De Specialibus Legibus (lib. i‑iv)

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.

ἔξω μὲν οὖν οὐκ ἐᾷ τοῦ ἱεροῦ προφέρειν βουλόμενος, εἴ τι τῷ μετανοοῦντι πρότερον ἡμάρτηται, μὴ περίφημον εἶναι βασκάνων καὶ φιλαπεχθημόνων γνώμαις [*](1 τοῦ πλησίον om. ΑΗ (Turn.) προσαποτίσαντι exspectaveris 2 εἰς] πρὸς F δ’ R 2.3 ἱλάσηται RF: ἱλεώσηται AH (v) 3 ἴτω] ἔστω F 4 ὧν ἐξήμαρτεν ἄφεσιν RFA: ὄφεσιν ὧν ἐξήμαρτεν H (v) 5 τὸν om. R κατὰ ψυχὴν ἔλεγχον RF: περὶ ψυχῆς ἔλεον ΑΗ (Turn.) ἀνιάτων H (Turn.) ἐρρύσατο αὐτόν transp. F 6 θανατοῦσαν scripsi: θανατῶσαν RAH (v), θανατώσασαν F παντελῆ RF: παντελῶς AH (v) 6. 7 κριὸν δ’ εἶναι scripsi: κριὸν δεῖν R (ut vid.), κριὸν ἀναγαγεῖν F, κριὸν δ’ ἄγειν κελεύει ΑΗ (v) 7 τούτω RF: τοῦτο AH (v) καθὰ RF: καθὼς ΑΗ (v) 9 περὶ τὰ ἀνθρώπινα RF: παρ’ ἀνθρώπινον AH; παρ’ ἀνθρωπίνου Turn. ἐστί τι ἅγιον R: ἐστὶν ἅγιον FAH (v) 10 ἐπειδὴ προσγέγονεν RF: ἐπεὶ δὲ προγέγονεν ΑΗ (Turn.) ἐφ’ ὑγιεῖ RF: ἐκφεύγει ΑΗ (Turn.) 12 τοῦ βωμοῦ Η 13 ταὐτά] ταῦτα Η, ταῦτ’ F τῆς ... θυσίας RF: τῆ ... θυσία AH (v) 15 ψυχῆς] ἐκ ψυχῆς F εἰ 16 διαφέροντος A 17 δ’ ἡ διαφορά F: διαφοραῖς RAH (Turn.) 18 δυοῖν H σ 19 ὧν RF: ὅλων Α, οὕτως Η 20 προφέρειν R: προφέρειν F, προσφέρειν AH (Turn.) 21 περίφημον F: περίφοιτον RAH (v) φιλαπεχθήμοσι F) [*](16 Lev. 6,26. 26. 29.)

v.5.p.59
ἀγνώμοσι καὶ στόμασιν ἀχαλίνοις, ἐπ’ ὀνείδει καὶ διαβολαῖς ἐκδεδομένον, ἀλλ’ ἐντὸς ὅρων ἱερῶν, ἐν οἷς καὶ ἡ κάθαρσις γέγονεν, εἶναι.

τοῖς δ’ ἱερεῦσιν εὐωχεῖσθαι τὴν θυσίαν κελεύει διὰ πολλά· πρῶτον μὲν ἵνα τιμήσῃ τοὺς τεθυκότας, ἡ γὰρ τῶν ἑστιωμένων ἀξίωσις ἐπικοσμεῖ τοὺς ἑστιάτορας· δεύτερον δὲ ἵνα βεβαιότατα πιστεύσωσιν, ὅτι οἷς ἁμαρτημάτων εἰσέρχεται μεταμέλεια ἵλεω τὸν θεὸν ἔχουσιν· οὐ γὰρ ἂν τοὺς προσπόλους αὐτοῦ καὶ θεράποντας ἐπὶ μετουσίαν τῆς τοιαύτης τραπέζης ἐκάλεσεν, εἰ μὴ παντελὴς ἐγεγένητο ἀμνηστία· τρίτον δ’ ὅτι λειτουργεῖν οὐδενὶ τῶν ἱερέων ἔξεστιν, ὃς ἂν μὴ ὁλόκληρος ᾖ· καὶ γὰρ τῷ βραχυτάτῳ μώμῳ σκορακίζεται.

παρηγορεῖ δὴ τοὺς μηκέτι τὴν τῶν ἀδικημάτων ὁδὸν ἰόντας ὡς ἱερατικοῦ γένους ἕνεκα προαιρέσεως καθαρᾶς μεταλαχόντας καὶ πρὸς ἱερέων ἰσοτιμίαν ἐπαχθέντας. ὅθεν καὶ μιᾷ ἡμέρᾳ τὸ περὶ ἁμαρτίας ἱερεῖον ἀναλίσκεται, ὡς δέον ὑπερτίθεσθαι μὲν τὸ ἁμαρτάνειν μέλλοντας ἀεὶ πρὸς αὐτὸ καὶ βραδύνοντας, πρὸς δὲ τὸ κατορθοῦν ἐπεσπευσμένῳ τάχει χρῆσθαι.

τὰ δ’ ὑπὲρ τοῦ ἀρχιερέως ἢ τοῦ ἔθνους ἕνεκα πλημμελείας σφαγιαζόμενα πρὸς μὲν ἐδωδὴν οὐ σκευάζεται, κατακαίεται δ’ ἐπὶ τῆς ἱερᾶς τέφρας, ὡς ἐλέχθη· κρείττων γὰρ οὐδεὶς ἀρχιερέως ἢ τοῦ ἔθνους ἐστίν, ὃς ἁμαρτησάντων γενήσεται παραιτητής.

εἰκότως οὖν ἀναλίσκεται τὰ κρέα πυρί, κατὰ μίμησιν τῶν ὁλοκαυτουμένων, ἐπὶ τιμῇ τῶν προσώπων, οὐχ ὅτι πρὸς ἀξίωσιν αἱ ἱεραὶ γίνονται κρίσεις, ἀλλ’ ὅτι τῶν τὰς ἀρετὰς μεγάλων καὶ ὡς ἀληθῶς ἁγίων ἁμαρτήματα τοιαῦτά ἐστιν, ὡς ἑτέρων κατορθώματα νομίζεσθαι.

καθάπερ γὰρ ἡ βαθεῖα καὶ ἀρετῶσα πεδιάς, κἂν ἀφορήσῃ ποτέ, τῆς λυπρόγεω φύσει καρπὸν φέρει πλείονα, τὸν αὐτὸν τρόπον καὶ τῶν σπουδαίων καὶ φιλοθέων συμβαίνει τὰς πρὸς καλοκἀγαθίαν ἀφορίας [*](1 ἐκδεδομένον FA: ἐκδεχόμενον R, ἐκδεχομένων H (v) 3 πρῶτον codd. (v) 4 τοὺς τεθυκότας RF: τὸν τεθυκότα AH (v) τατα R: βεβαιότερον FAH (v) 6 ἵλεω codd.: ἵλεων Turn. θεράποντας] θεραπευτὰς F μετουσίαν RFA: μετουσία H (v) 10 μώμῳ σκορακίζεται RF: μῶμος κομίζεται AH (Turn.) παρηγορεῖν δὲ AH τοὺς F (coni. Mang.): τούτους RAH (v) ἰσοτιμίας ΑΗ (v) ἐπαχθέντας F, ἐπευχθέντας (sic) R: ἐκπεμφθέντας AH (v) μιᾷ] ανα (sic) R 13 δέον RF: δὲ Α, om. H (Turn ) 15 ἐπεσπευσμένῳ RF: ἐσπευσμένω AH (Turn.) 18 ἢ] εἰ F 20 ὁλοκαυτουμένων R: ὁλοκυτωμένων FAH (v) προσώπων RF: προσιόντο AH(v) ἀξίωσιν] ἀξιώμασιν 21 τῶν τἀς] τὰ τῶν F ὡς om. F 22 ἁμαρτήματα RF: τὰ ἁμαρτήματα ΑΗ (v) τοιαῦτ’ F 24 κ om. AH)

v.5.p.60
ἀμείνους εἶναι ὧν ἐκ τύχης οἱ φαῦλοι κατορθοῦσι· γνώμῃ γὰρ οὐδὲν ὑγιὲς δρᾶν ὑπομένουσι.

Ταῦτα διαταξάμενος περὶ ἑκάστης ἰδέας τῶν θυσιῶν ἐν μέρει, τῆς τε ὁλοκαύτου καὶ σωτηρίου καὶ περὶ ἁμαρτίας, ἄλλην προσνομοθετεῖ κοινὴν τῶν τριῶν, ἵνα ταύτας ἐπιδείξῃ φίλας καὶ συγγενεῖς οὔσας· ἡ δὲ συναγωγὸς αὐτῶν εὐχὴ μεγάλη καλεῖται.

διὰ τί δὲ ταύτης ἔτυχε τῆς προσρήσεως, λεκτέον· ὅταν ἀπάρξωνταί τινες ἀπὸ παντὸς μέρους κτήσεως, πυρούς, κριθάς, ἔλαιον, οἶνον, τὰ κάλλιστα τῶν ἀκροδρύων, ἔπειτα τῶν ζῴων τὰ πρωτότοκα ἀρρενικά, τὰ μὲν ἐκ τῶν καθαρῶν καθιερώσαντες, τὰ δ’ ἐκ τῶν μὴ καθαρῶν κατ’ ἀξίαν τιμησάμενοι, μηκέτ’ ἔχοντες ὕλας, ἐν αἷς διαθήσονται τὴν εὐσέβειαν, αὑτοὺς ἀνατιθέασι καὶ καθιεροῦσιν, ἄλεκτον ἐπιδεικνύμενοι ὁσιότητα καὶ ὑπερβολήν τινα γνώμης φιλοθέου. διὸ καὶ μεγάλη προσηκόντως εὐχὴ καλεῖται· κτημάτων γὰρ τὸ μέγιστον αὐτός τίς ἐστιν αὑτῷ· οὗ παραχωρεῖ καὶ ἐξίσταται.

ποιησαμένῳ δὲ τὴν εὐχὴν τάδε διαγορεύει· πρῶτον μὲν ἄκρατον μὴ προσφέρεσθαι μηδ’ „ὅσα ἐκ σταφυλῆς κατεργάζεται“ μηδ’ ἄλλο τι μέθυσμα πίνειν ἐπὶ καθαιρέσει λογισμοῦ, νομίζοντα τὸν χρόνον ἐκεῖνον ἱερᾶσθαι· καὶ γὰρ τοῖς λειτουργοῖς τῶν ἱερέων δίψαν ἀκουμένοις ὕδατι τὰ περὶ μέθην ἀπείρηται·

δεύτερον δὲ τὰς τρίχας τῆς κεφαλῆς μὴ ἀποκείρεσθαι, σύμβολον ἐναργὲς τοῖς ὁρῶσι παρέχοντα τοῦ μὴ παρακόπτειν τὸ νόμισμα τῆς εὐχῆς· τρίτον δὲ τὸ σῶμα φυλάττειν καθαρὸν καὶ ἀμίαντον, ὡς μὴ γονεῦσιν ἐπεισιέναι τετελευτηκόσι μηδ’ ἀδελφοῖς, τὴν φυσικὴν εὔνοιαν καὶ συμπάθειαν πρὸς τὰ οἰκεῖα καὶ φίλτατα νικώσης εὐσεβείας, ἣν ἀεὶ νικᾶν καλὸν ὁμοῦ καὶ

συμφέρον. ἡκούσης δὲ τῆς προθεσμίας, τρία ζῷα κελεύει προσάγειν ἐπὶ λύσει τῆς εὐχῆς, ἄρνα καὶ ἀμνάδα καὶ κριόν, τὸν μὲν [*](1 γάρ RF: δὲ ΑΗ (v) 2 ὑγιές F: ὑπαίτιον RAH (v) ; ἀνυπαίτιον coni. Μang. 4 ἄλλην RF: ἄλλο AH (Turn.) 5 κοινὴ κοινὴν scripsi) τῶν τριῶν RA: τῶν τριῶν κοινήν F, τινι τῶν τριῶν H (Turn.) ἴνα ταύτας RAH: ἶν’ αὐτὰς F (Mang.) ἐπιδείξη RF: ἀποδείξῃ AH (v) 6 συναγωγὸς RF: συναγωγὴ AH (v) 8 καὶ κριθὰς F 9 ἀρρενικά om. ΑΗ (Turn.) 10 καθιερώσαντες R: καθιέρωσαν AH (Turn.), ἀνιερώσαντες F (Mang.) 11 μηκέτ’ ἔχοντες RAH, μηκέτι ἔχοντες F: μηκέτι δ’ ἔχοντες V ἐν αἷς διαθήσονται] αἷς ἐνδιαθήσονται F 12 αὐτοὺς F 14 αὑτῷ· οὗ] ὃς αὐτῶ F 17 λογισμοῦ RFA: λογισμῶν H (v) 19 ἀκουμένοις A: ἀσκουμένοις F, ἀρκουμένοις RH δεύτερον—συμφέρον (25) om. AH (Turn.) 21 παρέχοντα scripsi: παρέχοντας RF (v) 2() ἐπιλύσει F) [*](6 Num. 6,2 sqq. cf. loseph. Ant. lud. IV § 72 19 δίψαν ἀκουμένοις Hom. II. X 2)

v.5.p.61
εἰς ὁλοκαύτωσιν, τὴν δὲ περὶ ἁμαρτίας, τὸν δὲ κριὸν εἰς θυσίαν τοῦ σωτηρίου.

πᾶσι γὰρ τούτοις ἐμφέρεταί πως ὁ εὐξάμενος, τῇ μὲν ὁλοκαύτῳ θυσίᾳ διὰ τὸ μὴ τῶν ἄλλων μόνον ἀπαρχῶν ἀλλὰ καὶ ἑαυτοῦ παραχωρεῖν, τῇ δὲ περὶ ἁμαρτίας διὰ τὸ ἄνθρωπος εἶναι—καὶ γὰρ ὁ τέλειος ᾗ γενητὸς οὐκ ἐκφεύγει τὸ διαμαρτάνειν —, τῇ δὲ τοῦ σωτηρίου, διότι τὸν σωτῆρα ὄντως θεὸν ἐπιγέγραπται τῆς σωτηρίας αἴτιον, ἀλλ’ οὐκ ἰατροὺς καὶ τὰς παρ’ αὐτοῖς δυνάμεις· οἱ μὲν γὰρ ἐπίκηροι καὶ θνητοὶ μηδ’ αὑτοῖς ὑγείαν ἱκανοὶ παρασχεῖν, αἱ δ’ οὔτε πάντας οὔτ’ ἀεὶ τοὺς αὐτοὺς ὠφελοῦσιν, ἀλλ’ ἔστιν ὅτι καὶ μέγα βλάπτουσιν, ἐπειδὴ τὸ κῦρος ἕτερος ἀνῆπται καὶ τῶν δυνάμεων καὶ τῶν χρωμένων αὐταῖς.

ἐκπλήττει δέ με τὸ τῶν τριῶν ζῴων προσαγομένων εἰς διαφερούσας θυσίας μηδὲν εἶναι ἑτερογενές, ἀλλὰ ταὐτοῦ γένους τὰ πάντα, κριὸν καὶ ἄρνα καὶ ἀμνάδα· βούλεται γάρ, ὅπερ ἔφην μικρῷ πρότερον, διὰ τούτου παραστῆσαι, ὅτι ἀδελφαὶ καὶ συγγενεῖς εἰσιν αἱ τρεῖς ἰδέαι τῶν θυσιῶν, τῷ καὶ τὸν μετανοοῦντα σῴζεσθαι καὶ τὸν σῳζόμενον ἐκ τῶν ψυχικῶν ἀρρωστημάτων μετανοεῖν καὶ ἑκάτερον σπεύδειν πρὸς ὁλόκληρον καὶ παντελῆ διάθεσιν, ἧς ἡ ὁλόκαυτος θυσία σύμβολον.

ἐπεὶ δ’ αὑτὸν ηὔξατο προσαγαγεῖν, τὸν δ’ ἱερὸν βωμὸν οὐ θέμις αἵματι ἀνθρωπίνῳ μιαίνεσθαι, ἔδει δέ τι πάντως μέρος ἱερουργηθῆναι, μέρος ἐσπούδασε λαβεῖν, ὅπερ ἀφαιρεθὲν οὔτ’ ἀλγηδόνας οὔτε λώβην ἀπεργάζεται· τοῦ γὰρ κατὰ τὸ σῶμα φυτικοῦ καθάπερ δένδρου περιττοὺς κλάδους τὰς τῆς κεφαλῆς τρίχας ἀπέκειρε καὶ παρέδωκε πυρί, ᾧ τὰ κρέα τῆς τοῦ σωτηρίου θυσίας ἕψεται· προσηκόντως, ἵνα τι τῶν τοῦ εὐξαμένου μέρος, ὃ μὴ ἐπιφέρειν [*](1 εἰς ὁλόκαυτον F τοῦ om. F 2 ἐμφέρεται RF: συμφέρεται AH (v) 3 μόνον RF: μόνων AH (v) αὐτοῦ AH post παραχωρεῖν add. τῶ σωτῆρι AH (v), omisi cum RF 4 καὶ γὰρ RF: κἀν γὰρ AH (v) ἧ RF: ἡ AH (ᾖ v) 5 γεννητὸς FAH διαμαρτάνειν RF: ἁμαρτάνειν ΑΗ (v) τῇ] τὸ F 7 ἰατροὺς RF: ἰατρὸν ΑΗ (Turn.) αὐτοῖς RF: αὐτοῦ ΑΗ (Turn.) ι ἐπίκηροι conicio θνητοὶ RF: γεννητοὶ ΑΗ (Turn.) 8 αὐτοῖς ὑγίειαν F αἱ δ’ RF: εἰ δ’ οὑν AH (Turn.) 9 μέγα R: μεγάλα FAH (v) 10 ἕτερος RF: ἑτέρου AH (v) χρωμένων] χρωμάτων Η (Turn.) αὐτοῖς Turn. 11 διαφερούσας RF: διαφόρους ΑΗ (Turn.) 12 ἄρνα] ἀμνὸν F 13 καὶ ante διὰ add. F τούτους F 13. 14 παραστῆσαι] παρασχεῖν καὶ F 14 καὶ συγγενεῖς om. AH (Turn.) ἰδέαι] ἰδέαι τῶν ἰδεῶν AH 15 τῶν om. Mang. 17 ἡ om. F, ss. R δὲ F αὐτὸν H ηὔξατο R (coni. Mang.): ἤρξατο FAH 19 alt. μέρος RF: om. ΑΗ (v) λαβεῖν] ἀνάγειν coni. Mang. 20 ἀπεργάζεται F: ἀπεργάσεται RAH(v) γὰρ om. R 20.21 τὸ σῶμα RF: τὸ om. ΑΗ (Turn.) 21 φυτικοῦ F: φυσικοῦ (R?)AH(v) 23 τῶν om. Richt. μέρος om. F: μερῶν voluit Mang,)

v.5.p.62
ἔξεστι τῷ βωμῷ, θυσίας γοῦν εἴδει συνανακραθῇ, γενόμενον ὕλη φλογὸς ἱερᾶς.

Ταῦτα μὲν κοινὰ τῶν ἄλλων. ἔδει δὲ καὶ τοὺς ἱερεῖς ἀπάρξασθαί τι τῷ βωμῷ, μὴ νομίσαντας ἀσυλίαν εὑρῆσθαι τὰς ὑπηρεσίας καὶ λειτουργίας ἐφ’ ὧν ἐτάχθησαν. ἡ δ’ ἀπαρχὴ πρέπουσα ἱερεῦσιν ἀπ’ οὐδενὸς τῶν ἐναίμων, ἀλλ’ ἀπὸ τοῦ καθαρωτάτου τῆς ἀνθρωπίνης τροφῆς·

σεμίδαλις γάρ ἐστιν ἡ ἐνδελεχὴς αὐτῶν θυσία, μέτρου ἱεροῦ τὸ δέκατον καθ’ ἑκάστην ἡμέραν, οὗ τὸ μὲν ἥμισυ πρωΐας, τὸ δὲ ἥμισυ δείλης προσάγεται, ταγηνισθὲν ἐν ἐλαίῳ, μηδενὸς εἰς βρῶσιν ὑπολειφθέντος· χρησμὸς γάρ ἐστι, πᾶσαν θυσίαν ἱερέως ὁλόκαυτον εἶναι καὶ μηδὲν αὐτῆς εἰς ἐδωδὴν ἀπονέμεσθαι. εἰρηκότες οὖν, ὡς οἷόν τε ἦν, τὰ περὶ θυσιῶν ἑξῆς καὶ περὶ τῶν θυόντων λέξομεν.

Βούλεται τὸν ἀνάγοντα θυσίας ὁ νόμος καθαρὸν εἶναι σῶμα καὶ [*](p. 251 M.) ψυχήν, ψυχὴν μὲν ἀπό τε τῶν παθῶν καὶ νοσημάτων καὶ ἀρρωστημάτων καὶ κακιῶν τῶν ἔν τε λόγοις καὶ πράξεσι, τὸ δὲ σῶμα ἀφ’ ὧν ἔθος

αὐτῷ μιαίνεσθαι. κάθαρσιν δ’ ἐπενόησεν ἑκατέρῳ τὴν προσήκουσαν, ψυχῇ μὲν διὰ τῶν πρὸς τὰς θυσίας εὐτρεπιζομένων ζῴων, σώματι δὲ διὰ λουτρῶν καὶ περιρραντηρίων, περὶ ὧν μικρὸν ὕστερον ἐροῦμεν· ἄξιον [*](1 θυσίας γοῦν εἴδει RF: θυσία γοῦν AH (Turn.) συνανακραθῆ γενόμενον F: συνανακραθὲν γενήσεται R, ἀνακραθὲν γένηται ΑΗ (Turn.) 2 ἱερᾶς KF: πυρός AH 4 ἀσυλίαν] ἀτέλειαν coni. Μang.; i sed cf. de vita Mos. II § 236 εὑρῆσθαι εὕρησαι ΑΗ (v) 5 καὶ λειτουργίας om. ΑΗ (Turn.) 6 ἀλλά AH 7 γάρ ἐστιν om. ΑΗ (Turn.) γάρ ἐστιν ἡ ἐντελεχὴς αὐτῶν θυσία R: ἡ ἐνδελεχὴς αὐτῶν θυσία ΑΗ, γὰρ ἡ ἐνδελεχής ἐστι θυσία αὐτῶν F 8 δ’ F 9 δειλινῆς F ταγηνισθὲν RAH: τηγανισθὲν F 9. 10 μηδενὸς . . . ὑπολειφθέντος RF: μηδὲν . . . ἀπολειφθέντι ΑΗ (Turn.) 10 χρησμός] νόμος F πᾶσαν θυσίαν ἱερέως ὁλόκαυτον RF: πάσας ἱερέως θυσίας ὁλοκαύτους ΑΗ (v) 11 αὐτῆς RF: αὐτῶν AH (v) οὖν om. F τ’ ΑΗ ἦν om. F 12 θυσιῶν RF: τῶν θυσιῶν ΑΗ (Turn.) 13 tit. περὶ θυόντων RFA: τοῦ αὐτοῦ Φίλωνος περὶ θυόντων H 14 ἀνάγοντα θυσίας F: ἄγοντα τὰς θυσίας RAH (Turn.) ; ἀνάγοντα τὰς θυσίας Mang. 14. 15 σῶμα καὶ ψυχήν, ψυχὴν F: σώματι καὶ ψυχὴ, ψυχὴ RAII (Turn.) 15 τε RF: om. AH καὶ ἀρρωστημάτων RF: om. AH (v) 16 ἔν τε] τε ἐν F τὸ δὲ σῶμα codd.: τῷ δὲ σώματι Turn. 17 αὐτῶ RFA: αὐτό H (v) ἑκατέρω RF: ἑκατέρου AH (Turn.)) [*](7 Lev. 6,20—23. i cf. Ioseph. Ant. Iud. 111)

v.5.p.63
γὰρ τῷ κρείττονι καὶ ἡγεμονικωτέρῳ τῶν ἐν ἡμῖν, ψυχῇ, καὶ τὰ τῶν λόγων ἀπονεῖμαι πρεσβεῖα. τίς οὖν ἡ ταύτης κάθαρσις;

ἴδε, φησίν, ᾧ οὗτος, ὃ προσάγεις ἱερεῖον, ὡς ἔστιν ὁλόκληρον καὶ παντελῶς μώμων ἀμέτοχον, ἐπικριθὲν ἐκ πολλῶν ἀριστίνδην διανοίαις μὲν ἀδεκάστοις ἱερέων ὀξυωπεστάταις δ’ αὐτῶν ὄψεσι καὶ τῷ συνεχεῖ τῆς ἀσκήσεως συγκεκροτημέναις εἰς ἀνυπαίτιον ἐπίσκεψιν· ἐὰν γὰρ μὴ τοῖς ὀφθαλμοῖς μᾶλλον ἢ τῷ λογισμῷ τοῦτο κατίδῃς, ἐκνίψῃ τὰ ἁμαρτήματα καὶ ὅσας ἐν ἅπαντι τῷ βίῳ κηλῖδας ἀπεμάξω, τὰ μὲν ἀβουλήτοις συντυχίαις, τὰ δὲ καθ’ ἑκούσιον γνώμην.

εὑρήσεις γὰρ τὴν τοσαύτην περὶ τὸ ζῷον ἀκριβολογίαν αἰνιττομένην διὰ συμβόλου τὴν τῶν σῶν βελτίωσιν ἠθῶν· οὐ γὰρ ὑπὲρ ἀλόγων ὁ νόμος, ἀλλ’ ὑπὲρ τῶν νοῦν καὶ λόγον ἐχόντων, ὥστε οὐ τῶν θυομένων φροντίς ἐστιν, ἵνα μηδεμίαν ἔχῃ λώβην, ἀλλὰ τῶν θυόντων, ἵνα περὶ μηδὲν πάθος κηραίνωσι.