De Specialibus Legibus (lib. i‑iv)

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.

δυοῖν δ’ ὄντων, ἐξ ὧν ἡ ἡμετέρα ψυχὴ συνέστη, λογικοῦ τε καὶ ἀλόγου, τὸ μὲν λογικὸν τῆς ἄρρενος γενεᾶς ἐστιν, ὅπερ νοῦς καὶ λογισμὸς κεκλήρωται, τὸ δ’ ἄλογον τῆς πρὸς γυναικῶν, ὅπερ ἔλαχεν αἴσθησις. νοῦς δὲ αἰσθήσεως, ὡς ἀνὴρ γυναικός, καθ’ ὅλον γένος ἀμείνων, ὃς ἄμωμος ὢν καὶ καθαρθεὶς καθάρσεσι ταῖς ἀρετῆς [*](1 ὡς τρεῖς εἶναι RF: om. ΑΗ (Turn.) ἐπὶ τρισὶ] ἐπιτίθησι Turn. 3 μὲν RF: μὲν οὖν AH (v) 4 ἐπλημμέλησεν ἡ ψυχή RF: ἐπλημμέλησε ψυχή ΑΗ (v) 5 ἑκάστης RF: ἑκάστης ψυχῆς AH; ἑκάστης θυσίας coni. Mang. 6 δέ ἐστιν AH ὁλόκαυτος RAH: ὁλοκαύτωσις F 7 δή] δέ Richt. 8 ἐπικριθέντων RF: ἐπικριθέν AH (Turn.) 9 ἀπονιψάμενος post χεῖρας transp. F ἱερείου] ἱεροῦ Α 11 ἐν om. F 12 μέλη scripsi (cf. p. 50,7 et LXX): μέρη codd. (v) 13 τῶ ἱερῶ RF: τὸ ἱερὸν A, τὸ ἱερεῖον Η (Turn.) πυρὶ F: πυρὶ θεοῦ AH (Turn.), πυρὶ τῶ θεοῦ R 13. 14 τοῦ βωμοῦ FAH: βωμῷ R 14 γεγονὼς FH 16 δέ ἐστι ΑΗ 17 ἄρρεν εὐθέως RF: εὐθέως· ἄρρεν AH (Turn.) 18 καὶ τελειότερον καὶ ἡγεμονικώτερον RF: καὶ τελειότερον om. ΑΗ (Turn.) ; καὶ ἡγ. καὶ τελ. Mang. 20 ὄντων codd.: ὄντοιν Turn. συνέστηκε F 22 πρὸς RF: τῶν ΑΗ (Turn.) 23 ἔλαχεν] ἔλαβεν Α δ’ F 24 ἀρετῆς RF: ἀρεταῖς AH (v)) [*](6 Lev. 1,2—9. i cf. loseph. Ant. lud. III § 226.)

v.5.p.49
τελείας αὐτός ἐστιν ἡ εὐαγεστάτη θυσία καὶ ὅλη δι’ ὅλων εὐάρεστος θεῷ.

τὰς δὲ ἐπιτιθεμένας τῇ τοῦ ζῴου κεφαλῇ χεῖρας δεῖγμα σαφέστατον εἶναι συμβέβηκε πράξεων ἀνυπαιτίων καὶ βίου μηδὲν ἐπιφερομένου τῶν εἰς κατηγορίαν ἀλλὰ τοῖς τῆς φύσεως νόμοις καὶ θεσμοῖς συνᾴδοντος.

βούλεται γὰρ τοῦ θύοντος πρῶτον μὲν τὸν νοῦν ὡσιῶσθαι γνώμαις ἀγαθαῖς καὶ συμφερούσαις ἐνασκούμενον, ἔπειτα δὲ τὸν βίον ἐξ ἀρίστων συνεστάναι πράξεων, ὡς ἅμα τῇ τῶν χειρῶν ἐπιθέσει δύνασθαί τινα παρρησιασάμενον ἐκ καθαροῦ τοῦ συνειδότος τοιαῦτα εἰπεῖν·

αἱ χεῖρες αὗται οὔτε δῶρον ἐπ’ ἀδίκοις ἔλαβον οὔτε τὰς ἐξ ἁρπαγῆς καὶ πλεονεξίας διανομὰς οὔτε αἵματος ἀθῴου προσήψαντο, οὐ πήρωσιν, οὐχ ὕβριν, οὐ τραῦμα, οὐ βίαν ἐξειργάσαντο, οὐκ ἄλλο τὸ παράπαν οὐδὲν τῶν κατηγορίαν καὶ ψόγον ἐχόντων ὑπηρέτησαν, ἀλλ’ ὑποδιάκονοι πάντων ἐγένοντο τῶν καλῶν καὶ συμφερόντων, ἃ παρὰ σοφίᾳ καὶ νόμοις καὶ σοφοῖς καὶ νομίμοις ἀνδράσι τετίμηται.

τὸ δ’ αἷμα κύκλῳ προσχεῖται τῷ βωμῷ, διότι κύκλος σχημάτων τὸ τελειότατον καὶ ὑπὲρ τοῦ μέρος μηδὲν ἔρημον καὶ κενὸν ἀπολειφθῆναι ψυχικῆς σπονδῆς· ψυχῆς γὰρ κυρίως εἰπεῖν ἐστι σπονδὴ τὸ αἷμα. συμβολικῶς οὖν ἀναδιδάσκει τὴν διάνοιαν ὅλην δι’ ὅλων ἐν κύκλῳ χορεύουσαν ἐν πάσαις ἰδέαις λόγων καὶ βουλευμάτων καὶ ἔργων ἐπιδείκνυσθαι τὴν πρὸς τὸν θεὸν ἀρέσκειαν.

ἀποπλύνεσθαι δὲ κοιλίαν καὶ πόδας διείρηται, πάνυ συμβολικῶς· διὰ μὲν γὰρ τῆς κοιλίας αἰνίττεται τὴν ἐπιθυμίαν, ἣν ἐκνίπτεσθαι συμφέρον κηλίδων καὶ μιασμάτων καὶ μέθης καὶ παροινίας μεστήν, κακὸν βλαβερώτατον ἐπὶ λύμῃ τοῦ βίου τῶν ἀνθρώπων συγκροτούμενόν τε καὶ συνασκούμενον·

διὰ δὲ τοῦ τοὺς πόδας ἀπολούεσθαι [*](1 τελείας scripsi: τελείαις codd. (v) 2 δ’ ΑΗ ἐπιτεθειμένας AH (Turn.) 3 συμβέβηκεν R 5 συνᾴδοντα FN 8 τοῦ om. N τοιαῦτ’ F 9 δῶρα FN οὔτε τὰς—διανομὰς (10) om. L (Turn.) 10 οὕτε R: οὔθ’ FAH 11 εἰργάσαντο Η (Turn.) 11, 12 οὐκ ἄλλω τω παρ’ οὐδενὶ ΑΗ (Turn.) 12 καὶ ψόγον R: ἢ ψόγον FAH (v) 13 πάντως ἐγένετο N τῶν καλῶν RFNA: τῶν om. Η (v) καὶ τῶν συμφερόντων N ἃ παρὰ σοφία R: ἆ περὶ σοφίας F(N?), ἅπερ τῆ σοφία AH (v) 14 καὶ σοφοῖς R: σοφοῖς FN, καὶ καλοῖς ΑΗ (v) 15 προχεῖται ΑΗ (Turn.) τὸ addidi τελεώτατον F 16 τοῦ] οὐ ΑΗ μέρος μηδὲν RAH: μηδὲν μέρος F; μέρος οὐδὲν v σπουδῆς Α 17 γὰρ κυρίως RF: δ’ ὡς ΑΗ (Turn.) ἐστιν εἰπεῖν transp. RF 19,20 πρὸς θεὸν F 20 ἀποπλύνεσθαι] ἐκνίπτεσθαι F 21 τὴν ἐπιθυμίαν RF: ὡς τὴν ἐπιθυμίαν ΑΗ (v) ἣν F: om. RAH (v) 22 ἐκνίπτεσθαι RF: ἀπονίπτεσθαι AH (v) καὶ μιασμάτων om. H (Turn,) 23 κακῶν F 24 συνασκούμενον] συναυξόμενον coni, Mang,) [*](2—14 ι N fol, 156r: τὰς— Philonis opera vol, V, 4)

v.5.p.50
τὸ μηκέτι βαίνειν ἐπὶ γῆς, ἀλλ’ αἰθεροβατεῖν· ἡ γὰρ τοῦ φιλοθέου ψυχὴ πρὸς ἀλήθειαν ἀπὸ γῆς ἄνω πρὸς οὐρανὸν πηδᾷ καὶ πτερωθεῖσα μετεωροπολεῖ συντάττεσθαι γλιχομένη καὶ συγχορεύειν ἡλίῳ καὶ σελήνῃ καὶ τῇ τῶν ἄλλων ἀστέρων ἱερωτάτῃ καὶ παναρμονίῳ στρατιᾷ, ταξιαρχοῦντος καὶ ἡγεμονεύοντος τοῦ θεοῦ τοῦ τὴν ἀνανταγώνιστον καὶ ἀναφαίρετον βασιλείαν ἔχοντος, δι’ ἧς ἐνδίκως ἕκαστα πρυτανεύεται.

ἡ δὲ εἰς μέλη τοῦ ζῴου διανομὴ δηλοῖ, ἤτοι ὡς ἓν τὰ πάντα ἢ ὅτι ἐξ ἑνός τε καὶ εἰς ἕν, ὅπερ οἱ μὲν κόρον καὶ χρησμοσύνην ἐκάλεσαν, οἱ δ’ ἐκπύρωσιν καὶ διακόσμησιν, ἐκπύρωσιν μὲν κατὰ τὴν τοῦ θερμοῦ δυναστείαν τῶν ἄλλων ἐπικρατήσαντος, διακόσμησιν δὲ κατὰ τὴν τῶν τεττάρων στοιχείων ἰσονομίαν, ἣν ἀντιδιδόασιν ἀλλήλοις.

ἐμοὶ δὲ εὐθυβολώτερον σκοπουμένῳ δοκεῖ τοῦτο δηλοῦσθαι· ἡ τιμῶσα ψυχὴ τὸ ὂν δι’ αὐτὸ τὸ ὂν ὀφείλει μὴ ἀλόγως μηδ’ ἀνεπιστημόνως ἀλλὰ σὺν ἐπιστήμῃ καὶ λόγῳ τιμᾶν. ὁ δὲ περὶ αὐτοῦ λόγος τομὴν ἐπιδέχεται καὶ διαίρεσιν καθ’ ἑκάστην τῶν θείων δυνάμεων καὶ ἀρετῶν· ὁ γὰρ θεὸς ἀγαθός τέ ἐστι καὶ ποιητὴς καὶ γεννητὴς τῶν ὅλων καὶ προνοητικὸς ὧν ἐγέννησε, σωτήρ τε καὶ εὐεργέτης, μακαριότητος καὶ πάσης εὐδαιμονίας ἀνάπλεως· ὧν ἕκαστον καὶ καθ’ αὑτὸ ἰδίᾳ σεμνὸν καὶ ἐπαινετὸν καὶ μετὰ τῶν ὁμογενῶν ἐξεταζόμενον.

ἔχει δὲ καὶ τὰ ἄλλα ταύτῃ. ὅταν βουληθῇς, ὦ διάνοια, εὐχαριστῆσαι περὶ γενέσεως κόσμου θεῷ, καὶ περὶ τοῦ ὅλου ποιοῦ τὴν εὐχαριστίαν καὶ περὶ τῶν ὁλοσχερεστάτων αὐτοῦ μερῶν ὡς ἂν ζῴου τελειοτάτου μελῶν, οἷον οὐρανοῦ λέγω καὶ ἡλίου καὶ σελήνης, πλανήτων καὶ ἀπλανῶν ἀστέρων, [*](3 μετεωροπολεῖ R (sic scripseram): μετεωροπορεῖ FAH (v) 6 δ’ F 7 ἤτοι ὡς RF: ἤτοι εἰς AH: ἡ ὅτι εἰς Τurn. ἓν τὰ πάντα] εἰσ’ ἀπάντα R 8 εἰς ἕν RF: εἰς ἕνα AH (Turn.) 9 ἐκπύρωσιν μὲν—διακόσμησιν δὲ (10) om. AH (Turn.) θερμοῦ R: θεοῦ F; πυρὸς coni. Bernays 11 ἰσονομίαν] οἰκονομίαν H (Turn.) δ’ F 12 ψυχὴ RF: om. AH (Turn.) 13 ἀλλὰ codd.: ἀλλὰ καὶ v 15 post διαίρεσιν add. καὶ ΑΗ (Turn.) 16 γεννητὴς F: γενέτης RAH (v) 17 ἐγέννησεν R μακαριότητος RF: καὶ μακαριώτατος ΑΗ (v) 18 καθ’ αὑτὸν R, καθ’ ἑαυτό F διασεμνον (sic) R 19 post ἐπαινετὸν add. R: ἐν ἄλλω π(ᾶσι?) τοῖς δεδημιουργημένοις θεωρούμενον 19.20 τἄλλα F τὰ ἄλλα βουλήσεις ολοκληρω ...... ταύτῃ R 20 ὦ διάνοια RF: σῆ διανοία AH (v) 20.21 περὶ γενέσεως κόσμου θεῶ RF: θεῶ post εὐχαριστῆσαι (20) transp. AH 21 κὰγ ποιοῦ om. Richt. ὅλου ποιοῦ] ὅλων ποιητοῦ R 22 ὁλοσχερεστάτων RF: ὁλοσχερεστέρων AH; ὁλοσχερῶν v μελῶν] μερῶν Turn. 23 καὶ πλανήτων AH) [*](7 sqq. cf. Heracliti frg. 1.24 Byw. (50. 65 Diels). Bernays Heraklit. Briefe p. 125.)

v.5.p.51
εἶτα γῆς καὶ τῶν ἐν αὐτῇ ζῴων καὶ φυτῶν, εἶτα πελαγῶν καὶ ποταμῶν αὐθιγενῶν τε καὶ χειμάρρων καὶ τῶν ἐν αὐτοῖς, ἔπειτα ἀέρος καὶ τῶν κατ’ αὐτὸν μεταβολῶν· χειμὼν γὰρ καὶ θέρος, ἔαρ τε καὶ μετόπωρον, αἱ ἐτήσιοι καὶ βιωφελέσταται ὧραι, παθήματα ἀέρος γεγόνασιν ἐπὶ σωτηρίᾳ τῶν μετὰ σελήνην τρεπομένου.

κἂν ἄρα ποτὲ περὶ ἀνθρώπων εὐχαριστῇς, μὴ μόνον περὶ τοῦ γένους ἀλλὰ καὶ περὶ τῶν εἰδῶν καὶ ἀναγκαιοτάτων μερῶν εὐχαρίστει, ἀνδρῶν, γυναικῶν, Ἑλλήνων, βαρβάρων, τῶν ἐν ἠπείροις, τῶν τὰς νήσους εἰληχότων· κἂν περὶ ἑνὸς ἀνδρός, τέμε τῷ λόγῳ τὴν εὐχαριστίαν, μὴ εἰς τὰ λεπτότατα μέχρι τῶν ἐσχάτων, ἀλλὰ εἰς τὰ συνεκτικώτατα, σῶμα καὶ ψυχὴν τὸ πρῶτον, ἐξ ὧν συνέστηκεν, εἶτα εἰς λόγον καὶ νοῦν καὶ αἴσθησιν· οὐ γὰρ ἂν γένοιτο ἀναξία θεοῦ ἀκοῆς καὶ ἡ ὑπὲρ ἑκάστου τούτων εὐχαριστία καθ’ αὑτήν.

Ἀπόχρη τοσαῦτα περὶ τῆς ὁλοκαύτου θυσίας λελέχθαι. τὴν δὲ τοῦ σωτηρίου λεγομένην ἑξῆς ἐπισκεπτέον. ἐπὶ ταύτης ἀδιαφορεῖ, ἐάν τε ἄρρεν ᾖ τὸ ἱερεῖον ἐάν τε καὶ θῆλυ. σφαγέντος δὲ τρία ταῦτα ὑπεξαιρεῖται τῷ βωμῷ, τὸ στέαρ καὶ λοβὸς ἥπατος καὶ νεφροὶ δύο· τὰ δ’ ἄλλα τῷ καταθύσαντι εὐωχία.

διὰ τί δὲ τὰ μέρη ταῦτα τῶν ἐντοσθιδίων καθιεροῦται, μετὰ ἀκριβείας ἐπισκεπτέον ἐκεῖνο μὴ παρελθόντας· διαλογιζόμενος ἐν ἐμαυτῷ πολλάκις ταῦτα καὶ διερευνώμενος ἐπηπόρησα, τί δήποτε λοβὸν μὲν ἥπατος καὶ νεφροὺς καὶ στέαρ ἀπαρχὰς τῶν καταθυομένων ζῴων ὑπεξείλετο ὁ νόμος, οὔτε δὲ καρδίαν οὔτε ἐγκέφαλον, τοῦ ἡγεμονικοῦ τῷ ἑτέρῳ τούτων ἐνδιαιτωμένου.

τὸ δ’ αὐτὸ νομίζω καὶ ἄλλους οὐκ ὀλίγους τῶν διανοίᾳ μᾶλλον ἢ ὀφθαλμοῖς ταῖς ἱεραῖς [*](1 ἐν αὐτὴ RF: ἀπ’ αὐτῆς AH (v) ; ἐπ’ αὐτῆς coni. Mang. εἶτα καὶ ΑΗ (Turn.) 2 τε om. F ἔπειτ’ F 3 μεταβολῶν RF: μελῶν AH (Turn.) 3.4 μεθόπωρον F 4 παθήματ’ F 5 τρεπομένου F (Mang.): τρεπομένων RAH 0 γένους μόνου K καὶ περὶ KF: περὶ om. AH (v) 7 εἰδῶν RF: ὁδῶν ΑΗ (Turn.) μερῶν] ἐν μέρει coni. Mang. εὐχαριστήσει L, εὐχαριστήσεις Turn. 10 ἀλλ’ F ψυχὴ Η 11 εἶτ’ E νοῦν καὶ λόγον transp. F 12 ἡ R: om. FAH (v) εὐχαριστεία F 13 καθ’ ἑαυτήν F 14 ὁλοκαύτου θυσίας RF: θυσίας τῆς ὁλοκαύτου ΑΗ (v) λελέχθαι] λέγεσθαι F 15 ἐπὶ ταύτης RF: ἐπὶ ταύτης γὰρ AH (v) ἀδιαφορεῖ F 16 ταῦτα om F 17 τό τε στέαρ F λωβὸς H 18.19 ἐντοσθιδίων RF: ἐντοσθίων AH (v) 19 καθιεροῦνται codd. μὴ παρέλθης F 20 ἐν ἑαυτῶ Η (Turn.) ταῦτα RF: τοιαῦτα ΑΗ (Turn.) ταῦτα καὶ scripsi: καὶ ταῦτα τοιαῦτα) codd. (v) 21 καὶ δύο νεφροὺς F 23 ἑταίρω F1) [*](15 Lev. cap. 3. cf. loseph. Ant. Iud. 111 § 228. 229.)

v.5.p.52
γραφαῖς ἐντυγχανόντων ἐπιζητήσειν· ἐὰν μὲν οὖν ἐπισκεψάμενοι πιθανωτέραν αἰτίαν εὕρωσιν, ἑαυτούς τε καὶ ἡμᾶς ὠφελήσουσιν· εἰ δὲ μή, τὴν ἐπινοηθεῖσαν ὑφ’ ἡμῶν ἐπικρινάτωσαν, εἰ δόκιμος. ἔστι δὲ ἥδε· τὸ ἡγεμονικὸν μόνον τῶν ἐν ἡμῖν ἀφροσύνην καὶ ἀδικίαν καὶ δειλίαν καὶ τὰς ἄλλας κακίας δέχεταί τε καὶ χωρεῖ· τούτου δὲ οἶκος τὸ ἕτερον τῶν λεχθέντων ἐστίν, ἐγκέφαλος ἢ καρδία.

ἐδικαίωσεν οὖν ὁ ἱερὸς λόγος τῷ τοῦ θεοῦ βωμῷ, δι’ οὗ πάντων ἁμαρτημάτων καὶ παρανομημάτων ἀπολύσεις γίνονται καὶ παντελεῖς ἀφέσεις, μὴ προσφέρειν ἀγγεῖον, ἐν ᾧ ποτε φωλεύσας ὁ νοῦς ἐπὶ τὴν ἀδικίας καὶ ἀσεβείας ἀνοδίαν ἐχώρησεν ἐκτραπόμενος τὴν ἐπ’ ἀρετὴν καὶ καλοκἀγαθίαν ἄγουσαν ὁδόν· εὔηθες γὰρ τὰς θυσίας ὑπόμνησιν ἁμαρτημάτων ἀλλὰ μὴ λήθην αὐτῶν κατασκευάζειν. τοῦτ’ αἴτιον εἶναί μοι δοκεῖ τοῦ μηδέτερον τῶν ἡγεμονίαν ἐχόντων, ἐγκέφαλον ἢ καρδίαν, προσφέρεσθαι.

ἃ δὲ διείρηται, λόγον ἔχει προσήκοντα· τὸ μὲν στέαρ, ὅτι καὶ πιότατον καὶ τῶν σπλάγχνων φυλακτήριον—ἐπαμπίσχει γὰρ αὐτὰ καὶ πιαίνει καὶ τῇ μαλακότητι τῆς ἐπαφῆς ὠφελεῖ —, οἱ δὲ νεφροὶ διὰ τοὺς παραστάτας καὶ τὰ γεννητικά, οἷς παροικοῦντες ἀγαθῶν τρόπον γειτόνων βοηθοῦσι καὶ συμπράττουσιν, ὅπως ὁ τῆς φύσεως σπόρος εὐοδῇ, μηδενὸς τῶν πλησίον ἐμποδίζοντος—αὐτοὶ μὲν γὰρ αἱμοειδεῖς εἰσι δεξαμεναί, οἷς ἡ τῶν περιττωμάτων ὑγρὰ κάθαρσις ἀποκρίνεται, οἱ δὲ παραστάται πλησίον, δι’ ὧν ἄρδεται ὁ σπόρος —, λοβὸς δ’ ἥπατος τοῦ κυριωτάτου τῶν σπλάγχνων ἐστὶν ἀπαρχή, δι’ οὗ τὴν τροφὴν ἐξαιματοῦσθαι συμβέβηκε καὶ ἐποχετευομένην τῇ καρδίᾳ φέρεσθαι διὰ φλεβῶν εἰς τὴν τοῦ ὅλου σώματος διαμονήν.

στόμαχος μὲν γὰρ παρακείμενος τῇ καταπόσει τὴν [*](1 γραφαῖς ἐντυγχανόντων RF: ἐντυγχανόντων γραφαῖς AH (v) 2 ἀνεύρωσιν N ἑαυτούς] αὐτοὺς FN 4 τὸ ἡγεμονεῦον ΑΗ (Turn.) μόνον om. ΑΗ (Turn.) ἐν] ἐφ’ ΑΗ (Turn.) 5 δέχεται Mang.: δύναται codd. δ’ FN 7. 8 παρανομημάτων] ἀνομημάτων FN 9 ἐν ᾧ ποτε φωλεύσας] ἐν ὁποτέρῳ νεύσας (sic) Turn. φωλεύων N, φωλεύει F ἀδικίας καὶ ἀσεβείας ἀνοδίαν FN: ἀδικίας καὶ ἀσεβείας ἄνοιαν R, ἀδικίαν καὶ ἄνοιαν ΑΗ (Turn.) 10. 11 τὴν . . . ἄγουσαν ἀνάγουσαν N) ὁδόν RFN: τῆς . . . ἀγούσης ὁδοῦ ΑΗ (Turn.) 11 ὑπόμνησιν ἁμαρτημάτων ἀλλὰ μὴ λήθην RFN: μὴ λήθην ἁμαρτημάτων ἀλλ’ ὑπόμνησιν AH (v) 12 μηδ’ ἕτερον FN 13. 14 διείρηται F, διήρηται N: διαιρεῖται RAH (Turn.) 15 ἑπαμφίσκει F, ἐπαμπίσκει N 19 αἱμοειδεῖς] ἰσθμοειδεῖς FN 21 ἄρδεται Om. F 23 ἐποχετευομένην FN: ἐποχετευομένη R, ἐποχετευμένην H, ἐπωχετευμένην Α (Turn.) 24 διανομήν FN (prob. Mang.) γὰρ om. F α α περικείμενος Α) [*](1—53,21 ι N fol. 155v: ἐὰν μὲν οὖν—τά)

v.5.p.53
ὑπὸ τῶν ὀδόντων τμηθεῖσαν πρότερον καὶ λεανθεῖσαν αὖθις τροφὴν ὑποδέχεται καὶ προκατεργάζεται κοιλίᾳ· κοιλία δὲ παρὰ στομάχου λαμβάνουσα τὴν δευτέραν ὑπηρεσίαν ἐπιτελεῖ, πρὸς ἣν ὑπὸ φύσεως ἐτάχθη, χύλωσιν ἀπεργαζομένη τῆς τροφῆς· αὐλοὶ δὲ δύο τῆς κοιλίας σωληνοειδεῖς ἐκπεφύκασιν εἰς ἧπαρ ἐπαντλοῦντες ταῖς διαπεφυκυίαις ἐν αὐτῷ δεξαμεναῖς.

ἔχει δὲ διττὴν δύναμιν ἧπαρ, διακριτικήν τε καὶ τὴν πρὸς ἐξαιμάτωσιν· ἡ μὲν οὖν διακριτικὴ πᾶν ὅσον ἀτέραμνον καὶ δυσκατέργαστον εἰς τὸ παρακείμενον χολῆς ἀγγεῖον ἀποκρίνει, ἡ δ’ ἑτέρα τὸ καθαρὸν καὶ διηθημένον τῷ περὶ αὐτὴν φλογμῷ τρέπει μὲν εἰς αἷμα ζωτικώτατον, ἀναθλίβει δ’ εἰς καρδίαν, ἀφ’ ἧς ὡς ἐλέχθη ταῖς φλεψὶν ἐποχετευόμενον διὰ παντὸς εἱλεῖται τοῦ σώματος γινόμενον αὐτῷ τροφή.

πρόσεστι δὲ κἀκεῖνο τοῖς εἰρημένοις· τὴν τοῦ ἥπατος φύσιν μετέωρον καὶ λειοτάτην οὖσαν [καὶ] διὰ λειότητα φανοτάτου κατόπτρου λόγον ἔχειν συμβέβηκεν, ἵν’ ἐπειδὰν τῶν ἡμερινῶν φροντίδων ἀναχωρήσας ὁ νοῦς, ὕπνῳ μὲν παρειμένου τοῦ σώματος, μηδεμιᾶς δὲ τῶν αἰσθήσεων ἱσταμένης ἐμποδών, ἀνακυκλεῖν αὑτὸν ἄρξηται καὶ τὰ νοήματα καθαρῶς ἐφ’ αὑτοῦ σκοπεῖν, οἷα εἰς κάτοπτρον ἀποβλέπων τὸ ἧπαρ ἕκαστα εἱλικρινῶς καταθεᾶται τῶν νοητῶν καὶ περιβλεπόμενος ἐν κύκλῳ τὰ εἴδωλα, μή τι πρόσεστιν αἶσχος, [ἵνα] τὸ μὲν φύγῃ, τὸ δ’ ἐναντίον ἕληται, καὶ πάσαις ταῖς φαντασίαις εὐαρεστήσας προφητεύῃ διὰ τῶν ὀνείρων τὰ μέλλοντα.

Δυσὶ δὲ μόναις ἡμέραις ἐπιτρέπει τὴν χρῆσιν τῆς τοῦ σωτηρίου θυσίας ποιεῖσθαι μηδὲν εἰς τὴν τρίτην ἀπολείποντας, πολλῶν χάριν· ἑνὸς μὲν ὅτι τὰ τῆς ἱερᾶς τραπέζης πάντα καιρίως δεῖ [*](2 κοιλία· κοιλία RFN: pr. κοιλία om. ΑΗ (Turn.) 2.3 λαβοῦσα FN 3 ἐπιτελεῖ RFN: ἀποτελεῖ ΑΗ (v) 4 χύμωσιν FN ἀπεργαζομένης N δὲ om. FN 5 ἐμπεφύκασιν Η ἧπαρ—ἦπαρ (6) om. AH (Turn.) 6. 7 τὴν πρὸς ἐξαιμάτωσιν scripsi: πρός τὴν ἐξαιμάτωσιν RAH (Turn.), προσεξαιμάτωσιν FN (Mang.) 8 pr. τό οm. FN περικείμενον AH (Turn.) χολῆς RFN: κωλῆς AH ἐπικρίνει Turn. 11 αὐτῷ] αὐτὴ AH 12 πρόσεστι RFN: προσθετέον ΑΗ (v) ante τὴν add. ὅτι v, om. codd. post μετέωρον add. τε Mang. (non F) 13 λειοτάτην] τελειοτάτην FN οὖσαν RFN: om. ΑΗ (Turn.) καὶ seclusi φανοτάτην FN 16 ἐκποδὼν F, ἐκποδὼν N ἀνακυκλεῖν] ἀνακινεῖν coni. Mang. αὐτὸν FNH 17 αὐτοῦ F, ἑαυτοῦ ΑΗ οὑ δ’ R 19 μή τι] μήτε F ἴνα seclusi 20 καὶ om. FN εὐαρεστήσας] ἀριστεύσας vel κρατιστεύσας coni. Mang. προφητεύῃ scripsi: προφητεύει codd. (v) ὀνειράτων N 23 ἀπολιπόντας F) [*](13 cf. Plat. Tim. p. 71b. 22 Lev. 19,5.6. 6. cf. loseph. Ant. i lud. lll §)

v.5.p.54
προσφέρεσθαι σπουδὴν ποιουμένους, ὡς μὴ μεταβάλῃ μήκει χρόνου· κρεῶν δὲ ἑώλων εὔσηπτος ἡ φύσις, κἂν ἡδύσμασι παραρτυθῇ.