De Specialibus Legibus (lib. i‑iv)

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.

τό γε μὴν σῶμα, ὡς εἶπον, λουτροῖς καὶ περιρραντηρίοις καθαίρει καὶ οὐκ ἐᾷ περιρρανάμενον εἰς ἅπαξ ἢ ἀπολουσάμενον εὐθὺς εἴσω περιβόλων ἱερῶν παρέρχεσθαι, ἀλλὰ ἑπτὰ ἡμέρας ἔξω διατρίβειν κελεύει καὶ δὶς περιρραίνεσθαι τῇ τρίτῃ καὶ ἑβδόμῃ καὶ μετὰ ταῦτα λουσαμένῳ παρέχει τάς τε εἰσόδους καὶ τὰς ἱερουργίας ἀδεεῖς.

ὅσον δὲ κἀν τούτῳ τὸ προμηθὲς καὶ φιλόσοφον, ἐπισκεπτέον. οἱ μὲν ἄλλοι σχεδὸν ἅπαντες ἀμιγεῖ ὕδατι περιρραίνονται, θαλάττῃ μὲν οἱ πολλοί, τινὲς δὲ ποταμοῖς, οἱ δὲ καὶ κάλπεσιν ἐκ πηγῶν ἀρυόμενοι· Μωυσῆς δὲ τέφραν προετοιμασάμενος [*](1 τῶ . . . ἡγεμονικωτέρω RF: τῆ . . . ἡγεμονικωτέρα AH Τurn.) ψυχῆς H καὶ τὰ RA: κατὰ FH (Turn.) 1.2 τῶν λόγων ἀπονεῖμαι RF: τῶν ὅλων ἀπονέμειν ΑΗ (v) 2 πρεσβείαν R (Turn.) οὖν RF: δ’ ἂν AH; δ’ οὖν v 3 ὃ προσάγεις] ὁ προσάγων F ἱερεῖον codd.: εἰς ἱερεῖον v 4 ἀδεκάσταις Η 6 συγκεκροτημένας F 7 κατίδοις Α (sic Mang. .!) ἐκνίψῃ F: οὐκ ἐκνίψη RAH (v) ; μὴ (1.6) delendum censuit Mang. 8 ἀπεμάξω scripsi: ἀνεμάξω codd.: ἐναπεμάξω coni. Mang. 8.9 τὰ δὲ καὶ F 9 γὰρ τὴν R: γὰρ om. F, τὴν om. AH (v) 10 συμβόλου RF: συμβόλων ΑΗ (v) 11 ἀλόγων codd.: τῶν ἀλόγων V 12 ἵνα—λώβην RF: om. ΑΗ (Turn.) ἔχοι RF (v) 13 περὶ om. AH (Turn.) 14 καθαίρειν R περιρρανάμενον RF: περιρρεόμενον AH (Turn.) 16 ἀλλ’ F περιραίνεσθαι R 17 παρέχει F (Mang.): παρέχειν RAH τ’ F 18 τἀς om. R ἱερουργίας ἀδεεῖς. ὅσον scripsi: ἱερουργίας· ἀδεεῖς ὅσον R, ἱερουργίας· ἃ δέ εἰς ὅσον F, ἀδεεῖς om. AH (v) κἀν H 19 πάντες Α ἀμιγεῖς F 20 δὲ post τινές om. Mang. ποταμοῖς] καὶ πολυτίμῳ F οἱ δέ καὶ RAH: om. F; οἱ δὲ ι v 21 codd.: κάλπισιν Mang. (fort. recte) μώσης AH προητοιμασμένος F) [*](14 Num. 19,11 sqq. 21 Num. 19,17. 18. cf. Ioseph. Ant. Iud. IV § 81.)

v.5.p.64
ὑπολειφθεῖσαν ἐξ ἱεροῦ πυρὸς — ὃν δὲ τρόπον, αὐτίκα δηλωθήσεται — ἀπὸ ταύτης φησὶ δεῖν ἀναιρεῖσθαι καὶ ἐμβάλλοντας εἰς ἀγγεῖον αὖθις ὕδωρ ἐπιφέρειν, εἶτα ἐκ τοῦ κράματος βάπτοντας ὑσσώπου κλάδους τοῖς καθαιρομένοις ἐπιρραίνειν.

αἰτία δ’ οὐκ ἀπὸ σκοποῦ λέγοιτ’ ἂν ἥδε· βούλεται τοὺς ἐπὶ τὴν τοῦ ὄντος θεραπείαν ἰόντας γνῶναι πρότερον ἑαυτοὺς καὶ τὴν ἰδίαν οὐσίαν· ὁ γὰρ ἀνεπιστήμων ἑαυτοῦ πῶς ἂν δυνηθείη καταλαβεῖν τὴν ἀνωτάτω καὶ πάνθ’ ὑπερβάλλουσαν θεοῦ δύναμιν;

ἔστιν οὖν ἡμῶν ἡ κατὰ τὸ σῶμα οὐσία, γῆ καὶ ὕδωρ, ἧς ὑπομιμνῄσκει διὰ τῆς καθάρσεως, αὐτὸ τοῦθ’ ὑπολαμβάνων εἶναι τὴν ὠφελιμωτάτην κάθαρσιν, τὸ γνῶναί τινα ἑαυτὸν καὶ ἐξ οἵων ὡς οὐδεμιᾶς σπουδῆς ἀξίων, τέφρας καὶ ὕδατος, συνεκράθη.

τοῦτο γὰρ ἐπιγνοὺς τὴν ἐπίβουλον οἴησιν εὐθὺς ἀποστραφήσεται καὶ καθελὼν τὸ ὑπέραυχον εὐαρεστήσει θεῷ καὶ μεταποιήσεται τῆς ἵλεω δυνάμεως αὐτοῦ τοῦ μισοῦντος ἀλαζονείαν. εἴρηται γάρ που καλῶς, ὅτι ὁ ἐγχειρῶν ὑπεραύχοις ἢ λόγοις ἢ ἔργοις οὐκ ἀνθρώπους μόνον ἀλλὰ καὶ „θεὸν παροξύνει“ τὸν ἰσότητος καὶ παντὸς τοῦ ἀρίστου δημιουργόν (Num. 15,30).

ἐν οὖν τῷ περιρραίνεσθαι πληττομένοις καὶ διεγειρομένοις μόνον οὐκ ἄντικρυς αὐτὰ τὰ στοιχεῖα, γῆ καὶ ὕδωρ, φωνὴν ἀφιέντα φησίν· ἡμεῖς ἐσμεν ἡ τοῦ σώματος ὑμῶν οὐσία, ἡμᾶς ἡ φύσις κερασαμένη θείᾳ τέχνῃ διέπλασεν εἰς ἀνθρωπόμορφον ἰδέαν, ἐξ ἡμῶν παγέντες, ὅτε ἐγένεσθε, πάλιν εἰς ἡμᾶς ἀναλυθήσεσθε, ὅταν δέῃ θνῄσκειν· οὐδὲν γὰρ εἰς τὸ μὴ ὂν φθείρεσθαι πέφυκεν, ἀλλ’ ἐξ ὧν ἡ ἀρχή, πρὸς ταῦτα καὶ τὸ τέλος.

Ἤδη δ’ ἀναγκαῖον καὶ τὴν ὑπόσχεσιν ἀποδοῦναι τῆς περὶ τὴν τέφραν ταύτην ἰδιότητος· ἔστι γὰρ οὐ ξύλων αὐτὸ μόνον δαπανηθέντων ὑπὸ πυρός, ἀλλὰ καὶ ζῴου πρὸς τὴν τοιαύτην κάθαρσιν ἐπιτηδείου.

κελεύει γὰρ δάμαλιν πυρρὰν ἄζυγον ἄμωμον ἀχθεῖσαν [*](4 λέγοιτο Α, γένοιτο Η 6 ὁ γὰρ ἐπιστήμων F 8 γῆ RF: ἡ γῆ AH (v) καὶ om. F 9 τοῦθ’ RF: τοῦτο AH (v) ὑπολαμβάνων F: ὑπολαμβάνειν RAH 10 τιν’ F 11 συνεκράθη F: συνεκρίθη RAH (v) 13 τοῦ addidi 16 ἰσότητος RF: ἰσότατον ΑΗ (Turn.) τοῦ ἀρίστου R: τοῦ om. FAH (v) 17 ἐπιρραίνεσθαι AH (v) μόνον οὐκ RF (Mang.): μόνον οὐ καὶ ΑΗ 17. 18 αὐτὰ τὰ codd.: αὐτά γε v 18 φωνὴν ἀφιέντα R: ἀφιέντα φωνήν ΑΗ, φωνὴν om. F φησίν R: φασίν FAH 19 ὑμῶν] ἡμῶν Η (Turn.) θεία τέχνη RF: ἡ θεία τέχνη ΑΗ (v) 20 pr. εἰς om. F ὅτε ἐγένεσθε RF: ὅταν ἐγίνεσθε AH (v) 21 ὅταν δέη RF: ὅτε δέοι AH (Turn.) 24 αὐτὸ] αὐτῶν F 25 ὑπὸ RF: ἀπὸ ΑΗ (Turn.) 26 πυρὰν FAH ἄμωμον om. ΑΗ (Turn.)) [*](18 cf. Diels Elementum p. 46. 26 Num. 19,2—9 i cf. Ioseph. Ant. Iud. IV)

v.5.p.65
σφαγιασθῆναι μὲν ἔξω πόλεως, τὸν δ’ ἀρχιερέα λαμβάνοντα ἀπὸ τοῦ αἵματος ἑπτάκις ἐπιρραίνειν ἀντικρὺ τοῦ νεὼ πάντα, εἶθ’ ὅλην κατακαίειν σὺν δορᾷ καὶ κρέασι καὶ αἵματι καὶ πλήρει τῇ κοιλίᾳ περιττωμάτων· ἤδη δ’ ὑπομαραινομένης τῆς φλογὸς εἰς τὸ μεσαίτατον τρία ταῦτα ἐμβάλλειν, ξύλον κέδρινον καὶ ὕσσωπον καὶ κόκκινον, κελεύει, εἶτ’ ἐὰν ἀποσβεσθῇ, τὴν τέφραν συλλέγειν καθαρὸν ἄνθρωπον καὶ ἀποτιθέναι πάλιν ἔξω πόλεως ἐν χωρίῳ καθαρῷ.

τίνα δὲ διὰ τούτων ὡς διὰ συμβόλων αἰνίττεται, δι’ ἑτέρων ἠκριβώσαμεν ἀλληγοροῦντες. ἀναγκαῖον οὖν τοὺς μέλλοντας φοιτᾶν εἰς τὸ ἱερὸν ἐπὶ μετουσίᾳ θυσίας τό τε σῶμα φαιδρύνεσθαι καὶ τὴν ψυχὴν πρὸ τοῦ σώματος· δεσπότις γὰρ καὶ βασιλὶς καὶ ἐν ἅπασι κρείττων ἅτε θειοτέρας φύσεως μεταλαχοῦσα. τὰ δὲ φαιδρύνοντα διάνοιάν ἐστι σοφία καὶ τὰ σοφίας δόγματα πρὸς τὴν θεωρίαν τοῦ κόσμου καὶ τῶν ἐν αὐτῷ ποδηγετοῦντα καὶ ὁ τῶν ἄλλων ἀρετῶν ἱερὸς χορὸς καὶ αἱ κατ’ ἀρετὰς καλαὶ καὶ σφόδρα ἐπαινεταὶ πράξεις.

ὁ μὲν οὖν τούτοις διακεκοσμημένος ἴτω θαρρῶν εἰς οἰκειότατον αὐτῷ τὸν νεών, ἐνδιαίτημα πάντων ἄριστον, ἱερεῖον ἐπιδειξόμενος αὑτόν· ὅτῳ δ’ ἐγκάθηνται καὶ ἐλλοχῶσιν αἱ πλεονεξίαι καὶ ἐπιθυμίαι τῶν ἀδικιῶν, ἐγκαλυψάμενος ἠρεμείτω τὴν ἀναίσχυντον ἀπόνοιαν καὶ τὸ λίαν θράσος ἐν οἷς εὐλάβεια λυσιτελὲς ἐπισχών· τὸ γὰρ τοῦ ὄντως ὄντος ἱερὸν ἀνιέροις ἄβατον θυσίαις.

εἴποιμ’ ἄν· ὦ γενναῖε, ὁ θεὸς οὐ χαίρει, κἂν ἑκατόμβας ἀνάγῃ τις· κτήματα γὰρ αὐτοῦ τὰ πάντα, κεκτημένος ὅμως οὐδενὸς δεῖται· χαίρει δὲ φιλοθέοις γνώμαις καὶ ἀνδράσιν ἀσκηταῖς ὁσιότητος, παρ’ ὧν ψαιστὰ καὶ κριθὰς καὶ τὰ εὐτελέστατα ὡς τιμιώτατα πρὸ τῶν πολυτελεστάτων ἄσμενος δέχεται·

κἂν μέντοι μηδὲν ἕτερον κομίζωσιν, αὑτοὺς φέροντες πλήρωμα καλοκἀγαθίας τελειότατον τὴν ἀρίστην ἀνάγουσι θυσίαν, ὕμνοις καὶ εὐχαριστίαις τὸν εὐεργέτην καὶ σωτῆρα θεὸν γεραίροντες, τῇ μὲν διὰ [*](1 μὲν om. F (Mang.) λαβόντα F 2 ἄντικρυς ΑΗ 3 κρέασι RF: κέρασι ΑΗ (Turn.) καὶ αἵματι F: om. RAH (Turn.) 4 ταῦτ’ F ἐμβαλεῖν (sic) F 5 καὶ ὕσσωπον F: καὶ om. RAH (v) κόκκινον RF : κύμινον AH (Turn.) εἶτ’ ἐὰν R : εἶτ’ ἐπὰν AH (v), καὶ ἐπειδὰν F 9 φυτᾶς F θυσίας] θυσιῶν F τε] γε R 12 τὰ om. F 13 pr. τῶν om. Η 14 καλαὶ om. F σφόδρ’ F 15 αὑτῶ AH (v) 16 αὐτόν F, ἑαυτόν ΑΗ (v) 17 αἱ πλεονεξίαι RF: αἱ om. ΑΗ (v) ἀδικιῶν RF: ἀδίκων ΑΗ 20 οὐ om. L (Turn.) κἄν] οὐκ ἂν Turn. αἰεὶ ante ἀνάγῃ add. F 21 κεκτημένος ὅμως non sana videntur: κ. δ’ οὐδ’ ὅλως vel κ. δὲ συνόλως conicio 22 φιλοθέοις γνώμαις] φιλοθέῳ ψυχὴ F 24 αὐτοὺς F φέροντας H 26 καὶ εὐχαριστίαις om. AH (Turn.) alt. καὶ om. F θεὸν om. AH (Turn.) τὴν μὲν . . . τὴν δ’ (66,1) F) [*](20 sqq. cf. Bernays Τheophrasts Schrift uber die Frommigkeit i p. 65. 67.)

v.5.p.66
τῶν φωνητηρίων ὀργάνων, τῇ δὲ ἄνευ γλώττης καὶ στόματος, μόνῃ ψυχῇ τὰς νοητὰς ποιούμενοι διεξόδους καὶ ἐκβοήσεις, ὧν ἓν μόνον οὖς ἀντιλαμβάνεται τὸ θεῖον· αἱ γὰρ τῶν ἀνθρώπων οὐ φθάνουσιν ἀκοαὶ συναισθέσθαι.

Ὡς δ’ ἀψευδής ἐστιν οὗτος ὁ λόγος καὶ οὐκ ἐμὸς ἀλλὰ τῆς φύσεως, μαρτυρεῖ μέν πως καὶ ἡ ἐνάργεια τρανὴν παρέχουσα πίστιν τοῖς μὴ διὰ τὸ φιλόνεικον ἐπιτηδεύουσιν ἀπιστίαν, μαρτυρεῖ δὲ καὶ ὁ νόμος προστάξας δύο κατασκευασθῆναι βωμοὺς καὶ ταῖς ὕλαις καὶ τοῖς τόποις καὶ ταῖς χρείαις διαφέροντας·

ὁ μὲν γὰρ ἐκ λίθων λογάδων ἀτμήτων συνῳκοδόμηται καὶ ἐν ὑπαίθρῳ παρὰ ταῖς τοῦ νεὼ προσβάσεσιν ἵδρυται καὶ γέγονε πρὸς χρείαν τὴν τῶν ἐναίμων· ὁ δὲ χρυσοῦ μὲν τοῦ καθαρωτάτου κατεσκεύασται, ἵδρυται δ’ ἐν ἀδύτοις εἴσω τοῦ προτέρου καταπετάσματος, ὃς οὐδενὶ τῶν ἄλλων ἐστὶν ὁρατὸς ὅτι μὴ τοῖς ἁγνεύουσι τῶν ἱερέων καὶ γέγονε πρὸς χρείαν τὴν τῶν θυμιαμάτων.

ἐξ οὗ δῆλόν ἐστιν, ὅτι καὶ βραχύτατον λιβανωτὸν παρ’ ἀνδρὸς ὁσίου τιμιώτερον ὁ θεὸς νομίζει μυρίων θρεμμάτων, ὅσα ἄν τις ἱερουργῇ μὴ σφόδρα ἀστεῖος ὤν· ὅσῳ γάρ, οἶμαι, λίθων μὲν εἰκαίων ἀμείνων χρυσός, τὰ δ’ ἐν ἀδύτοις τῶν ἐκτὸς ἁγιώτερα, τοσούτῳ κρείττων ἡ διὰ τῶν ἐπιθυμιωμένων εὐχαριστία τῆς διὰ τῶν ἐναίμων.

ὅθεν οὐ μόνον ὕλης πολυτελείᾳ καὶ κατασκευῇ καὶ τόπῳ τετίμηται ὁ τῶν θυμιαμάτων βωμός, ἀλλὰ καὶ τῷ πρότερον καθ’ ἑκάστην ἡμέραν ὑπηρετεῖν ταῖς πρὸς θεὸν ἀνθρώπων εὐχαριστίαις· οὐ γὰρ ἐφεῖται τὴν ὁλόκαυτον θυσίαν ἔξω προσαγαγεῖν, πρὶν ἔνδον περὶ βαθὺν ὄρθρον ἐπιθυμιᾶσαι.

τὸ δ’ ἐστὶ σύμβολον οὐχ ἑτέρου τινὸς ἢ τοῦ παρὰ θεῷ μὴ τὸ πλῆθος τῶν καταθυομένων εἶναι [*](2 οὑς] νοῦς Η (Turn.) 3 τὸ θεῖον RF: τοῦ θείου AH (Turn.) τῶν οm. F 5 ἐνάργεια AH: ἐνέργεια RF 9 καὶ ἀτμήτων F (Mang.) προσβάσεσιν RF (Mang.): προβάσεσιν AH 10. 11 τοῦ καθαρωτάτου om. AH (Turn.) 11 ἀδύτοις RF: ἀδύτῳ ΑΗ (v) 11.12 τοῦ καταπετάσματος τοῦ προτέρου Γ’ 13 πρὸς τὴν τῶν θυμιαμάτων χρείαν F 14 ὅτι om. R 15 ἱερουργῇ codd.: ἱερουργεῖ Mang. 16 εἰκαίων RF (Mang.): om. AH τὰ δ’] τά τ’ F 17 ἀδύτῳ F ἐκτὸς] ἐκεῖ ΑΗ (Turn.) 20 πρότερος F ὑπηρετεῖν RF: νομοθετεῖν AH (Turn.) ἀνθρώπων R, ἀνθρώποις F: om. AH (v) 21 post εὐχαριστίαις add. ταῦτ’ ἐπιθύειν ΑΗ (Turn.) ἐφεῖται codd.: ἐφίεται Mang. ἔξω θυσίαν transp. F προσάγειν F 22 ἐπιθυμιάσει R τόδ’ ἔστι FAH; τόδε ἐστὶ Turn. Mang. 23 τοῦ] τῶ Η) [*](7 Exod. 27,1 sqq. 30,1 sqq. 9 cf. Hecat. Abder. ap. loseph. c. Ap. I § 198 ἐνταῦθα δ’ ἐστὶ . . . περίβολος λίθινος . . ., ἐν ᾦ βωμός ἐστι τετράγωνος, ἀτμήτων συλλέκτων ἀργῶν λίθων οὕτως συγκείμενος . . . καὶ παρ’ αὐτὸν οἴκημα μέγα, οὗ βωμός ἐστι καὶ λυχνίον, ἀμφότερα χρυσᾶ, δύο τάλαντα τὴν ὁλκήν. 21 Exod. 30,7. 23 cf. Bernays 1. 1.)

v.5.p.67
τίμιον, ἀλλὰ τὸ καθαρώτατον τοῦ θύοντος πνεῦμα λογικόν· εἰ μὴ ἄρα δικαστὴς μέν, ᾧ μέλει τῆς ὁσίας κρίσεως, παρά τινος τῶν κρινομένων οὐκ ἂν λάβοι δῶρα ἢ λαβὼν ἔνοχος ἔσται δωροδοκίᾳ, οὐδ’ ἀνὴρ ἀστεῖος παρὰ μοχθηροῦ τινος, ἄνθρωπος παρ’ ἀνθρώπου πλουτοῦντος αὐτὸς ἴσως δεόμενος, σὺ δ’ ᾠήθης τὸν θεὸν δεκάζεσθαι, τὸν αὐταρκέστατον ἑαυτῷ καὶ μηδενὸς τῶν ἐν γενέσει χρεῖον, ὅστις ὢν τὸ πρῶτον ἀγαθόν, τὸ τελειότατον, ἡ ἀέναος πηγὴ φρονήσεως καὶ δικαιοσύνης καὶ πάσης ἀρετῆς, ἀποστρέφεται τὰς παρὰ τῶν ἀδίκων δωρεάς.

ὁ δὲ κομίζων οὐ πάντων ἀναισχυντότατος ἐξ ὧν ἔκλεψεν ἢ ἥρπασεν ἢ ἠρνήσατο ἢ ἀπεστέρησε μέρος ὡς κοινωνῷ τῆς ἑαυτοῦ κακίας καὶ πλεονεξίας διδούς; πάντων κακοδαιμονέστατε, εἴποιμ’ ἂν τῷ τοιούτῳ, δυοῖν θάτερον ἢ λήσεσθαι προσδοκᾷς ἢ καταφανήσεσθαι·

λήσεσθαι μὲν οὖν ὑπολαμβάνων ἀνεπιστήμων εἶ θεοῦ δυνάμεως, καθ’ ἣν ἅμα πάντα ὁρᾷ καὶ πάντων ἀκούει· νομίζων δ’ ἐμφανήσεσθαι θρασύτατος εἶ· δέον ἐφ’ οἷς ἥμαρτες ἐγκαλύπτεσθαι, προφέρεις εἰς μέσον τὰ δείγματα ὧν ἠδίκησας καὶ ἐπισεμνυνόμενος διανέμῃ πρὸς θεόν, ἀπαρχὰς αὐτῷ κομίζων ἀνοσίους, καὶ οὐκ ἐλογίσω τοῦθ’ ὅτι οὔτε νόμος ἀνομίαν παραδέχεται οὔτε φῶς ἡλιακὸν σκότος. ὁ δὲ θεὸς καὶ νόμων ἐστὶ παράδειγμα ἀρχέτυπον καὶ ἡλίου ἥλιος, νοητὸς αἰσθητοῦ, παρέχων ἐκ τῶν ἀοράτων πηγῶν ὁρατὰ φέγγη τῷ βλεπομένῳ.

[*](II p. 264 M.)

Πάνυ καλῶς ἐν ταῖς ἱεραῖς τοῦ νόμου στήλαις κἀκεῖνο ἀναγέγραπται, μίσθωμα πόρνης εἰς τὸ ἱερὸν μὴ κομίζειν πεπρακυίας τὴν ἰδίαν ὥραν, [*](2 μέλλει F κρίσεως om. F 3 λάβη AH ἔνοχος] ἔναγχος AH δωροδοκία RF: δωροδόκος AH; δωροδοκίας v 4 ἄνθρωπος παρ’ om. AH (Turn.) 4. 5 αὐτὸς ἴσως δεόμενος RF: om. AH (Turn.) δ’ ἴσως Μang. 6 χρεῖον R (sic scripseram): χρειῶν F, χρήζοντα AH (v) alt. τὸ om. AH (Turn.) 7 ἀέναος R: ἀένναος FAH (v) 9 ἀναισχύντατος H ἔκλεψεν RF: ἔβλαψεν AH (v) 10 μέρος RF: om. AH (Turn.) καὶ πλεονεξίας RF: om. AH (Turn.) 11 κακοδαιμονέστατον εἴποιμ’ ἄν τόν τοιοῦτον AH (Turn.) 12 προσδοκήσας F 13 πάνθ’ ὁρᾶ F 14 δ’ ἐμφανήσεσθαι R, δ’ ἐμφανίσεσθαι F (Mang.): δὲ φανήσεσθαι AH (Turn.) εἶ] εἰ coni. Wendl. 19 ὁρατὰ] ἀόρατα F 20 expositionem de mercede meretricis (67,20— i 68,22) hoc loco om. ΑΗ (v) tit. περὶ τοῦ πόρνης εἰς τὸ ἱερὸν μὴ κομίζειν R: om. F, περὶ τοῦ — μὴ προσδέχεσθαι ceteri 21 κἀκεῖνο RFN: om. ceteri (Turn.) ἀναγέγραπται RFN: γέγραπται ceteri (Turn.) 22 μὴ ante μίσθωμα transp. .N κομίζειν] προσδέχεσθαι H (v)) [*](21—68,11 i N fol. 156r: ἐν ταῖς ταῖς —ἀδύνατα. 22 Deut.)

v.5.p.68
ἑλομένης ἕνεκα λημμάτων αἰσχρῶν ἐπονείδιστον βίον.