ὑπομενοῦσιν, ἀλλὰ πρὸς μήκιστον ἀθλητῶν τρόπον ἀνηβῶντες, οὐ τῶν εἰς πολυσαρκίαν πιαινομένων, ἀλλ’ οἷς ἔθος ἐγγυμνάζεσθαι διὰ ξηρῶν ἱδρώτων πρὸς τὴν τῶν περὶ τὸν βίον [*](1 καινῷ om. M ἀθυμήσῃς RM (Tisch.): ἀθυμῇς Γ’ (v) εἰσὶ] εἰ M 2 ὥστε R, ὥστ’ M (Tisch.): ὡς F (v) ἀφορίας M στένουσι RF: στενάζουσι M (Tisch.) 2. 3 κατηφοῦσιν M 3 ἢ] ἣν M 4 μώσεως MF α 6 ἀρεστῶσαν F (Hoesch. in textu) χώραν om. M ἐν ἀργὸν (sic) R ὁμολογουμένας] RF mg M: ἐκδιδασκόμενοι M in textu 7 καὶ] διὰ τοῦ coni. Mang. ὁμολογουμένας] ἐκλεγομένας coni. Mang. προσόδους RF: ὠφελείας M (Tisch.) 7. 8 ἑκουσίῳ γνώμῃ] ἑκουσίως M 8 μεθίενται M (fort. recte) 10 pr. μήτε RM: μήθ’ F Nicet. alt. μήτε RM: μήτ’ F Nicet. 12 ἀλόγων] ἄλλων M 13 ἐντυποῦνται M (Tisch.) 14 παυσάσθωσαν R: παύσασθε MF (v) 15 κατακλᾶν M, κατακλᾷ ἀεὶ R 18 ἀπολαύσεται F, ἀπολύσητε M εὐφόρως RF: εὐκόλως M (Tisch.) δράσωσι M 19 προκαμόντες F: προκάμνοντες RM 20 ἐν M (Tisch.): om. RF (v) ὑπομένουσιν F 21 ἀνηβῶντες F: ἡβῶντες R, ἀμείβοντες M 22 περὶ τὸν βίον M (Tisch.): περὶ βίον F (v), ἐν τῶ βίω R) [*](8—11 i pergit Nicetas: τρίτον τὸ μηδενὶ τοὺς ἀνθρώπους (αὐτοὺς Coisl.) ἄχθει εἰ γὰρ τοῖς μέρεσι τῆς γῆς — πῶς οὐχὶ μᾶλλον ἀνθρώποις προστακτέον τὰ μέτρια;)

v.5.p.109
ἀναγκαίων καὶ χρησίμων κτῆσιν.

παυσάσθωσαν καὶ οἱ τῶν πόλεων ἡγεμόνες φόροις καὶ δασμοῖς συνεχέσι καὶ μεγάλοις αὐτὰς ἐκτραχηλίζοντες, οἳ τὰ μὲν ἴδια ταμεῖα πληροῦσιν, ἅμα τοῖς χρήμασι καὶ τὰς ἀνελευθέρους κακίας καὶ τὸν σύμπαντα βίον αὐτῶν ῥυπαινούσας θησαυροφυλακοῦντες.

ἀνηλεεστάτους γὰρ καὶ γέμοντας ἀπανθρωπίας τοὺς τῶν φόρων ἐκλογεῖς ἐπίτηδες αἱροῦνται τὰς πρὸς πλεονεξίαν ἀφορμὰς αὐτοῖς ἐνδιδόντες· οἱ δὲ τῇ φυσικῇ σκαιότητι προσειληφότες καὶ τὴν ἐξ ἐπιταγμάτων δεσποτικῶν ἐκεχειρίαν καὶ πάντα ὑπὲρ ἀρεσκείας τῆς ἐκείνων ἐγνωκότες πράττειν οὐδὲν παραλείπουσι τῶν χαλεπωτάτων, ἐπιείκειαν καὶ ἡμερότητα μηδ’ ὄναρ εἰδότες·

τοιγάρτοι πάντα φύρουσι καὶ συγχέουσιν ἀργυρολογοῦντες, ὡς μὴ μόνον ἐκ τῶν οὐσιῶν ἀναπράττειν, ἀλλὰ καὶ ἐκ τῶν σωμάτων, ὕβρεσιν, αἰκίαις, πρὸς ἀποτομίαν κεκαινουργημέναις βασάνοις· ἤδη δέ τινας ἀκούω μηδὲ νεκρῶν ἀποσχέσθαι δι’ ἀγριότητα καὶ παρηλλαγμένην λύτταν, οἳ ἐπὶ τοσοῦτον ἐθηριώθησαν, ὡς καὶ τύπτειν ὑστριχίσι τολμᾶν τοὺς τεθνεῶτας·

καὶ ἐπειδή τις τῆς ἄγαν ὠμότητος κατεμέμφετο, εἰ μηδ’ ὁ θάνατος, ἡ κακῶν ἁπάντων ἀπαλλαγὴ καὶ ὡς ἀληθῶς τελευτή, περιποιήσει τοῖς ἐκποδὼν τὸ ἀνύβριστον, ἀλλ’ ἀντὶ ταφῆς καὶ τῶν νομιζομένων αἰκίας ὑπομενοῦσιν, ἀπολογίᾳ χείρονι κατηγορίας ἐχρῶντο φάσκοντες προπηλακίζειν τοὺς τεθνεῶτας, οὐχ ὑπὲρ τοῦ κωφὴν καὶ ἀναίσθητον κόνιν ὑβρίζειν — ἀνωφελὲς γάρ —, ἀλλ’ ὑπὲρ τοῦ τοὺς ἢ κατὰ γένος ἢ καθ’ ἑταιρίαν προσήκοντας εἰς οἶκτον ἀγαγεῖν καὶ προκαλέσασθαι λύτρα καταθέσθαι τῶν σωμάτων ὑστάτην ἀπονείμαντας χάριν.

εἶτα, ὦ φαυλότατοι πάντων ἀνθρώπων, εἴποιμ’ ἂν αὐτοῖς, ἃ διδάσκετε, οὐ προεμάθετε; ἢ προκαλεῖσθαι μὲν εἰς ἔλεον ἑτέρους, εἰ καὶ δι’ ὠμοτάτων [*](2 δασμοῖς F2, δαμασκοῖς F1 οἲ] οἱ v 3 ταμεῖα] μέτρα M οἱ ἅμ R ἅμα τοῖς χρήμασι om. M 4 καὶ post κακίας redundare visum est Mangeio, τἀς scripsit Tisch. θησαυροφυλακοῦσιν M (Tisch.) 5 φόρων F2, φόβων F1 (Mon. 113) 7 ἐκ προσταγμάτων M (Tisch.) 8 ἐκκεχειρίαν F πάνθ’ FN 10 εἰδότες R: ἰδόντες MFN(v) συγχέουσι καὶ συμφύρουσιν M (Tisch.) 13 μηδὲ] μηδὲν M ἀπέχεσθαι N 14 ἐθηριώθησαν] ἐθεωρήθησαν M ὑστριχίσι RM (Tisch.): ὕστριξι FN (v) 15 κατεμέμφετο: hic desinit R 17 περιποιήσει τοῖς ἐκποδὼν M (Tisch., τοῖς coni. Mang.): περιποιήσαιθ᾿ οἷς ἐκποδὼν FN 18 ὑπομένουσιν codd. (v) 20 ἡ om. M 21 ἑταιρείαν N προσήκοντα M προσκαλέσασθαι F 22 ἀπονείμαντα M εἶτα M: εἶτ᾿ F 23 αὐτοὺς M διδάσκετ’ F 24 προκαλεῖσθε M εἰ καὶ δι’ ὠμοτάτων] καὶ δικαιώματα τῶν M) [*](1—22 ι N fol. 162r: παυσάσθωσαν —χάριν)

v.5.p.110
ἔργων, οἴδατε, τὰ δὲ χρηστὰ καὶ φιλάνθρωπα πάντα τῆς ἑαυτῶν ψυχῆς ἐκτέτμησθε; καὶ ταῦτα μὴ ἀποροῦντες ἀγαθῶν ὑφηγητῶν καὶ μάλιστα τῶν ἡμετέρων νόμων, οἳ καὶ τὴν γῆν μεθεῖσαν φόρων τῶν ἐτησίων ἄνεσιν καὶ ἀνάπαυλαν αὐτῇ παρασχόντες;

αὕτη δέ, καίτοι δοκοῦσα ἄψυχος εἶναι, πρὸς ἀμοιβὴν εὐτρέπισται καὶ χάριτος ἀντίδοσιν, ἣν ἔλαβε δωρεὰν ἀντεκτίνειν ἐπειγομένη· τυχοῦσα γὰρ ἀδείας ἔτει ἑβδόμῳ καὶ μὴ πονηθεῖσα, σύμπαντα δὲ τὸν τοῦ ἐνιαυτοῦ κύκλον ἀπελευθεριάσασα, τῷ μετὰ ταῦτα διπλασίους, ἔστι δ’ ὅτε καὶ πολυπλασίους, ὑπ’ εὐφορίας ἤνεγκε καρπούς.

τὸ παραπλήσιον μέντοι καὶ τοὺς ἀλείπτας ἔστιν ἰδεῖν δρῶντας ἐπὶ τῶν ἀθλητῶν· ὅταν γὰρ αὐτοὺς συγκροτήσωσιν ἐπαλλήλοις καὶ συνεχέσι γυμνασίαις, πρὶν εἰς ἄκρον καμεῖν, ἀνακτῶνται παρέχοντες ἀνέσεις οὐ μόνον τῶν ἐν ἀθλήσει πόνων ἀλλὰ καὶ τῶν πρὸς ἐδωδὴν καὶ πόσιν, τὸ σκληροδίαιτον χαλῶντες εἴς τε ψυχῆς εὐθυμίαν καὶ εὐπάθειαν σώματος.

καὶ οὐ δήπου διδάσκαλοι ῥᾳθυμίας καὶ τρυφῆς εἰσιν οἷς ἐπάγγελμα τὸ πρὸς πόνους ἀλείφειν, ἀλλὰ μεθόδῳ καὶ τέχνῃ προσποιοῦσιν ἰσχὺν κραταιοτέραν ἰσχύϊ καὶ δυνάμεις σθεναρωτέρας δυνάμεσι, τὴν ῥώμην ἀνέσει καὶ ἐπιτάσει καθάπερ ἁρμονίαν συναύξοντες.

ἔμαθον δὲ παρὰ τῆς πανσόφου ταῦτα φύσεως, ἥτις τὸ ἐπίπονον καὶ καματηρὸν τοῦ γένους ἡμῶν ἐπισταμένη διένειμε τὸν χρόνον εἰς ἡμέραν τε καὶ νύκτα, τῇ μὲν ἐγρήγορσιν, νυκτὶ δ’ ὕπνον παρασχοῦσα.