De Specialibus Legibus (lib. i‑iv)

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.

στοχασάμενος, ὡς ἔφην, μάλιστα τοῦ πᾶσι δυνατοῦ. μετὰ δὲ ταῦτα καὶ ἄλλον πόρον οὐ βραχὺν ἐπινέμει τοῖς ἱερεῦσιν, ἕκαστον τῶν προσόδων ἀπάρχεσθαι κελεύσας, ἀπό τε σίτου καὶ οἴνου καὶ ἐλαίου καὶ ἔτι θρεμμάτων ἐπιγονῆς κατά τε ποίμνας καὶ βουκόλια καὶ αἰπόλια καὶ τὰς ἄλλας ἀγέλας. ὅση δὲ καὶ τούτων ἐστὶν ἀφθονία, τεκμήραιτ’ ἄν τις ἐκ τῆς περὶ τὸ ἔθνος πολυανθρωπίας.

ἐξ ὧν ἁπάντων δῆλόν ἐστιν, ὅτι βασιλέων σεμνότητα καὶ τιμὴν περιάπτει [*](1 λόγοις—εἴδεσιν] τοῖς προγόνων ἀοράτοις εἴδεσιν coni. Mang. ἀοράτοις εἴδεσιν RL2: ἀρρήτοις εἴδεσιν AH, ἀοράτοις (om. εἴδεσιν) F Arm. 2 ἐγγόνους R τ’ F ἐννοίας Αrm 4 εὐγονίας καὶ εὐτεκνίας transp. F 5 σφόδρ’ F 6 εἶναι post ἀμέμπτους (5) transp. ΑΗ (Turn.) βλαστήσας F: βλαστήσει R, βλαστὸς ἢ AH, βλαστὸς ἢ καὶ Arm 7 καὶ ante ἄνδρας om. Arm 8. 9 ἔργω καὶ λόγω transp. H (v) 9 ἀληθεῖ ΑΗ παγίως scripsi: παγίῳ codd. (v) 9. 10 τῆς . . . καθιερώσεως RAH: τὴν . . . καθιέρωσιν F (Turn.): τὴν καθιέρωσιν οὐ δέχεται ι conicio, τῆς . . . καθιερώσεως coni. Wendl. 10 ante ὑπὲρ ὡς Η 11 τιμᾶται] ἀλλὰ τιμᾶσθαι Arm; ι τιμᾶται conicio 13 ἀεξίαν Η, ἀξίαν Α κάλλος codd. Αrm: θαλλὸς v 16 εἴωθε] πέφυκε Arm καὶ om. F νομοθετῆσαι F Arm: om. RAH 18 ἐπινέμει] ἐπινοεῖ AH ἕκαστος F, ἑκατοστὸν Arm 19 καὶ οἴνου R Arm: καὶ om. FAH (Turn.) 20 ἐπὶ γονῆς F 22 τεκμήραιτ’ R: τεκμήραιτο FAH περὶ RF: παρὰ ΑΗ (Turn.) 23 δῆλόν ἐστιν RF: ἐστὶ δῆλον AH (v) βασιλέων RAH: βασιλέως εἰς F (Turn.)) [*](3 Exod. 13,2. 22,29 11 Rxod. 34,20. Num. 18,15. 16 19 Num. 1812.)

v.5.p.35
τοῖς ἱερεῦσιν ὁ νόμος· ὡς γοῦν ἡγεμόσι φόρους ἀπὸ παντὸς μέρους κτήσεως δίδοσθαι κελεύει, καὶ δίδονται τὸν ἐναντίον τρόπον ἢ ὃν αἱ πόλεις τοῖς δυνάσταις εἰσφέρουσιν·

αἱ μὲν γὰρ ἐξ ἀνάγκης καὶ μόλις, ἐπιστένουσαι, τοὺς ἐκλογεῖς τῶν χρημάτων ὡς κοινοὺς λυμεῶνας ὑποβλεπόμεναι καὶ προφάσεις ἄλλοτε ἀλλοίας σκηπτόμεναι καὶ τῶν προθεσμιῶν ἀλογοῦσαι τὰ ὁρισθέντα τέλη καὶ δασμοὺς κατατιθέασιν·

οἱ δ’ ἀπὸ τοῦ ἔθνους [τὰ ἱερατικὰ] γεγηθότες, χαίροντες, τοὺς αἰτοῦντας φθάνοντες, τὰς προθεσμίας ἐπιτέμνοντες, λαμβάνειν ἀλλ’ οὐ διδόναι νομίζοντες, μετ’ εὐφημίας καὶ εὐχαριστίας καθ’ ἑκάστην τῶν ἐτησίων ὡρῶν ποιοῦνται τὰς εἰσφοράς, ἄνδρες ὁμοῦ καὶ γυναῖκες, αὐτοκελεύστῳ προθυμίᾳ καὶ ἑτοιμότητι καὶ σπουδῇ παντὸς λόγου κρείττονι.

Καὶ ταῦτα μὲν ἀπὸ τῆς ἑκάστου κτήσεως ἐπινέμεται· ἄλλαι δέ εἰσιν ἐξαίρετοι πρόσοδοι πρεπωδέσταται ἱερεῦσιν αἱ ἀπὸ τῶν ἀναγομένων θυσιῶν. παντὸς γὰρ ἱερείου προστέτακται δύο τοῖς ἱερεῦσιν ἀπὸ δυεῖν δίδοσθαι μελῶν, βραχίονα μὲν ἀπὸ χειρὸς δεξιᾶς, ἀπὸ δὲ τοῦ στήθους ὅσον πῖον, τὸ μὲν ἰσχύος καὶ ἀνδρείας καὶ πάσης νομίμου πράξεως ἔν τε τῷ διδόναι καὶ λαμβάνειν καὶ ἐνεργεῖν σύμβολον, τὸ δὲ τῆς περὶ τὸν θυμὸν ἵλεω πραότητος.

ἐνοικεῖν γὰρ αὐτὸν λόγος ἔχει τοῖς στήθεσιν, ἐπειδὴ χωρίον οἰκειότατον ἡ φύσις ἀπένειμε τὰ στέρνα θυμῷ πρὸς ἐνδιαίτησιν, ᾧ καθάπερ στρατιώτῃ περιέβαλεν εἰς τὸ δυσάλωτον ἕρκος ὀχυρώτατον, τὸν ἐπικαλούμενον θώρακα, ὃν ἐκ πολλῶν καὶ συνεχῶν καὶ κραταιοτάτων ὀστέων ἀπειργάσατο σφίγξας αὐτὸν εὖ μάλα νεύροις ἀρραγέσιν.

ἀπὸ δὲ τῶν ἔξω τοῦ βωμοῦ θυομένων ἕνεκα κρεωφαγίας τρία προστέτακται τῷ ἱερεῖ δίδοσθαι, βραχίονα καὶ σιαγόνας καὶ τὸ ἔνυστρον καλούμενον, τὸν μὲν βραχίονα διὰ τὴν ὀλίγῳ πρότερον εἰρημένην αἰτίαν, τὰς δὲ σιαγόνας τοῦ τε κυριωτάτου τῶν [*](1 γοῦν om, Arm 2 ἢ F: εἰς R, om. AH 4 λυμεῶνας ΑΗ: ἐχθροὺς RF Arm 5 ἀλλοίας] ἄλλας coni. Mang. σκεπτόμεναι AH 7 τὰ ἱερατικὰ seclusi 9 καθ’ ἑκάστην om. Η ὡρῶν] ὁρῶν F ποιοῦντες (sic) Mang. 11 ἑτοιμότητι] ὁσιότητι H σπουδῇ om. R 12 ἀπονέμεται AH 13 δ’ F πρεπωδέστατοι Η 13. 14 ἐναγομένων AH 15 δυεῖν RF: δυοῖν ΑΗ 16 ἀνδρίας ΑΗ 20 στρατιώτης AH 21 ὀχυρώτατον RF: ἐχυρώτατα AH 24 κρεηφαγίας R τρία ταῦτα Arm 24.25 σιαφόνας σιαγόνα RAH 25 ἔνυστρον καλούμενον RF: καλούμενον ἤνυστρον (ἔνυστρον A) ΑΗ (v) post ἔνυστρον add. F: ἔνυστρον τὸ ἔντερον λέγει) [*](14 Lev. 7,21—24. ι 10,14. 15. Num. 18,18 23 Deut. 18,3. cf. loseph. Ant. IV § 74 εἶναι δὲ καὶ τοῖς κατ’ οἶκον θύουσιν εὐωχίας ἕνεκα τῆς αὑτῶν, ἀλλά μὴ θρησκείας, ἀνάγκην κομίζειν τοῖς ἱερεῦσιν ἔνυστρόν τε καὶ χελύνιον καὶ τὸν δεξιὸν βραχίονα τοῦ θύματος.)

v.5.p.36
μελῶν, κεφαλῆς, καὶ λόγου τοῦ κατὰ προφορὰν ἀπαρχήν, οὗ τὸ νᾶμα ῥεῖν ἔξω δίχα τῆς τούτων κινήσεως οὐκ ἂν δύναιτο· σειομένων γὰρ—ἀφ’ οὗ καὶ προσωνομάσθησαν ἐτύμως—ὅταν πληχθῶσιν ὑπὸ γλώττης, ἅπασα ἡ τῆς φωνῆς ὀργανοποιΐα συνηχεῖ.

τὸ δὲ ἔνυστρον ἔκφυσις κοιλίας ἐστί· κοιλίαν δὲ φάτνην ἀλόγου θρέμματος, ἐπιθυμίας, εἶναι συμβέβηκεν, ἥτις ὑπ’ οἰνοφλυγίας καὶ ὀψοφαγίας ἀρδομένη τροφαῖς ἐπαλλήλοις σιτίων ὁμοῦ καὶ ποτῶν ἀεὶ κατακλύζεται καὶ συὸς τρόπον ἐν βορβόρῳ διαιτωμένη χαίρει· παρὸ καὶ τόπος ἀπενεμήθη σφόδρα οἰκειότατος ὁ τῶν περιττωμάτων ἀκολάστῳ καὶ ἀπρεπεστάτῳ θρέμματι.

ἀντίπαλον δὲ ἐπιθυμίας ἐγκράτεια, ἣν ἀσκητέον καὶ διαπονητέον καὶ σπουδαστέον μηχανῇ πάσῃ περιποιεῖσθαι ὡς μέγιστον ἀγαθὸν καὶ τελειότατον ἰδίᾳ τε καὶ κοινῇ συμφέρον.

ἐπιθυμία μὲν οὖν βέβηλος καὶ ἀκάθαρτος καὶ ἀνίερος οὖσα πέρα τῶν ἀρετῆς ὅρων ἐλήλαται καὶ πεφυγάδευται δεόντως· ἐγκράτεια δέ, καθαρὰ καὶ ἀκηλίδωτος ἀρετή, πάντων ὅσα πρὸς βρῶσιν καὶ πόσιν ἀλογοῦσα καὶ ἐπάνω τῶν γαστρὸς ἡδονῶν αὐχοῦσα ἵστασθαι, βωμῶν ἱερῶν ψαυέτω καὶ τὴν πρόσφυσιν ἐπιφερομένη τῆς κοιλίας, ὑπόμνημα τοῦ καταφρονητικῶς ἔχειν ἀπληστίας καὶ λαιμαργίας

καὶ πάντων ὅσα τὰ εἰς τὰς ἐπιθυμίας ἀναφλέγει. ἐφ’ ἅπασι μέντοι καὶ τὰς τῶν ὁλοκαυτωμάτων—ἀμύθητα δὲ ταῦτ’ ἐστί—δορὰς προστάττει τοὺς ὑπηρετοῦντας ταῖς θυσίαις ἱερεῖς λαμβάνειν, οὐ βραχεῖαν ἀλλ’ ἐν τοῖς μάλιστα πολυχρήματον δωρεάν. ἐξ ὧν δῆλόν ἐστιν, ὅτι κλῆρον ἕνα μὴ παρασχὼν τῇ ἱερωμένῃ φυλῇ [*](1 μερῶν ΑΗ ἀπαρχῆς F οὖ RF: καὶ γὰρ AH: καὶ γὰρ τούτου v ’2 τὸ νᾶμα ῥεῖν RF: ἁμαρτάνειν AH Arm 2 ἔξω om. Arm δίχα τῆς τούτων κινήσεως RF: καὶ δίχα τῆς κινήσεως τούτων AH (v) δύναιτό τις ΑΗ σειομένων] σειόμεναι exspectaveris γὰρ om. H (Turn.) 3 προσωνομάσθη AH (Turn.) ἐτύμως F: ἑτοίμως RAH 4 δ’ F ἔνυστρον RFA: ἤνυστρον Η (v) 5 ἐστίν R 6 τροφαῖς] τρυφαῖς αἷς L (Turn.) 7 αἰεὶ AH 8 τόπος ἀπενεμήθη σφόδρα RF: σφόδρα ἀπενεμήθη τόπος ΑΗ ἀπενεμήθη codd.: ἐπενεμήθη V οἰκειότατος] οἰκεῖος coni. Mang. vel σφόδρα delendum 9 εὐπρεπεστάτω F δ’ F 9. 10 ἐπιθυμία ΑΗ 10 σπουδαστέον καὶ διαπονητέον transp. F 10.11 μηχανῆ πάση RF: πάση μηχανῆ ΑΗ (v) 11 τελεώτατον F 13 πέραν R τῶν] τῆς R ἐλήλασται F 14 καθαρὰ] καὶ καθαρὰ AH ἀρετή ΑΗ: ἐν ἀρετὴ RF 16 καὶ secludendum videtur πρόσφυσιν] ἔκφυσιν coni. Mang. 17 καταφρονητικῶς] κατηγορητικῶς AH 18 τὰ εἰς τάς RAH: τὰς εἰς τοῦτ’ F (Mang.), τοιαύτας Arm 19 τὰς ἐπὶ τῶν Arm 20 δορὰς] δωρεὰς Arm 21 βραχείας R 22 ἱερωμένῃ] ἐρωμένη Η) [*](5 φάτνην ἀλόγου θρέμματος: cf. Plat. Tim. p. 70e 19 Lev. 638.)

v.5.p.37
κατὰ ταὐτὰ ταῖς ἄλλαις τοῦ πασῶν ἔδωκε σεμνότερον πόρον καὶ ἁγιώτερον, κατὰ πρόφασιν ἀπαρχῶν τῶν ἐξ ἅπαντος θυσίας εἴδους.

ὑπὲρ δὲ τοῦ μηδένα τῶν διδόντων ὀνειδίζειν τοῖς λαμβάνουσι, κελεύει τὰς ἀπαρχὰς εἰς τὸ ἱερὸν κομίζεσθαι πρότερον, εἶτ’ ἐνθένδε τοὺς ἱερεῖς λαμβάνειν· ἥρμοττε γὰρ θεῷ μὲν τοὺς εὐεργετουμένους ἐν ἅπασι τοῖς κατὰ τὸν βίον χαριστηρίους ἀνάγειν ἀπαρχάς, τὸν δὲ ἅτε μηδενὸς ἐπιδεᾶ τοῖς ἀμφὶ τὸ ἱερὸν ὑπηρέταις καὶ λειτουργοῖς χαρίζεσθαι μετὰ σεμνότητος καὶ τιμῆς τῆς ἁπάσης· τὸ γὰρ μὴ παρ’ ἀνθρώπων ἀλλὰ παρὰ τοῦ πάντων εὐεργέτου δοκεῖν λαμβάνειν ἀδυσώπητον ἔχει δωρεάν.

Τοσούτων οὖν προκειμένων ἄθλων, ἐάν τινες ἀπορῶσι τῶν ἱερέων κοσμίως καὶ ἀνυπαιτίως ζῶντες, τῆς ἡμετέρας παρανομίας ἐφεστᾶσι κατήγοροι, κἂν ἡσυχάζωσιν· εἰ γὰρ ἐπειθαρχοῦμεν τοῖς κελευσθεῖσι καὶ τὰς ἀπαρχὰς ἐποιούμεθα ᾗ προστέτακται, οὐκ ἂν μόνον ἐκεῖνοι τῶν ἀναγκαίων εὐπόρουν, ἀλλὰ καὶ τῶν ἄλλων ὅσα πρὸς ἁβροδιαίτους χορηγίας ἀνεπίμπλαντο.

κἂν ἄρα ποτὲ αὖθις ἡ φυλὴ τῶν ἱερέων ἐν ἅπασι τοῖς κατὰ τὸν βίον ἀφθόνοις ἐξετάζηται, μέγα δεῖγμα γενήσεται τοῦτο κοινῆς ὁσιότητος καὶ τῆς τῶν νομίμων ἐπ’ ἀκριβὲς εἰς ἅπαν φυλακῆς. ἀλλ’ ἥ τινων ὀλιγωρία—ἅπαντας γὰρ οὐκ ἀσφαλὲς αἰτιᾶσθαι—γέγονεν αἰτία πενίας τοῖς ἱερωμένοις, εἰ δὲ δεῖ τἀληθὲς εἰπεῖν, καὶ αὐτοῖς ἐκείνοις.

τὸ γὰρ παρανομεῖν ἐπιζήμιον τοῖς παρανομοῦσι, κἂν πρὸς ὀλίγον δελεάζῃ χρόνον· τὸ δὲ ἕπεσθαι τοῖς τῆς φύσεως νόμοις ὠφελιμώτατον, κἂν παραυτίκα αὐστηρὸν ᾖ καὶ μηδὲν προσηνὲς ἐμφαίνῃ.

Τοσαύτας προσόδων ἀφορμὰς χαρισάμενος τοῖς ἱερεῦσιν οὐδὲ τῶν ἐν τῇ δευτέρᾳ τάξει κατωλιγώρησεν· εἰσὶ δὲ νεωκόροι. τούτων οἱ μὲν ἐπὶ θύραις ἵδρυνται παρ’ αὐταῖς ταῖς εἰσόδοις πυλωροί, οἱ δ’ εἴσω κατὰ τὸ πρόναον ὑπὲρ τοῦ μή τινα ὧν οὐ θέμις ἑκόντα ἢ καὶ ἄκοντα ἐπιβῆναι, οἱ δ’ ἐν κύκλῳ περινοστοῦσιν ἐν μέρει διακληρωσάμενοι νύκτα [*](1 τοῦ RF: τῶν AH (v) πόρον Mang.: τρόπον codd., τόπον Arm 1. 2 ἁγιώτερον RF Arm: ἀπονώτερον AH 2 εἴδους] δούς Arm 3 λαμβάνουσιν R 5 ἥρμοττεν R θεῶ μὲν τοὺς F: θεῶ τοὺς μέν RAH (v) 6 ἀνάγειν F: ἐνάγειν RAH δ’ F 6. 7 ἐπιδεῆ R 8 τῆς ἀπάσης RF: τῆς om. ΑΗ (Turn.) τὸ codd.: τῷ v 9 εὐεργέτου RF: δημιουργοῦ ΑΗ δοκεῖν RF: ἐκεῖνα AH 11 ὑμετέρας Arm 11.12 ἐφεστᾶσι codd.: ἐφεστῶσι v 13 ἐποιούμεθα codd.: ἐπονούμεθα v μόνων corr. ex μόνον A 15 ἀνεπίμπλαντο R: ἐνεπίμπλαντο AH (v), om. F ποτ’ F 16 γενήσεται τοῦτο codd.: τοῦτο γενήσεται V 17 τῆς] τοῖς F 18 ἅπαντας RF: πάντας AH 18.19 γέγονεν αἰτία πενίας RF: γέγονε πενίας αἰτία AH (v) 21 δ’ F 22 μηδὲν RF: μὴ ΑΗ ἐμφαίνῃ] ἦν Η 24 νωκόροι F 25 ταῖς om. F 26 τιν’ F ἢ καὶ RF Arm: καὶ om. AH (Turn.) ἄκοντ’ F)

v.5.p.38
καὶ ἡμέραν, ἡμεροφύλακες καὶ νυκτοφύλακες, ἕτεροι δὲ τὰς στοὰς καὶ τὰ ἐν ὑπαίθρῳ κοροῦντες τὸν φορυτὸν ἐκκομίζουσιν ἐπιμελούμενοι καθαριότητος· οἷς ἅπασι μισθὸς ὡρίσθησαν αἱ δεκάται, κλῆρος γὰρ νεωκόρων οὗτος.

οὐ πρότερον γοῦν εἴασεν ὁ νόμος αὐταῖς χρῆσθαι τοὺς λαβόντας ἢ πάλιν ἄλλας δεκάτας ὡς ἀπὸ κτημάτων ἰδίων ἀπάρξασθαι καὶ δοῦναι τοῖς τῆς ἀμείνονος τάξεως ἱερεῦσι· τηνικαῦτα γὰρ ἐφῆκεν ἀπολαύειν, πρότερον δ’ οὐκ ἐᾷ.

ἀπένειμε δὲ καὶ πόλεις αὐτοῖς ὀκτὼ πρὸς ταῖς τεσσαράκοντα καὶ καθ’ ἑκάστην προάστεια εἰς δισχιλίους πήχεις ἐν κύκλῳ πρὸς νομὰς θρεμμάτων καὶ τὰς ἄλλας ὧν δεῖ πόλεσιν ἀναγκαίας ὑπηρεσίας. ἐκ δὲ τούτων ἀπεκληρώθησαν ἕξ, αἱ μὲν ἐκτὸς αἱ δὲ ἐντὸς Ἰορδάνου τοῦ ποταμοῦ, τρεῖς ἑκατέρωθεν, εἰς καταφυγὴν τοῖς ἀκούσιον φόνον δράσασιν.

ἐπειδὴ γὰρ τὸν ὁπωσοῦν γενόμενον ἀνθρώπῳ τελευτῆς παραίτιον οὐκ ἦν εὐαγὲς εἴσω περιρραντηρίων παρέρχεσθαι χρώμενον πρὸς ἀσφάλειαν καταφυγῇ τῷ ἱερῷ, τὰς εἰρημένας ἀνῆκε πόλεις, ἱερὰ δεύτερα, πολλὴν ἀσυλίαν ἐχούσας ἕνεκα τῆς περὶ τοὺς οἰκήτορας προνομίας τε καὶ τιμῆς, οἳ τοὺς ἱκέτας διασῴζειν ἔμελλον, εἰ βιάζοιτό τις ἐχυρωτέρα δύναμις, οὐ παρασκευαῖς ταῖς εἰς πόλεμον οὔσαις, ἀλλ’ ἀξιώμασι καὶ προνομίαις, ἅπερ ἐκ τῶν νόμων διὰ τὴν σεμνότητα τῆς [*](1.2 καὶ τὰ RF: καὶ τὸ Α, τὰς (om. καὶ) Η 2 κοροῦντες] ὠρῶντες AH ἐπιμελούμενοι RF: ἐπιμελόμενοι ΑΗ (Turn.) 2.3 καθαρειότητος F καθαριότητος seripsi): καθαρότητος RAH (v) 3 ὡρίσθησαν αἱ δεκάται RF: ὡρίσθη δεκάται AH (prob. Mang.) ὁ νεωκόρων F (Mang.) 4 γ’ οὖν F εἴασεν RF: ἐᾶ AH 7 ταῖς] τοῖς H 8 καὶ om. Turn. χιλίους Arm 10 ἒξ F: ἀνὰ ἕξ RAH (v) αἱ μὲν ἐντὸς αἱ δ’ ἐκτὸς F Arm 11 τρεῖς] πρὸς ΑΗ 12 ἐπειδὴ γὰρ] ἐπειδήπερ R ἄνθρωπον H: ἀνθρώπων Turn. 13 εὐαγὲς] εὐγενὲς Α 14 καταφυγῇ om. Arm 15 ἐχούσης Η 16 τιμῆς] φυγῆς ΑΗ ἱκέτας RA: οἰκέτας FH (Turn.) 17 ἐχυρωτέρα R: ὀχυρωτέρα FAH (v) οὔσαις RF: om. ΑΗ (v) 18 προνοι μείαις Α) [*](3 sqq. Num. 18,21. 24. 26—28. i cf. loseph. Ant. lud. IV § 68 πρὸς τούτοις δὲ καὶ τὸν ἐξέταξε τῶν ἐπετείων καρπῶν δεκάτην αὐτοῖς τε τοῖς Λευίταις καὶ ἱερεῦσι τελεῖν. καὶ ἃ μὲν ἡ φυλὴ παρὰ τοῦ πλήθους λαμβάνει ταῦτ’ ἐστίν· ἀναγκαῖον δ’ ἡγησάμην ἁ τοῖς ἱερεῦσιν ἰδία παρὰ πάντων γίνεται δηλῶσαι. (69) τῶν μέν τεσσαράκοντα καὶ ὀκτὼ πόλεων τρισκαίδεκα παραχωρῆσαι τοὺς Λευίτας αὐτοῖς προσέταξε καὶ τῆς δεκάτης, ἧς παρὰ τοδ’ λαοῦ καὶ· ἔτος λαμβάνουσι, δεκάτην αὐτοῖς ἀπομερίζειν. 7 sqq. Num. 35,2—8. 1115. cf. loseph. l. l. § 67 Mωυσῆς ι δ’ ἐπεὶ πολέμου καὶ στρατείας ἡ τῶν Λευιτῶν ἀφ’ εἷτο θεραπεύουσα τὸν θεόν, ἶνα μὴ δι’ ἀπορίαν μηδὲ ζήτησιν τῶν εἰς τὸν βίον ἀναγκαίων ἀμελοῖεν τοῦ ἱεροῦ, κατὰ βούλησιν τοῦ θεοῦ τὴν Χαναναίων κτησαμένους τοὺς Ἑβραίους ἐκέλευε κατανεῖμαι τοῖς Λευίταις ὀκτὼ καὶ τεσσαράκοντα πόλεις ἀγαθὰς καὶ καλὰς τῆς τε πρὸ αὐτῶν γῆς περιγράψαντας εἰς δισχιλίους πήχεις ἀπὸ τῶν τειχῶν αὐτοῖς ἀνεῖναι.)

v.5.p.39
ἱερωσύνης εἶχον.

ὁ δὲ φυγὰς ἐντὸς ὅρων τῆς πόλεως, εἰς ἣν πεφυγάδευται, κατακεκλείσθω διὰ τοὺς ἐφέδρους κολαστάς, οἳ γένει προσήκοντες τῷ τεθνεῶτι πόθῳ τοῦ συγγενοῦς, κἂν μὴ ὑφ’ ἑκόντος ἀναιρεθῇ, κατὰ τοῦ κτείναντος φονῶσι, νικῶντος τοῦ οἰκείου πάθους τὸν ἀκριβῆ τῶν δικαίων λογισμόν. ἔξω δὲ προϊὼν ἐπ’ ὀλέθρῳ ἀνενδοιάστῳ προελευσόμενος ἴστω· λήσεται γὰρ οὐδένα τῶν ἀφ’ αἵματος, ὑφ’ ὧν αὐτίκα λίνοις καὶ πάγαις σαγηνευθεὶς οἰχήσεται.