De Specialibus Legibus (lib. i‑iv)

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.

Εἰσὶ δέ τινες οἳ χρυσὸν καὶ ἄργυρον ἀνδριαντοποιοῖς ὡς θεοπλαστεῖν ἱκανοῖς παρέδοσαν· οἱ δὲ λαβόντες ἀργὴν ὕλην θνητῷ παραδείγματι προσχρησάμενοι, τὸ παραλογώτατον, θεοὺς ὅσα τῷ δοκεῖν ἐμόρφωσαν· καὶ νεὼς κατασκευάσαντες καὶ ἱδρυσάμενοι βωμοὺς ἐδείμαντο θυσίαις τε καὶ πομπαῖς καὶ ταῖς ἄλλαις ἱερουργίαις τε καὶ ἁγιστείαις ἐπιμελῶς πάνυ καὶ πεφροντισμένως γεραίρουσιν, ἱερέων τε καὶ ἱερειῶν τὸν περὶ ταῦτα τῦφον ὡς ἔνι μάλιστα σεμνοποιούντων.

οἷς ὁ τῶν ὅλων πατὴρ προαγορεύει λέγων· „οὐ ποιήσετε μετ’ ἐμοῦ θεοὺς ἀργυροῦς καὶ [*](1 post ἀγαπήσαντες add. αὐτὸ MF εἰ] ἢ M post ἐφίξονται add. πάντες MF παγγέλοιον γὰρ οἴεσθαι om. MF γὰρ R: δὲ AH (v) 1. 2 ὁ μὲν νοῦς ὁ R: νοῦς ὁ μὲν M, νοῦς μὲν ὁ FAH (v) 3 τελειότατος RM: τελεώτατος ceteri (v) 3. 4 βασιλεὺς καὶ βασιλέων AH 4 ἅπαντας MF 4. 5 τοὺς κατ’ οὐρανὸν οὓς] οὓς κατ’ οὐρανὸν AH (Mang.) 5 οὐκ αὐτοκρατεῖς] αὐτοκρατεῖς οὐ M (Mang.) 6 εἰληχότας FL2 (Turn.) ; λαβόντας τὴν τάξιν τῶν ὑπάρχων mg Η 7 εὐθύνας RMF: εὐθύνην AH (v) ὑφέξοντας] ἕξοντας AH ὥστε F, ὡς M 8 pr. τὴν om. M ἀειδοῦς] ἀιδίου M (Mang.) 9 θεῶν θεός transp. M, θεῶν om. Eus. 10 ἁπάντων Eus. codd. nonnulli 11 νεωτέρῳ καὶ γενητῷ] νοητῷ καὶ θεωρητῷ M, νεωτέρῳ ἢ γεννητῷ V γενητῷ R : γεννητῷ ceteri 14 οἱ δὲ] οἶ M (Mang.) ἀργὴν ss. R (ut vid.), ἀργυρᾶν F 15 τῷ om. M 16 ἐδείμαντο fortasse secludendum, # ἐδείμαντο coni. Weudl. 17 ἀγιστίαις M 18 πάνυ τε AH (Turu) ἱερέων τε RF: ἱερέων M, ἱερῶν AH ἱερειῶν] ἱερείων FAH, ἱεριτῶν (sic) M 19 σεμνοποιούντων ὡς ἔνι μάλιστα transp. AH (v) οἷς] ὡς M 20 προσαγορεύει F1; ἀπαγορεύει coni. Mang. μετ’ ἐμοῦ scripsi (cf. leg. alleg. I § 51): μετ’ ἐμέ M, ποιήσετ’) ἐμοὶ R, ὑμῖν F, om. AH) [*](7—12 pergit Euseb. l. l. καὶ ἐπάγει λέγων· ὥσθ’—μεγἰστη.)

v.5.p.6
χρυσοῦς“ (Exod. 20,23), μόνον οὐκ ἄντικρυς ἀναδιδάσκων, ὅτι οὐδ’ ἐξ ἑτέρας ὕλης χειρόκμητον οὐδὲν τὸ παράπαν θεοπλαστήσετε διακωλυθέντες ἐκ τῶν ἀρίστων· ἄργυρος γὰρ καὶ χρυσὸς τὰ πρωτεῖα τῶν ἐν ὕλαις φέρονται.

δίχα δὲ τῆς ῥητῆς ἀπαγορεύσεως καὶ ἕτερον αἰνίττεσθαί μοι δοκεῖ τῶν πρὸς ἠθοποιΐαν μάλιστα συντεινόντων, διελέγχων οὐ μετρίως τοὺς φιλοχρημάτους, οἳ πανταχόθεν μὲν ἀργύριον καὶ χρυσίον ἐκπορίζουσι, τὸ δὲ πορισθὲν ὡς ἄγαλμα θεῖον ἐν ἀδύτοις θησαυροφυλακοῦσιν, ἀγαθῶν αἴτιον καὶ τῆς συμπάσης εὐδαιμονίας τοῦτ’ εἶναι νομίζοντες.

καὶ ὅσοι μέντοι τῶν ἀπόρων κεκράτηνται χαλεπῇ νόσῳ, φιλαργυρίᾳ, οὐκ ἔχοντες ἴδιον πλοῦτον, ὃν θεραπείας ἀξιώσουσι, τὸν τῶν πλησίον τεθηπότες καὶ προσκυνοῦντες ἕωθεν εἰς τὰς τῶν περιουσιαζόντων οἰκίας ἀφικνοῦνται καθάπερ εἰς ἱερὰ μέγιστα, προσευξόμενοι καὶ τἀγαθὰ παρὰ τῶν δεσποτῶν ὡς θεῶν αἰτησόμενοι.

πρὸς οὓς καὶ ἐν ἑτέροις φησίν· „οὐκ ἐπακολουθήσετε εἰδώλοις καὶ θεοὺς χωνευτοὺς οὐ ποιήσετε“ (Lev. 19,4), διὰ συμβόλων ἀναδιδάσκων, ὅτι πλούτῳ τιμὰς ἰσοθέους ἀπονέμειν οὐ προσήκει· πλούτου γὰρ αἱ περιβόητοι ὗλαι χρυσὸς καὶ ἄργυρος εἶναι πεφύκασιν, αἷς ἀκολουθοῦσιν οἱ πολλοὶ τὰ τοῦ λεγομένου τυφλοῦ πλούτου μόνα ἢ μάλιστα εὐδαιμονίας αἴτια νομίζοντες.

τάδ’ ἐστὶν ἅ φησιν „εἴδωλα“, σκιαῖς ἐοικότα καὶ φάσμασιν, οὐδενὸς ἠρτημένα ἰσχυροῦ καὶ βεβαίου· φέρεται γὰρ πνεύματος τρόπον ἀστάτου τροπὰς καὶ μεταβολὰς παντοίας ἐνδεχόμενα. σημεῖον δ’ ἐστὶ τούτων ἐναργές· μὴ προλαβόντων ἐξαπιναίως ἔστιν ὅτε προσέπτη, παγίως [*](1 χρυσοῦς καὶ ἀργυροῦς transp. M μόνον οὐκ] μονονουχὶ οὐκ AH (Turn.) ; μονονουχὶ Mang. 2 χειρότθητον M θεοπλαστήσεται N, χειροπλαστήσετε M 2. 3 διακωλυθέντες F: δύο κωλυθέντες RAH (v), κωλυθέντες M 5 διελεγχομένους M 6 οὐ RF: οὐδὲ ΑΗ (v), om. M ἀργύριον μὲν transp. M 6.7 ἄργυρον καὶ χρυσὸν F 7 ἄγαλμα] ἀγαλλίαμα ΑΗ 8 post τοῦτ’ repetit αἴτιον M 9 ὅσοι] ἴση AH μέντοι RF: μὲν ceteri (v) τοῖς ἀπόροις ΑΗ (Turn. 10 φυλαργυρία Α post ἔχοντες add. δὲ AH (Turn.) 11 τὸν] τὴν Turn. πλησίον RF: πλησίων M, πλουσίων AH προσκυνοῦντες — καθάπερ (12) om. AH 12 ἀφικνούμενοι FL (Turn. post προσευξόμενοι add. ἔρχονται AH (Turn. 13 τὰ ἀγαθὰ M 14 οὐκ ἀκολουθήσετε M (Mang.) 16 ἀπονέμειν ἰσοθέους transp. Η (v) 17 εἶναι R: χεῖσθαι MF, κεῖσθαι AH, χρῆσθαι v; ῥεῖσθαι coni. Mang. 19 τάδ’] τὰ δὲ ΑΗ (Turn. Mang.) ἅ] ἧ MF 20 ἠρτημένου Η ἰσχυροῦ RM: ὀχυροῦ ceteri (v) τρόπον πνεύματος transp. ΑΗ (v) 21 τροπὰς] φορὰς F καὶ μεταβολὰς om. AH (Turn.) ἐνδεχόμενα codd.: ἐκδεχόμενα v δ’ ἐστὶ τούτων RMF: δὲ τοῦτο ΑΗ (v) 22 ἐναργές RAH: ἐναργέστατον MF (v) προλαβόντων RF: προσλαβόντων AH (v), παραλαβόντων M παγίως δ’ F) [*](1.2 Ν fol. 155r: μόνον οὐκ — θεοπλαστήσεται.)

v.5.p.7
ἐνειλῆφθαι νομιζόντων πάλιν ἀπεπήδησε, καὶ ὅτε μέντοι πάρεστι, καθάπερ τὰ διὰ τῶν κατόπτρων εἴδωλα φαντάζεται τὴν αἴσθησιν ἀπατῶντα καὶ καταγοητεύοντα καὶ ὡς ἂν ὑφεστηκότα τὰ μὴ ὑπομένοντα.

καὶ τί δεῖ τὸν ἀνθρώπινον πλοῦτον ἢ τῦφον, ὃν ἀναζωγραφοῦσιν αἱ κεναὶ δόξαι, δηλοῦν ὡς ἔστιν ἀβέβαιος; ἤδη γάρ τινες καὶ τὰ ἄλλα πάντα ζῷα καὶ φυτά, ὧν γένεσίς ἐστι καὶ φθορά, συνεχῶς μὲν καὶ ἀπαύστως φασὶ ῥεῖσθαι, τῆς δ’ ἀπορροίας ἀδηλοτέραν αἴσθησιν εἶναι, ἀεὶ νικώσης τῆς περὶ τὴν ῥύσιν ὀξύτητος τὴν δι’ ὄψεως ἀκριβῆ προσβολήν.

Ἀλλ’ οὐ μόνον πλοῦτος καὶ δόξα καὶ τὰ τοιαῦτα εἴδωλα καὶ ἀμενηναὶ σκιαί, ἀλλὰ καὶ πάντες, οὓς οἱ μυθογράφοι διαπλάσαντες ἐξετύφωσαν ἐπιτειχίσαντες τὰς ψευδεῖς δόξας κατὰ τῆς ἀληθείας, θεοὺς καινοὺς ὥσπερ ἀπὸ μηχανῆς εἰσαγαγόντες ἕνεκα τοῦ τὸν ἀίδιον καὶ ὄντα ὄντως θεὸν λήθῃ παραδοθῆναι. πρὸς δὲ τὸ εὐπαράγωγον μέλεσι καὶ ῥυθμοῖς καὶ μέτροις ἐνηρμόσαντο τὸ ψεῦδος, νομίζοντες ῥᾳδίως καταγοητεύσειν τοὺς ἐντυγχάνοντας.

οὐ μὴν ἀλλὰ καὶ πλαστικὴν καὶ ζωγραφίαν συνεργοὺς τῆς ἀπάτης προσπαρέλαβον, ἵνα χρωμάτων καὶ σχημάτων καὶ ποιοτήτων εὖ δεδημιουργημέναις ἰδέαις ὑπαγάγωνται τοὺς ὁρῶντας καὶ τὰς ἡγεμονίδας αἰσθήσεις ὄψιν καὶ ἀκοὴν δελεάσαντες, τὴν μὲν ἀψύχοις εὐμορφίαις, τὴν δ’ εὐφωνίᾳ ποιητικῇ, συναρπάσωσι τὴν ψυχὴν ἀβέβαιον καὶ ἀνίδρυτον αὐτὴν ἀπεργασάμενοι.

διὰ τοῦτ’ ἐπιστάμενος [*](1 ἀπεπήδησε RM: ἀπεδήμησε ceteri (v) ὅταν M 2 τὰ oiu. ΑΗ (Turn.) ἐξαπατῶντα M (Mang.) 2. 3 καὶ κατάγοητεύοντα om. F 3 ἂν] δὴ R τὰ RM (coui. Mang.): καὶ AH, om. F 4 τὸν om. Mang. ἀνθρώπινον RMF: τῶν ἀνθρώπων ΑΗ (v) ἢ] καὶ AFL2 (Turn.) post τῦφον add. λέγειν R ἀναζωπυροῦσιν vel σεμνοποιοῦσιν coni. Mang. 5 τὰ ἄλλα R: τἄλλα MFH, τἄλλα Α 6 φασὶ καὶ ἀπαύστως trausp. AH(v) ἀκαταπαύστως F 7 ῥεῖσθαι] διαπρεῖν AH ἀπορροῆς MF ἀεὶ om. MF 7. 8 τῆ . . . ὀξύτητι AH 8 βύων Mang.: φύσιν RMF, φορὰν AH δι’ om. AH 10 καὶ ἀμενηναὶ ἀμενιναὶ M, ἀμενηνοὶ F) σκιαί RMF: ἀμενηνά AH (Mang.) # πάντες conicio πάντες οὑς RMF: ἄλλαι ἀπάται ἃς AH (Mang.) οἱ RF: om. MAH(v) διαπλάττουσιν R 11 ἐξετύφωσαν ἐπιτειχίσαντες om. ΑΗ 12 καινοὺς] κενοὺς ΑΗ εἰσήγαγον ΑΗ ἕνεκα τοῦ μὴ ΑΗ (Turn.) 12. 13 ὄντως ὄντα M, ὄντως om. AH 13 θεὸν R: om. ceteri (v) λήθῃ] ἀληθῆ Α 14 τὸ om. Turn. ψεῦδος RMF: ψευδές AH (v) νομίσαντες AH (v) 14.15 καταγοητεύσειν RM: καταγοητεύειν ceteri (Turn.) 1.5 ἐντυχόντας M 16 προσπαρέλαβον RMFN: προσέλαβον AH (v) 17 ὑπαγάγωνται RMF: ὑπάγωνται N, ὑπάγοντες ΑΗ (Turn.) ; ὑπαγαγόντες Mang. 18 ἡγεμόνας M 19 δὲ AH διαρπάσωσι Η 20 ἀίδρυτον M αὐτὴν RMFN: ταύτην AL2 Turn.), ταύτῃ HL 1 (coni. Mang.) ἀπεργαζόμενοι AH (v)) [*](15 — 20 Ν fol. 155r: οὐ μὴν —)

v.5.p.8
ἐπὶ μέγα δυνάμεως προεληλυθότα τὸν τῦφον καὶ δορυφορούμενον ὑπὸ τοῦ πλείστου γένους ἀνθρώπων οὐκ ἐξ ἀνάγκης ἀλλ’ ἑκουσίοις γνώμαις, εὐλαβηθεὶς μή ποτε καὶ οἱ ζηλωταὶ τῆς ἀδεκάστου καὶ ἀληθοῦς εὐσεβείας καθάπερ ὑπὸ χειμάρρου παρασυρῶσιν, ἐνσφραγίζεται βαθεῖς τύπους ταῖς διανοίαις ἐγχαράττων ὁσιότητος, ὑπὲρ τοῦ μὴ συγχυθέντας ἢ ἐπιλεανθέντας ἀμαυρωθῆναί ποτε χρόνῳ, καὶ συνεχῶς ἐπᾴδει ποτὲ μὲν λέγων ὅτι θεὸς εἷς ἐστι καὶ κτίστης καὶ ποιητὴς τῶν ὅλων, ποτὲ δὲ ὅτι κύριος τῶν γεγονότων, ἐπειδὴ τὸ βέβαιον καὶ πάγιον καὶ τὸ κῦρος ὡς ἀληθῶς περὶ αὐτὸν μόνον πέφυκε.

λέλεκται δ’ ὅτι „οἱ προσκείμενοι τῷ ὄντι θεῷ ζῶσι πάντες“ (Deut. 4,4). ἆρ’ οὐχ οὗτός ἐστιν ὁ τρισμακάριος καὶ τρισευδαίμων βίος, ἀγαπητικῶς ἔχεσθαι τῆς θεραπείας τοῦ πρεσβυτάτου πάντων αἰτίου καὶ μὴ τοὺς ὑποδιακόνους καὶ πυλωροὺς πρὸ τοῦ βασιλέως θεραπεύειν ἀξιοῦν; ἀθάνατος ἥδε ἡ ζωὴ καὶ μακραίων ἐν ταῖς τῆς φύσεως στήλαις ἀναγέγραπται· ταυτὶ δὲ τὰ γράμματα τῷ κόσμῳ συνδιαιωνίζειν ἀναγκαῖον.

Δυστόπαστος μὲν οὖν καὶ δυσκατάληπτος ὁ πατὴρ καὶ ἡγεμὼν τῶν συμπάντων ἐστίν, ἀλλ’ οὐ διὰ τοῦτ’ ἀποκνητέον τὴν ζήτησιν αὐτοῦ. δύο δ’ ἐν ταῖς περὶ θεοῦ ζητήσεσι τὰ ἀνωτάτω ταῦτ’ ἐπαπορεῖ ἡ διάνοια τοῦ φιλοσοφοῦντος ἀνόθως· ἓν μὲν εἰ ἔστι τὸ θεῖον, ἕνεκα τῶν ἐπιτηδευσάντων ἀθεότητα, κακιῶν τὴν μεγίστην· ἕτερον δὲ τὸ τί ἐστι κατὰ τὴν οὐσίαν. τὸ μὲν οὖν πρότερον οὐ πολὺς πόνος ἰδεῖν, τὸ δὲ δεύτερον οὐ χαλεπὸν μόνον ἀλλὰ καὶ ἴσως ἀδύνατον. ἐπισκεπτέον δ’ ἑκάτερον.

[*](2 πλείστου] μεγίστου R ἀνθρώπων RMF: τῶν ἀνθρώπων ΑΗ (v) οὐκ — γνώμαις om. in textu R, add. mg R, om. F ἑκουσίαις M 3 μή ποτε] μήτε M τῆς τ’ Tum. ἀδεκάστου] ἀλήκτου AH 4 παρασυρῶσιν RM: περισυρῶσιν ΑΗ, ὑποσυρῶσιν F 5 ὁσιότητος RMF: ὁσιότητα AH (Mang.) 6 ἐπιλεανθέντας RFAH: ἐπιλαθέντας M: ἐπιλειανθέντας v καὶ συνεχῶς] συνεχῶς τ’ AH (Turn.) ποτὲ] τοτὲ MF 7 καὶ ante κτίστης om. F ποτὲ] τοτὲ MF, τὸ (sic) R 8 δ’ MF ἐπειδὴ] ἐπεὶ δεῖ F alt. τὸ om. AH (Turn.) 9 μόνον πέφυκεν R: μόνον πεφυκέναι F, μόνον εἶναι πέφυκε M, εἶναι πέφυκε μόνον AH (v) λέλεκται] λέγεται AH 10 ἆρ’ οὐχ RF: ἀλλ’ οὐχ M, καὶ AH τρισμακάριστος M 11 τῆς θεραπείας om. M 11.12 πρεσβυτάτου RMF: πρεσβυτέρου AH (v) 12.13 τοῦ βασιλέως RMF: τῆς βασιλείας AH (Turn.) 13 ἀθάνατος RM: ἀθάνατος δὲ F(v), ἀθάνατος οὖν AH ἥδε ἡ ζωὴ RM: ἡ om. ΑΗ, ἥδε ἡ om. FL (Turn.) μακραίων] μακρὸς αἰὼν FL (Turn. ἐν om. F 14 δὲ RMF: τε AH (v) 14.15 συνδιαιωνίζειν τῶ κόσμω transp. ΑΗ (v) 15 tit. πόθεν τοῦ εἶναι θεὸν λαμβάνομεν ἔννοιαν add. M (Mang.) 16 ἀόρατος aute δυστόπαστος add. M οὖν om. M post δυσκατάληπτος add. ἐστὶν M (Mang.), sed repetit post συμπάντων πάντων 17 ἐστίν codd.: hoc loco om. Mang. τοῦτο ΑΗ 18 ἀνωτέρω AH ταῦτ’ RM: ταῦτα AH, ταῦτά τε F ἐπαπορεῖν διανοία F 20 ἕτερον δεῖν (21) om. M 21 πρότερον — τὸ δὲ om. ΑΗ 22 ἑκάτερον RMF: ἑκάτερα AH (v))

v.5.p.9
ἀεὶ τοίνυν γνωρίσματα τῶν δημιουργῶν πέφυκέ πως εἶναι τὰ δημιουργηθέντα· τίς γὰρ ἀνδριάντας ἢ γραφὰς θεασάμενος οὐκ εὐθὺς ἐνενόησεν ἀνδριαντοποιὸν ἢ ζωγράφον; τίς δὲ ἐσθῆτας ἢ ναῦς ἢ οἰκίας ἰδὼν οὐκ ἔννοιαν ἔλαβεν ὑφάντου καὶ ναυπηγοῦ καὶ οἰκοδόμου; παρελθὼν δέ τις εἰς πόλιν εὔνομον, ἐν ᾗ τὰ τῆς πολιτείας σφόδρα καλῶς διακεκόσμηται, τί ἕτερον ὑπολήψεται ἢ ὅτι ἐπιστατεῖται ἥδε ἡ πόλις ὑπ’ ἀρχόντων ἀγαθῶν;

τὸν οὖν ἀφικόμενον εἰς τὴν ὡς ἀληθῶς μεγαλόπολιν, τόνδε τὸν κόσμον, καὶ θεασάμενον τὴν ὀρεινὴν καὶ πεδιάδα βρίθουσαν ζῴων καὶ φυτῶν καὶ ποταμῶν αὐθιγενῶν καὶ χειμάρρων φορὰς καὶ πελαγῶν ἀναχύσεις καὶ εὐκρασίας ἀέρος καὶ τῶν ἐτησίων ὡρῶν τροπάς, εἶτα ἥλιον καὶ σελήνην, τοὺς ἡμέρας καὶ νυκτὸς ἡγεμόνας, καὶ τὰς τῶν ἄλλων πλανήτων τε καὶ ἀπλανῶν καὶ τοῦ σύμπαντος οὐρανοῦ περιπολήσεις καὶ χορείας, οὐκ εἰκότως, μᾶλλον δὲ ἀναγκαίως, ἔννοιαν λήψεσθαι δεῖ τοῦ ποιητοῦ καὶ πατρὸς καὶ προσέτι ἡγεμόνος;

οὐδὲν γὰρ τῶν τεχνικῶν ἔργων ἀπαυτοματίζεται· τεχνικώτατον δὲ καὶ ἐπιστημονικώτατον ὅδε ὁ κόσμος, ὡς ὑπό τινος τὴν ἐπιστήμην ἀγαθοῦ καὶ τελειοτάτου πάντως δεδημιουργῆσθαι. τοῦτον τὸν τρόπον ἔννοιαν ἐλάβομεν ὑπάρξεως θεοῦ.

Τὴν δ’ οὐσίαν, εἰ καὶ δυσθήρατον καὶ δυσκατάληπτον εἶναι συμβέβηκεν, ὅμως καθ’ ὅσον ἐνδέχεται διερευνητέον. ἄμεινον γὰρ οὐδὲν τοῦ ζητεῖν τὸν ἀληθῆ θεόν, κἂν ἡ εὕρεσις αὐτοῦ διαφεύγῃ δύναμιν ἀνθρωπίνην, ἐπειδὴ καὶ ἡ περὶ τὸ βούλεσθαι μαθεῖν σπουδὴ καθ’ αὑτὴν ἀλέκτους ἡδονὰς καὶ εὐφροσύνας ἐργάζεται.

μάρτυρες δὲ οἱ μὴ χείλεσιν [*](1 τοίων om. ΑΗ (Turn.) γνώρισμα F 2 ἀνδριάντα F ἐνενόησεν RMF: ἐνόησεν AH (v) 3 pr. ἢ] καὶ F δ’ FAH αἰσθῆτας Α ναῦν M οἰκίαν MF 5 τῆς om. AH κεκόσμηται AH (Turn.) 6 ἐπιστατεῖται] κρατεῖται AH (Turn.) 7 ὡς ἀγαθῶν Mang. (non M) εἰς τὴν ὡς ἀληθῶς (R?) M: εἰς τὴν ἀληθῶς F (Mang.), ἀληθῶς εἰς τὴν ΑΗ (Turn.) τόνδε] τόν τε M 8 τὴν] γῆν MFL 2 (Turn.) βρίθουσαν R: πλήθουσαν ΑΗ (v), πληθύουσαν MF 9 φοράς] τροφὰς AH (Turn.) 10 εὐκρασίας R: εὐκρασίαν ceteri (v) καὶ ante τῶν om. AH (Turn.) εἶθ’ MF 12 πλανητῶν M τε om. MF 13 δ’ MF λήψεσθαι δεῖ] λήψεσθαι δὴ H, λήψεται MF 14 ποιητοῦ καὶ πατρὸς RMF: πατρὸς καὶ ποιητοῦ AH (v) 15 ἀπαυτομίζεται ΑΗ τεχνικώτατος AH (v) δὲ om. F1 καὶ ἐπιστημονικώτατον RM: om. ceteri (v) ὅδε R: om. ceteri (v) 16 ὑπὸ] ἀπὸ M τὴν ἐπιστήμην post πάντως transp. M 17 δεδημιουργεῖσθαι M 18 tit. περὶ οὐσίας θεοῦ add. mg M δ’ om. Turn. 19 συμβεβηκέναι R καθόσον ΑΗ, καὶ ὅσον M 19.20 ἄμεινον γὰρ οὐδὲν RMF: οὐδὲν γὰρ ἄμεινον AH (v) 20 τοῦ om. M ἡ om. AH διαφεύγῃ RMF: διεφεύγη Η, διεκφεύγει Α; διαφύγῃ v 20. 21 δύναμιν ἀνθρωπίνην RMF: τὴν ἀνθρωπίνην δύναμιν AH (v) 21 περὶ τὸ RF: περὶ τοῦ ceteri (v) 21.22 καθ’ αὐτὴν ἑαυτὴν FA) ἀλέκτους ἡδονὰς RMFA: ἀλέκτους ἡδονὰς καθ’ ἑαυτὴν Η (Turn.) 22 δὲ R: δ’ ceteri)

v.5.p.10
ἄκροις γευσάμενοι φιλοσοφίας, ἀλλὰ τῶν λόγων καὶ δογμάτων αὐτῆς ἐπὶ πλέον ἑστιαθέντες· τούτων γὰρ ὁ λογισμὸς ἀπὸ γῆς ἄνω μετέωρος ἀρθεὶς αἰθεροβατεῖ καὶ συμπεριπολῶν ἡλίῳ καὶ σελήνῃ καὶ τῷ σύμπαντι οὐρανῷ, τἀκεῖ πάντα γλιχόμενος ἰδεῖν, ἀμυδροτέραις χρῆται ταῖς προσβολαῖς, ἀκράτου καὶ πολλοῦ φέγγους ἐκχεομένου, ὡς τὸ τῆς ψυχῆς ὄμμα ταῖς μαρμαρυγαῖς σκοτοδινιᾶν.

ἀλλ’ οὐ διὰ τοῦτο προκαμὼν ἀπαγορεύει, γνώμῃ δ’ ἀηττήτῳ πρὸς τὴν ἐνδεχομένην θέαν ἵεται, καθάπερ ἐν ἄθλοις δευτερείων μεταποιούμενος, ἐπειδὴ τῶν πρώτων ἐσφάλη. φαντασίας δ’ ἀληθοῦς δεύτερά ἐστιν εἰκασία καὶ στοχασμὸς καὶ ὅσα εἰς τὴν τῶν εὐλόγων καὶ πιθανῶν ἰδέαν ἀνάγεται.

καθάπερ οὖν οἷός ἐστι τῶν ἀστέρων ἕκαστος κατὰ τὴν οὐσίαν εἱλικρινῶς οὔτ’ εἰδότες οὔτε δυνάμενοι σαφῶς διαγνῶναι ζητεῖν ὅμως προθυμούμεθα, τερπόμενοι τοῖς εἰκόσι λόγοις ἕνεκα τοῦ φύσει φιλομαθοῦς, τὸν αὐτὸν τρόπον,

εἰ καὶ τῆς κατὰ τὸν ὄντως ὄντα θεὸν ἐναργοῦς φαντασίας ἀμοιροῦμεν, ὀφείλομεν μὴ ἀπολείπεσθαι τῆς ζητήσεως αὐτοῦ, διὰ τὸ τὴν σκέψιν καὶ ἄνευ τῆς εὑρέσεως καθ’ αὑτὴν τριπόθητον εἶναι, ἐπεὶ καὶ τοὺς τοῦ σώματος ὀφθαλμοὺς οὐδεὶς αἰτιᾶται, παρόσον ἥλιον αὐτὸν ἰδεῖν ἀδυνατοῦντες τὴν φερομένην ἀπόρροιαν τῶν ἀκτίνων ἐπὶ γῆν ὁρῶσιν, ἡλιακῶν αὐγῶν ἔσχατον