De Specialibus Legibus (lib. i‑iv)

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.

ἑτέρου δ’ ὅτι τὰς θυσίας ἀταμιεύτους εἶναι προσήκει καὶ πᾶσιν εἰς μέσον προκεῖσθαι τοῖς δεομένοις· εἰσὶ γὰρ οὐκέτι τοῦ τεθυκότος, ἀλλ’ ᾧ τέθυται τὸ ἱερεῖον, ὃς εὐεργέτης καὶ φιλόδωρος ὢν κοινωνὸν ἀπέφηνε τοῦ βωμοῦ καὶ ὁμοτράπεζον τὸ συμπόσιον τῶν τὴν θυσίαν ἐπιτελούντων, οἷς παραγγέλλει μὴ νομίζειν ἑστιᾶν· ἐπίτροποι γὰρ εὐωχίας εἰσίν, οὐχ ἑστιάτορες, ὁ δ’ ἑστιάτωρ ἐστὶν οὗ συμβέβηκεν εἶναι καὶ τὴν παρασκευήν, ἣν οὐ θέμις ἀποκρύπτειν φειδωλίαν, ἀνελεύθερον κακίαν, φιλανθρωπίας, ἀρετῆς εὐγενοῦς, προκρίνοντας.

τελευταίου δ’ ὅτι τὴν τοῦ σωτηρίου θυσίαν ὑπὲρ δυεῖν προσάγεσθαι συμβέβηκε, ψυχῆς τε καὶ σώματος, ὧν ἑκατέρῳ μίαν ἡμέραν ἀπένειμεν εἰς εὐωχίαν τῶν κρεῶν· ἥρμοττε γὰρ ἰσάριθμον χρόνον ὁρισθῆναι τοῖς πεφυκόσι σῴζεσθαι τῶν ἐν ἡμῖν, ὡς τῇ μὲν προτεραίᾳ λαμβάνειν ἅμα τῇ βρώσει τῆς ψυχικῆς σωτηρίας ὑπόμνησιν, τῇ δ’ ὑστεραίᾳ τῆς κατὰ τὸ σῶμα ὑγείας.

ἐπεὶ δὲ τρίτον οὐδὲν ἦν ὃ κυρίως πέφυκε σωτηρίαν ἐνδέχεσθαι, τὴν εἰς τὴν τρίτην ἡμέραν χρῆσιν ἀνὰ κράτος ἀπηγόρευσε προστάξας, εἰ καὶ τύχοι τι κατ’ ἄγνοιαν ἢ λήθην ἀπολειφθέν, εὐθὺς ἀναλίσκεσθαι πυρί. τὸν δὲ γευσάμενον αὐτὸ μόνον ἔνοχον ἀποφαίνει καί φησιν αὐτῷ· τεθυκέναι νομίζων, ὦ καταγέλαστε, οὐ τέθυκας· οὐ προσηκάμην ἀθύτων, ἀνιέρων, βεβήλων, ἀκαθάρτων, ὧν ἥψηκας κρεῶν, ὦ γατρίμαργε, θυσιῶν οὐδ’ ὄναρ ἐπῃσθημένος.

[*](1 ὡς μὴ μεταβάλῃ μήκει χρόνου AH: ὡς οὐ μήκει χρόνου μεταβάλλει RF 2 ἡδύσματι F ἕτερον F δὲ ΑΗ 3 ἀταλψεύτους (sic) F 5 κοινωνόν] κοινὸν F 7 γὰρ om. H 7. S οὐκ ἑστιάτορες F 9 post φειδωλίαν add. καὶ RAH, om. F 10 προκρίναντας RF τελευταίου F: τελευταῖον RAH δὲ ΑΗ 11 δυοῖν AH (v) προσάγεσθαι συμβέβηκε RF: συμβέβηκε προσάγεσθαι AH (v) 13 τῶν fort. secludeudum 14 ψυχικῆς] ψυχῆς F 15 ὑπόμνησιν R: ὑπόμνημα FAH (v) ὑγείας RF: ὑγιείας ΑΗ 16 τὴν τρίτην R: τὴν om. FAII (v) 17 τύχοι R: τύχη FAH 18 πυρί KF: ποιεῖν ΑΗ (Turn.) 19 ἀποφαίνειν ΑΗ καί φησιν RF: λέγων AH (v) 20 νομίζεις F vel ι ἀθύτων conicio, ι Wendl. 21 καὶ ἀκαθάρτων F ἕψηκας F κρεῶν] κρέα conicio ὦ om. F 22 ἐπῃσθημένος] ἐφήσθημαι (sic) F)[*](3 cf. Theodoret. Quaest. VI in Levit. (Migne T. 80 Col. 312): Διὰ τί μετὰ (κατὰ?) ι τὴν ἡμέραν οὐ κελεύει τῶν ἱερείων ἐσθίειν, τῴ δέ παραβαίνοντι τὸν νόμον ἑπιφέρει ζημίαν, ἄθυτον εἶναι λέγων τὴν θυσίαν ἐκείνην; βούλεται μὴ μόνους αὐτοὺς εὐωχεῖσθαι, ἀλλὰ καὶ τοῖς ἐνδεέσι τῶν κρεῶν μεταδιδόναι. τούτου χάριν τῇ πρώτῃ καὶ τῇ δευτέρα ἡμέρᾳ τῶν κρεῶν ἐκείνων μεταλαμβάνειν κελεύει, τά δὲ περιττεύοντα ἀποκαίεσθαι, ἱν ὑπὸ τῆς ἀνάγκης ταύτης ὠθούμενοι κοινωνοὺς ἔχωσι τοὺς πένητας τῆς εὐωχίας. 16 Lev. 7,6—11. 19,7.8.)
v.5.p.55

Τῆς δὲ τοῦ σωτηρίου θυσίας ἐν εἴδει περιλαμβάνεται ἡ λεγομένη τῆς αἰνέσεως, ἥτις λόγον ἔχει τοιόνδε· ὁ μηδενὶ τὸ παράπαν ἀβουλήτῳ περιπεσών, μήτε κατὰ σῶμα μήτε κατὰ τὰ ἐκτός, ἀλλ’ ἀπολέμῳ καὶ εἰρηνικῷ βίῳ χρώμενος ἐν εὐπαθείαις τε καὶ εὐτυχίαις ἐξεταζόμενος, ἀπήμων καὶ ἄπταιστος ὢν καὶ τὸ μακρὸν τοῦ βίου πέλαγος εὐθύνων ἐν εὐδίᾳ καὶ γαλήνῃ πραγμάτων, ἐπιπνεούσης ἀεὶ κατ’ οἰάκων εὐπραγίας, ἀναγκαίως ὀφείλει τὸν κυβερνήτην θεὸν καὶ ἄνοσον μὲν σωτηρίαν ἀζημίους δ’ ὠφελείας καὶ συνόλως ἀμιγῆ κακῶν τὰ ἀγαθὰ δωρούμενον ὕμνοις τε καὶ εὐδαιμονισμοῖς καὶ εὐχαῖς θυσίαις τε καὶ ταῖς ἄλλαις εὐχαριστίαις εὐαγῶς ἀμείβεσθαι· ἃ δὴ πάντα ἀθρόα συλλήβδην ἓν ὄνομα τὸ αἰνέσεως ἔλαχε.

ταύτην τὴν θυσίαν οὐχ ὥσπερ τὴν προτέραν τοῦ σωτηρίου δυσὶν ἡμέρας ἀναλίσκεσθαι προστάττει, μιᾷ δ’ αὐτὸ μόνον, ἵν’ οἱ ἐπιτυχόντες ἑτοίμων καὶ προχείρων εὐεργεσιῶν ἑτοίμην καὶ ἀνυπέρθετον ποιῶνται τὴν μετάδοσιν.

Ταῦτα μὲν ἐπὶ τοσοῦτον. τὴν δὲ τρίτην ἑξῆς ἐπισκεπτέον, ἣ καλεῖται περὶ ἁμαρτίας. αὕτη τέτμηται πολλαχῇ, κἀν τοῖς προσώποις κἀν τοῖς τῶν ἱερείων εἴδεσι, προσώποις μὲν ἀρχιερέως καὶ τοῦ σύμπαντος ἔθνους καὶ ἄρχοντος ἐν μέρει καὶ ἰδιώτου, ἱερείοις δὲ μόσχου καὶ χιμάρου καὶ χιμαίρας ἢ ἀμνάδος.

διακέκριται δὲ καὶ μάλιστ’ ἦν ἀναγκαῖον διακεκρίσθαι τά θ’ ἑκούσια καὶ ἀκούσια, τροπὰς λαμβανόντων τὰς πρὸς τὸ βέλτιον τῶν δοξάντων ἁμαρτεῖν καὶ κακιζόντων μὲν αὑτοὺς ἐφ’ οἷς ἐπλημμέλησαν, μεθορμιζομένων δὲ πρὸς ζωὴν ἀνυπαίτιον.

τὰ μὲν οὖν τοῦ ἀρχιερέως ἁμαρτήματα καὶ τοῦ ἔθνους ἰσοτίμῳ καθαίρεται [*](1 παραλαμβάνεται R 2 αἰνήσεως F ὁ μηδενὶ] οὐδενὶ L (Turn.) 3 τὰ ἐκτός RF: ἐντός (om. τὰ) AH 4 εἰρηνικῷ R: εἰρηναίῳ FAH (v) εὐπαθείᾳ L (Turn.) εὐτυχίαις τε καὶ εὐπαθείαις transp. F 6 ἀεὶ om. H (Turn.) κατ’ οἰάκων] κατ’ οἶκον F S δὲ AH 9 τε post ὕμνοις om. AH (Turn.) καὶ εὐχαῖς F: om. RAH (Turn.) 10 εὐαγώγως (sic) H πάντ’ AH 11 ἓν om. L (Turn.) αἰνήσεως F ἔλαχεν R, ἔλαχον F πρότερον R 13 μόνον RF: μόνη ΑΗ (Turn.) ἐπιτυχόντες R (Mang.): τυχόντες F, ἐπιτυγχάνοντες ΑΗ (Turn.) 14 post μετάδοσιν tit. περὶ ἁμαρτίας add. R 15 ταῦτα— καλεῖται (16) om. AH (Turn.) 16 κἀν] καὶ F 17 ἀρχιερέων F 19 μάλιστ’ ὂν R (sic scripseram): μάλισθ’ ἣν F (Mang.), δάμαλις ἣν AH (Turn.) 20 τροπὰς codd.: τἀς τροπὰς Mang. 21 τὰς πρὸς RF: τἀς om. AH (v) ἁμαρτῆσαι ΑΗ (Turn.) αὐτοὺς F 22 μεθορμιζομένων scripsi: μεθαρμοζομένων F (Mang.), μεθορμιζόντων RAH (Turn.) 23 οὖν om. H (Turn.)) [*](2 Lev. 7,2 11 Lev. 7,5 16 Lev. cap. 4. cf. Ioseph. Ant. lud. III § 230232 23 Lev. 4,3. 13. 14.)

v.5.p.56
ζῴῳ — μόσχον γὰρ ἀνάγεσθαι περὶ ἑκατέρου προστέτακται —, τὰ δὲ τοῦ ἄρχοντος ἐλάττονι μέν, ἄρρενι δὲ καὶ τούτῳ—χίμαρος γάρ ἐστι τὸ ἱερεῖον —, τὰ δὲ τοῦ ἰδιώτου καταδεεστέρῳ τὸ εἶδος—θῆλυ γὰρ ἀλλ’ οὐκ ἄρρεν θῦμα, χίμαιρα, καταθύεται —.

ἔδει γὰρ ἰδιώτου μὲν πλέον ἄρχοντα φέρεσθαι κἀν ταῖς ἱερουργίαις, ἄρχοντος δὲ τὸ ἔθνος, ἐπεὶ τὸ ὅλον τοῦ μέρους ἀεὶ κρεῖττον εἶναι δεῖ, τὸν δ’ ἀρχιερέα τῷ ἔθνει τῆς αὐτῆς ἠξιῶσθαι προνομίας ἐν τῷ καθαίρεσθαι καὶ παρὰ τῆς ἵλεω τοῦ θεοῦ δυνάμεως ἀμνηστίαν ἀδικημάτων αἰτεῖσθαι· τὸ δ’ ἰσότιμον οὐ δι’ αὑτόν, ὡς ἔοικε, καρποῦται μᾶλλον ἢ διότι τοῦ ἔθνους ὑπηρέτης ἐστὶ τὰς κοινὰς ὑπὲρ ἁπάντων ποιούμενος εὐχαριστίας ἐν ταῖς ἱερωτάταις εὐχαῖς καὶ ἐν ταῖς εὐαγεστάταις θυσίαις.

σεμνὴ δὲ καὶ θαυμάσιος καὶ ἡ περὶ ταῦτα διάταξις· „ἐὰν“ φησίν „ὁ ἀρχιερεὺς ἄκων ἁμάρτῃ,“ καὶ προστίθησιν „ὥστε τὸν λαὸν ἁμαρτεῖν" (cf. Lev. 4, 3), μόνον οὐκ ἄντικρυς ἀναδιδάσκων, ὅτι ὁ πρὸς ἀλήθειαν ἀρχιερεὺς καὶ μὴ ψευδώνυμος ἀμέτοχος ἁμαρτημάτων ἐστίν, εἰ δ’ ὀλισθήσοι ποτέ, πείσεται τοῦτο οὐ δι’ αὑτόν, ἀλλὰ διὰ κοινὸν τοῦ ἔθνους σφάλμα· τὸ δὲ σφάλμα οὐκ ἀνίατον, ἀλλὰ ῥᾳδίως τὴν θεραπείαν ἐνδεχόμενον.

ὅταν οὖν σφαγιασθῇ ὁ μόσχος, κελεύει τοῦ αἵματος ἐπιρραίνειν ἑπτάκις τῷ δακτύλῳ ἀντικρὺ τοῦ πρὸς τοῖς ἀδύτοις καταπετάσματος, ἐσωτέρω τοῦ προτέρου, καθ’ ὃν τόπον ἵδρυται τὰ ἱερώτατα σκεύη, κἄπειτα τὰ τοῦ θυμιατηρίου τέτταρα κέρατα—τετράγωνον γάρ ἐστι— χρίειν καὶ ἐπαλείφειν, τὸ δ’ ἄλλο αἷμα προσχεῖν παρὰ τῇ βάσει τοῦ ἐν ὑπαίθρῳ βωμοῦ·

ἐφ’ ὃν ἀναφέρειν τρία διείρηται, στέαρ καὶ λοβὸν [*](1 ἑκατέρου RF: ἑκατέρων ΑΗ (v) 2 ἐλάττον (sic) F 3 τὸ εἶδος RA (coni. Mang): τοῦ εἴδους FH (v) 4 ἀλλ’ om. Turn. θῦμα, χίμαιρα, scripsi: θῦμα AH (Turn.), χίμαιρα RF (Mang.) ἰδιώτην Α 5 πλέον ἄρχοντα F: ἄρχοντα (-ος Α) πλέον RAH (v) 6 ἐπεὶ] ἐπὶ F αἰεὶ A, οm. F δεῖ R (Mang): δοκεῖ AH (Turn.), om. h. 1. F δὲ R 7 post ἠξιῶσθαι add. δεῖ F προνομίας RFA: προνοίας H (Turn.) 9 αὐτὸν codd. καρποῦται AH: καρποῦσθαι RF 10 ἐστὶν R 10. i 11 ἔν τε ταῖς ἱέρ’. F 11 καὶ ταῖς εὐαγ. R: ἐν om. FAH (v) 12 θαυμάσιος RF: θαυμασία ΑΗ (v) ταῦτα RF: αὐτάς ΑΗ (Turn.) 14 μόνον οὐκ RF: οὐκ om. AH 15 ὀλισθήσοι R: ὀλισθήσῃ ΑΗ (Turn.), ὀλισθείη F (Mang.!): ὀλισθῆσαι Wendl. 16 αὐτὸν Η, ἑαυτὸν F 17.18 ἐνδεχόμενον R: δεχόμενον FAH (v) 19 ἄντικρυς F 20 τόπον] τρόπον R 21 κἄπειτα RF: κἀπὶ τὰ ΑΗ τὰ addidi θυμιατηρίου RF: θυσιαστηρίου AH (v) 22 ἐπαλείφειν codd.: ἀλείφειν v τὴν βάσιν F 23 ἐφ’ ὃν RF: ἐφ’ ὧν ΑΗ ἀναφέρει F) [*](2 Lev. 4,22. 23 3 Lev. 4,27. 28 18.sqq. Lev. 4612)

v.5.p.57
ἥπατος καὶ διττοὺς νεφρούς, κατὰ τὴν ἐπὶ τοῦ σωτηρίου διάταξιν, δορὰν δὲ καὶ κρέα καὶ σύμπαν ἀπὸ κεφαλῆς ἄχρι ποδῶν τὸ ἄλλο σῶμα τοῦ μόσχου μετὰ τῶν ἐντοσθιδίων προφέρειν ἔξω καὶ κατακαίειν ἐν χωρίῳ καθαρῷ, ἔνθα τὴν ἱερὰν ἀπὸ τοῦ βωμοῦ τέφραν ἐκκομίζεσθαι συμβέβηκε.

τὰ δ’ αὐτὰ νομοθετεῖ καὶ περὶ παντὸς τοῦ ἔθνους ἁμαρτόντος. εἰ δέ τις ἄρχων πλημμελήσειε, χιμάρῳ ποιεῖται τὴν κάθαρσιν, ὡς εἶπον, ἐὰν δὲ ἰδιώτης, χιμαίρᾳ ἢ ἀμνάδι· τῷ μὲν γὰρ ἄρρεν, τῷ δ’ ἰδιώτῃ θῆλυ ζῷον ἀπένειμε, τὰ δ’ ἄλλα διαταξάμενος ἐπ’ ἀμφοῖν ὅμοια, χρίσαι τὰ κέρατα τοῦ ἐν ὑπαίθρῳ βωμοῦ τῷ αἵματι, στέαρ καὶ λοβὸν ἥπατος καὶ διττοὺς νεφροὺς ἀνενεγκεῖν, τὰ δ’ ἄλλα τοῖς ἱερεῦσι παρασχεῖν ἐδωδήν.

ἐπεὶ δὲ τῶν ἁμαρτημάτων τὰ μὲν εἰς ἀνθρώπους, τὰ δ’ εἰς ἱερὰ καὶ ἅγια δρᾶται, περὶ μὲν τῶν εἰς ἀνθρώπους γινομένων ἀκουσίως διείλεκται, τὴν δ’ ἐπὶ τοῖς ἱεροῖς κάθαρσιν ἱλάσκεσθαι κριῷ νομοθετεῖ, πρότερον ἀποτίσαντας ἐκεῖνο περὶ ὃ γέγονεν ἡ πλημμέλεια, τὸ πέμπτον προσεπιτιθέντας τῆς ἀξίας τιμῆς.

Ταῦτα καὶ τὰ τούτοις ὅμοια νομοθετήσας ἐπὶ τοῖς ἀκουσίοις καὶ περὶ τῶν ἑκουσίων ἑξῆς διατάττεται. ἐάν τις, φησί, ψεύσηται περὶ κοινωνίας ἢ περὶ παρακαταθήκης ἢ ἁρπαγῆς ἢ εὑρέσεως ὧν ἀπώλεσεν ἕτερος καὶ ὑπονοηθείς, ὅρκου προταθέντος, ὀμόσῃ καὶ δόξας ἐκπεφευγέναι τὸν ἀπὸ τῶν κατηγόρων ἔλεγχον αὐτὸς ἑαυτοῦ γένηται κατήγορος, ἔνδον ὑπὸ τοῦ συνειδότος ἐλεγχθείς, καὶ κακίσῃ μὲν ἑαυτὸν ὧν ἠρνήσατο καὶ ἐπιώρκησεν, ὁμολογῶν δ’ ἄντικρυς τὸ πραχθὲν ἀδίκημα συγγνώμην αἰτῆται, κελεύει τῷ τοιούτῳ παρέχειν ἀμνηστίαν,

ἐπαληθεύσαντι τὴν μετάνοιαν οὐχ ὑποσχέσει ἀλλ’ ἔργοις, ἀποδόσει τῆς παρακαταθήκης καὶ [*](1 ἐπὶ om. AH (Turn.) 2 κρέα RF: δέρμα AH (Turn.) 3 ἐντοσθιδίων RAH: ἐντοσθίων F (v) προφέρειν Mang.: προσφέρειν codd. 4 ἀπὸ τοῦ βωμοῦ τέφραν RF: τέφραν ἀπὸ τοῦ βωμοῦ AH (v) εἰσκομίζεσθαι L (Turn.) 5 περὶ om. F ἁμαρτάνοντος F 6 πλημμελήσειε F, πλημμελήσειεν R: πλημμελήσει, ἐν AH (Mang.) 8 τὰ δ’ ἄλλα codd.: τὰ ἄλλα v 10 ἀνενεγκεῖν RF: ἐνεγκεῖν AH (Turn.) 12 ἀκουσίως] ἑκουσίως Η 13 κάθαρσιν] ἁμαρτίαν conicio κριῶ RA: κριῶν F, κριὸν Η (Turn.) 14 ἀποτίσαντος F γέγονε πλημμέλεια F 15 προσεπιτιθέντας RF: προσεπιθέντας ΑΗ (Turn.) 17 pr. περὶ] ἐπὶ R 18 περὶ om. F 19 προτεθέντος’l"urn. 20 κατηγόρων RF: κατηγοριῶν ΑΗ (Turn.) 21 ἑαυτὸν RF: αὐτὸν AH ὧν] ὃν Η (Turn.) 23 αἰτεῖται Η ἀμνηστείαν F ἐπαληθεύσαντι RAH: ἐπαληθεύοντι L (Turn.), ἐπαληθεύουσαν ἔτι F 24 ὑποσχέσεσιν F (Mang.) ἀποδώσει FH) [*](13 Lev. 5,15. 16 17 Lev. 6,2—7. i cf. loseph. Ant. lud. III § 232 ὁ δὲ μὲν αὑτῶ δὲ δυνειδὼς καὶ μηδένα ἔχων τὸν ἐξελέγχοντα κριὸν θύει, τοῦ νόμου τοῦτο κελεύοντος, οὗ τὰ κρέα κατὰ τὸ ἱερὸν ὁμοίως οἱ ἱερεῖς αὐθημερὸν σιτοῦνται.)

v.5.p.58
ὧν ἥρπασεν ἢ εὗρεν ἢ συνόλως ἐσφετερίσατο τοῦ πλησίον, προσαποτίσας καὶ τὸ ἐπίπεμπτον εἰς παρηγορίαν τοῦ πλημμεληθέντος.

ὅταν δὲ ἱλάσηται τὸν ἠδικημένον πρότερον, ἴτω, φησί, μετὰ ταῦτα καὶ εἰς τὸ ἱερὸν αἰτησόμενος ὧν ἐξήμαρτεν ἄφεσιν, ἐπαγόμενος παράκλητον οὐ μεμπτὸν τὸν κατὰ ψυχὴν ἔλεγχον, ὃς ἀνιάτου συμφορᾶς αὐτὸν ἐρρύσατο τὴν θανατοῦσαν νόσον ἀνεὶς καὶ πρὸς ὑγείαν παντελῆ μεταβαλών.

κριὸν δ’ εἶναι καὶ τούτῳ διείρηται σφάγιον, καθὰ καὶ τῷ πρὸς τὰ ἅγια πλημμελήσαντι· τὸ γὰρ ἐν τοῖς ἁγίοις ἀκούσιον ἁμάρτημα ἰσότιμον ἀπέφηνε τῷ περὶ τὰ ἀνθρώπινα ἑκουσίῳ, εἰ μὴ ἄρα καὶ τοῦτ’ ἐστί τι ἅγιον, ἐπειδὴ προσγέγονεν ὅρκος, ὃν οὐκ ἐφ’ ὑγιεῖ γενόμενον ἐπηνωρθώσατο τροπῇ τῇ πρὸς τὸ βέλτιον.

Παρατηρητέον δ’ ὅτι τὰ μὲν ἐπιφερόμενα τῷ βωμῷ ἐκ τοῦ περὶ ἁμαρτίας ἱερείου ταὐτά ἐστιν ἃ καὶ ἐπὶ τῆς τοῦ σωτηρίου θυσίας, λοβὸς ἥπατος καὶ στέαρ καὶ νεφροί· τρόπον γάρ τινα καὶ ὁ μετανοῶν σῴζεται, τὴν χαλεπωτέραν τῶν ἐν τῷ σώματι παθῶν νόσον ψυχῆς ἐκτρεπόμενος.

τὰ δ’ ἄλλα μέρη τοῦ ζῴου πρὸς ἐδωδὴν ἀπονέμεται διαφερόντως. ἐν τρισὶ δ’ ἡ διαφορά· τόπῳ, χρόνῳ, τοῖς λαμβάνουσι· τόπος μὲν οὖν τὸ ἱερόν, χρόνος δὲ ἀντὶ δυεῖν ἡμερῶν μία, οἱ δὲ μεταλαμβάνοντες ἱερεῖς, ἀλλ’ οὐχ ὧν ἐστιν ἡ θυσία, καὶ ἱερέων ἄρσενες.