De Specialibus Legibus (lib. i‑iv)

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.

εἰ γὰρ ἴσον μὲν μέρος ἐν ὁλκάσιν οἴσονται ναῦται κυβερνήταις, ἴσον δὲ ἐν ταῖς μακραῖς τριήρεσι τριηράρχοις καὶ ναυάρχοις ἐρέται καὶ τὸ ἐπιβατικόν, ἐν δὲ στρατοπέδοις ἴσον ἱππεῖς μὲν ἱππάρχοις, ὁπλῖται δὲ ταξιάρχοις, λοχαγοὶ δὲ στρατηγοῖς, ἐν δὲ πόλεσι κρινόμενοι δικασταῖς καὶ βουλευταὶ προβούλοις καὶ συνόλως ἄρχουσιν ἰδιῶται, ταραχαὶ καὶ στάσεις γενήσονται καὶ ἡ διὰ λόγων ἰσότης τὴν δι’ ἔργων ἀνισότητα γεννήσει· τὸ γὰρ τοῖς τὰς ἀξίας ἀνομοίοις ὅμοια ἀπονέμειν ἄνισον, τὸ δ’ ἄνισον πηγὴ κακῶν.

οὗ χάριν καὶ τὰ γέρα τῶν ἱερέων οὐ δοτέον ὥσπερ ἄλλοις οὐδὲ τοῖς παροίκοις ἕνεκα τοῦ γειτνιᾶν ἐφαψομένοις ὧν οὐ θέμις· οὐ γὰρ οἰκίας ἀλλὰ γένους ἐστὶν ἡ τιμή.

ὁμοίως μέντοι μηδὲ μισθωτῷ μηδεὶς παρεχέτω μήτε μισθὸν μήθ’ ὑπηρεσίας ἀμοιβὴν ἱερὸν γέρας· χρήσεται γὰρ ὁ λαβὼν ἔστιν ὅτε [*](1 καὶ om. AH 2 ὀνειρώξει Η 3 δὲ ΑΗ ἐπιγινομένης F ἑσπέρας] ἡμέρας Arm 4 δὲ AH 5 γείτονες τά πολλὰ RF Am: μὴ πάντες γείτονες ΑΗ (v) προῆταί] πρόηταί codd. (v) 6 καταχρησάμενος RF: χρησάμενος AH (v) 7 post γὰρ add. τούτων Arm 9 τοῦ βλαβερωτάτου R: τῆς βλαβερωτάτης FAHD (v) 10 μὲν μέρος scripsi: μὲν F Arm, μέρος RAH (v) δ’ AH 11 τριήρεσι τριηράρχοις scripsi: τριήρεσι AHD (v), τριηράρχοις RF ναυάρχαις AH (v) 12 ἐν δὲ RF: ἔν τε AHD (v) μὲν ἱππεῖς transp. F ἱππάρχοις F: χιλιάρχοις RD, χιλιάρχαις AH 13 ταξιάρχαις ΑΗ (v) κρινόμενοι δικασταῖς RF: δικασταῖς κρινόμενοι AHD (v) 14 βουλευταὶ προβούλοις D: βουλευταῖς πρόβουλοι RF, βουλευταὶ AH προβούλοις—ἰδιῶται om. AH 15 διὰ λόγων scripsi: λόγων F (Turn.), λόγω RAHD (Mang.) 16 τοῖς om. DP 17 καὶ om. Arm τὰ γέρα RA: γέρα Η (Turn.), τὰ γέρα τὰ F (Mang.) 18 ἄλλοις] ἀλλογενέσι coni. Mang. 18. 19 ἐφαψομένοις Turn. (R?): ἐφαψαμένοις FAH 19 γενῶν Arm 20 μισθωτὸν H μηδεὶς RAH: τις F Arm (Mang.) μισθῶν Α 21 μήθ’ RF: μήτε ΑΗ post ὅτε add. ἀνίερος F (v), om. RAH Arm) [*](3.4 Lev. 22,10 7—9 ι DK fol. 179r Φίλωνος ἐκ τῶν περὶ τοῦ ἱεροῦ (sic): οὐ πᾶσι—συγχύσεως. pergit lin. 16 7—17 DP fol. 334r φίλωνος: μεταδοτέον οὐ πᾶσι—πηγὴ κακῶν 16. 17 DK l.l. ἐκ τοῦ αὐτοῦ: τὰ ὅμοια τοῖς ἀναξίοις ἀπονέμειν ἄνισον, τὸ δὲ ἄνισον πηγὴ κακῶν.)

v.5.p.31
πρὸς ἃ μὴ δεῖ, βέβηλα τὰ τῆς εὐγενείας ἆθλα καὶ τῆς περὶ τὸν νεὼν λειτουργίας ἀπεργασάμενος.

δι’ ἣν αἰτίαν οὐδ’ ἀλλογενεῖ συνόλως ὁ νόμος ἐπιτρέπει μεταλαμβάνειν τῶν ἁγίων, κἂν εὐπατρίδης ὢν τυγχάνῃ τῶν αὐτοχθόνων καὶ πρὸς ἀνδρῶν καὶ πρὸς γυναικῶν ἀνεπίληπτος [ὤν], ἵνα αἱ τιμαὶ μὴ νοθεύωνται, μένωσι δ’ ἐν τῇ ἱερατικῇ τάξει βεβαίως φυλαττόμεναι.

καὶ γὰρ ἄτοπον τὰς μὲν θυσίας καὶ ἱερουργίας καὶ ὅσα ἄλλα περὶ τὸν βωμὸν ἁγιστεύεται μὴ πᾶσιν ἀλλὰ τοῖς ἱερεῦσι μόνοις ἐπιτετράφθαι, τὰ δὲ ἀντὶ τούτων ἆθλα κοινὰ γίνεσθαι καὶ τῶν ἐπιτυχόντων, ὡς δέον μὲν πόνοις πολλοῖς καὶ καμάτοις καὶ ταῖς μεθ’ ἡμέραν καὶ νύκτωρ φροντίσιν ἀποτρύχειν τοὺς ἱερέας, τὰ δ’ ἆθλα κοινὰ καὶ τοῖς ἀργοῦσιν ἀποφαίνειν.

οἰκογενεῖ δέ, φησίν, καὶ ἀργυρωνήτῳ μεταδιδότω δεσπότης ἱερεὺς σιτίων καὶ ποτῶν ἐκ τῶν ἀπαρχῶν· πρῶτον μὲν ὅτι θεράποντι πόρος εἷς ὁ δεσπότης, ὁ δὲ τοῦ δεσπότου κλῆρος αἱ ἱεραὶ φιλανθρωπίαι, ἐξ ὧν ἀνάγκη τὸν δοῦλον τρέφεσθαι·

δεύτερον δ’ ὅτι τὰ γενησόμενα πάντως ἀνάγκη δρᾶν ἑκόντας· οἱ δ’ οἰκέται, κἂν μὴ θέλωμεν, ἅτε ἀεὶ συνόντες καὶ συνδιαιτώμενοι, σιτία τε καὶ ποτὰ καὶ ὄψα τοῖς δεσπόταις προευτρεπιζόμενοι καὶ τραπέζαις ἐφεστῶτες καὶ τὰ λείψανα ἐκκομίζοντες, κἂν μὴ φανερῶς λαμβάνωσι, λάθρα γοῦν ὑφαιρήσονται, κλέπτειν ὑπὸ τῆς ἀνάγκης βιασθέντες, ὡς ἀνθ’ ἑνὸς ἐγκλήματος, εἴπερ ἐστὶν ἀδίκημα τὸ ἐκ τῶν δεσποτικῶν τρέφεσθαι, καὶ ἕτερον προσκατασκευάζεσθαι, κλοπήν, ἵνα οἷα φῶρες πρὸ τῶν ἀνυπαιτίως ζώντων ἀπολαύσωσι τῶν καθιερωθέντων, ὅπερ ἐστὶν ἀτοπώτατον·

τρίτον κἀκεῖνο χρὴ λογίζεσθαι, ὅτι τὰ τῶν ἀπαρχῶν οὐ παρόσον ἐπινέμεται τοῖς οἰκέταις ὀλιγωρηθήσεται, διὰ τὸν δεσποτικὸν φόβον· ἱκανὸς γὰρ οὗτος ἐπιστομίζειν τήν τινων εὐχέρειαν ῥᾳθυμεῖν οὐκ ἐφιείς.

[*](2 ἀπεργασάμενος] ποιησάμενος ΑΗ ἀλλογενῆ F1 3 ἐπιτρέπεται AH 4 alt. πρὸς om. FA πρὸς γυναικῶν καὶ πρὸς ἀνδρῶν transp. Ann ὤν secl. Mang. ἵν’ F 5 μείνωσι AH 6 ὅσ’ F 8 ἀντὶ τούτων] ἐπὶ τούτοις AH post ὡς add. οὐ F (Mang.) 8. 9 δέον μέν πόνοις F: δέον πόνοις μὲν ΑΗ, μὲν om. R; μὲν δέον πόνοις Mang. 9 μεθ’] καθ’ AH 12 θεράποντι πόρος] θεράποντος πόθος AH 14 ι τόν δοῦλον coni. 15 δρᾶν ἑκόντας RF Arm: χρὴ δρᾶν ἑκόντας AH; μὴ δρᾶν ἄκοντας v ἐθέλωμεν ΑΗ 19 ὡς] ὡς ἄν F ἐγκλήματος RF Arm: ἀδικήματος AH (Mang.) 20 δεσποτῶν R (ut vid.) ἕτερον F (coni. Mang.): ἑτέραν RAH (v) προσκατασκευάζεσθαι R: προκατασκευάζεσθαι F, προσπαρασκευάζεσθαι AH (v) 20. 21 οἷα φῶρες RAH: φωρὸς F (v) 21 πρὸ τῶν Mang.: πρὸς τῶν AH, τρόπον RF; (φωρὸς) τρόπον πρὸς τῶν v 22 χρὴ κἀκεῖνο transp. F 23 ἀπονέμεται AH 24 οὗτος] ὁ αὐτὸς F)[*](2 Lev. 22,10 11 Lev. 22, 11.)
v.5.p.32

Ταῦθ’ ὑπειπὼν φιλανθρωπίας μεστὸν νόμον ἑξῆς ἀναγράφει. ἐὰν θυγάτηρ, φησίν, ἱερέως γημαμένη μὴ ἱερεῖ χηρεύσῃ, τελευτήσαντος ἀνδρὸς ἢ καὶ ἔτι ζῶντος, ἄπαις καταλειφθεῖσα, πάλιν ἐπὶ τὸν πατρῷον οἶκον ἐπανερχέσθω μεταληψομένη τῶν ἀπαρχῶν, ὧν καὶ ἡνίκα παρθένος ἦν ἐκοινώνει· τρόπον γάρ τινα καὶ νῦν ἐστι δυνάμει παρθένος ἡ καὶ ἀνδρὸς καὶ παίδων ἔρημος, οὐδεμίαν ἑτέραν ἔχουσα καταφυγὴν ὅτι μὴ τὸν πατέρα.

υἱῶν δὲ ὄντων ἢ θυγατέρων, ἀνάγκη τὴν μητέρα τοῖς τέκνοις συντετάχθαι· υἱοὶ γὰρ καὶ θυγατέρες τῆς τοῦ γεννήσαντος οἰκίας ὄντες εἰς ταύτην συνεφέλκονται καὶ τὴν μητέρα.

Τοῖς ἱερεῦσιν οὐκ ἀπένειμε χώρας ἀποτομὴν ὁ νόμος, ἵν’ ὡς ἕτεροι τὰς ἀπὸ τῆς γῆς καρπούμενοι προσόδους τῶν ἀναγκαίων εὐπορῶσιν, ἀλλ’ ὑπερβολῇ χρησάμενος τιμῆς τὸν θεὸν ἔφη κλῆρον αὐτῶν εἶναι (Num. 18,20. Deut. 18,2), κατ’ ἀναφορὰν τὴν ἐπὶ τὰ καθιερούμενα, δυεῖν ἕνεκα, τῆς τε ἀνωτάτω τιμῆς, ἐπεὶ κοινωνοὶ τῶν κατ’ εὐχαριστίαν ἀπονεμομένων γίνονται θεῷ, καὶ τοῦ περὶ μόνα πραγματεύεσθαι δεῖν τὰ περὶ τὰς ἁγιστείας ὥσπερ τινὰς κλήρων ἐπιμελητάς.

ἃ δὲ προτίθησιν ἆθλα καὶ ἀριστεῖα ταῦτ’ ἐστί. πρῶτον μὲν ἄπονον καὶ ἀταλαίπωρον τροφὴν ἑτοίμην· κελεύει γὰρ τοὺς σιτοπονοῦντας ἀπὸ παντὸς στέατός τε καὶ φυράματος ἄρτον ἀφαιρεῖν ἀπαρχὴν εἰς ἱερέων χρῆσιν, προνοούμενος ἅμα καὶ τῆς εἰς εὐσέβειαν ἀγούσης ὁδοῦ νομίμῳ διδασκαλίᾳ τῶν ἀφαιρούντων.

ἐθιζόμενοι γὰρ ἀεὶ καὶ τῆς ἀναγκαίας τροφῆς ἀπάρχεσθαι τὴν θεοῦ μνήμην ἄληστον ἕξουσιν, οὗ μεῖζον ἀγαθὸν οὐκ ἔστιν εὑρεῖν. [*](2 φησίν] μὲν F μὴ om. F Arm 3 ἀνδρὸς RFH: τοῦ ἀνδρὸς Α (v) καταληφθεῖσα H 4 ἐπανερχέσθω RF: ἀνερχέσθω AH (v) καὶ oin. L (Turn.) 5 ἡ RFA: εἰ Η (v) 7 δ’ F 8 γὰρ scripsi: δὲ codd. 9 συνεφέλκονται RF: συνυφέλκονται AH (v) 10 tit. γέρα ἱερέων RF: τίνα γέρα ἱερέων Α, τοῦ αὐτοῦ φίλωνος ἰουδαίου περὶ τοῦ τίνα γέρα ἱερέων H, περὶ ἱερέων Arm 12 τὰς] τά F τῆς om. F 13 τιμῆς om. F 14 κατὰ ΑΗ 15 δυεῖν RF: δυοῖν AH τ’ F 16 δεῖν RA Arm: δ spat. 1—2 i litt. F, δὴ Η (v) 17 τὰς] τῆς AH 18 παντὸς (19) om. AH 19 ἑτοίμην τροφὴν transp. R 20 ἄρτον] ἄρτου Arm, ἄρτιον AH 21 ἅμα om. F διδασκάλω AH 22 καὶ om. F ἄρχεσθαι AH) [*](2 Lev. 22,13 19 Nnm. 15,19—21. i 18,11. cf. Ioseph. Ant. Iud. IV § 71 . . τούς τε πέττοντας τὸν σῖτον καἰ ἀρτοποιουμένους τῶν πεμμάτων αὐτοῖς τινα χορηγεῖν.)

v.5.p.33
πολυανθρωποτάτου δ’ ἔθνους ἀναγκαῖον εἶναι καὶ τὰς ἀπαρχὰς ἀφθόνους, ὡς καὶ τὸν ἀπορώτατον τῶν ἱερέων ἕνεκα περιουσίας τροφῶν εὐπορώτατον δοκεῖν εἶναι.

δεύτερον δὲ προστάττει καὶ ἀπὸ τῆς ἄλλης ἁπάσης κτήσεως ἀπάρχεσθαι, καθ’ ἑκάστην μὲν ληνὸν οἶνον, καθ’ ἑκάστην δ’ ἅλωνα σῖτόν τε καὶ κριθήν, ὁμοίως δ’ ἐξ ἐλαιῶν ἔλαιον καὶ ἀπὸ τῶν ἄλλων ἀκροδρύων ἡμέρους καρπούς, ἵνα μὴ τἀναγκαῖα μόνον ἔχοντες αὐχμηρότερον ἀποζῶσιν, ἀλλὰ καὶ τῶν πρὸς ἁβροδίαιτον βίον εὐποροῦντες ἱλαρώτερον ἐξ ἀφθόνων τρυφῶσι μετὰ κόσμου τοῦ προσήκοντος.

τρίτον ἐστὶ γέρας τὰ πρωτότοκα ἀρρενικὰ πάντα τῶν χερσαίων ὅσα πρὸς ὑπηρεσίαν καὶ χρῆσιν ἀνθρώπων· ταῦτα γὰρ κελεύει διαδίδοσθαι τοῖς ἱερεῦσι, βοῶν μὲν καὶ προβάτων καὶ αἰγῶν αὐτὰ τὰ ἔκγονα, μόσχους καὶ κριοὺς καὶ χιμάρους, ἐπειδὴ καθαρὰ καὶ πρὸς ἐδωδὴν καὶ πρὸς θυσίας ἐστί τε καὶ νενόμισται, λύτρα δὲ τῶν ἄλλων κατατιθέναι, ἵππων καὶ ὄνων καὶ καμήλων καὶ τῶν παραπλησίων, μὴ μειοῦντας τὴν ἀξίαν.

ἔστι δὲ καὶ ταῦτα παμπληθῆ· κτηνοτροφοῦσι γὰρ καὶ ζῳοτροφοῦσιν ἐν τοῖς μάλιστα οἱ ἀπὸ τοῦ ἔθνους αἰπόλια καὶ βουκόλια καὶ ποίμνας καὶ μυρίας ἄλλας ἀγέλας παντοδαπῶν ζῴων ἐκνέμοντες.

ἤδη μέντοι καὶ προσυπερβάλλων ὁ νόμος οὐ μόνον ἀπὸ τῆς κτήσεως καθ’ ἑκάστην ἰδέαν ἀπάρχεσθαι προστάττει, ἀλλὰ καὶ ἀπὸ τῶν οἰκείων ψυχῶν τε καὶ σωμάτων· μέρη γὰρ διαιρετὰ γονέων παῖδές εἰσιν, εἰ δὲ δεῖ τἀληθὲς εἰπεῖν, [*](1 δὲ AH 2 τῶν ἀπορωτάτων H 3 εἶναι δοκεῖν transp. F ἄλλης om. Arm 3.4 κτήσεως πάσης transp. ΑΗ 4 καθ’ ἑκάστην δ’] τὴν δ’ AH (Turn.) b τε] μὲν ΑΗ κριθὰς AH (Turn.) ἐξ ἐλαιῶν ἔλαιον καὶ om. F Arm 6 ἄλλων om. Arm. τὰ ἀναγκαῖα AH 7 τῶν] τὸν Η 8 τρυφῶσιν R 9 πρωτότοκ’ F post ἀρρενικὰ add. καὶ AH (v) 9. 10 ὑπηρεσίαν codd.: ὑπηρεσίας v 10 δίδοσθαι AH ἱερεῦσι] ἱερωμένοις ἀνθρώποις Η (v), ἱερουμένοις ἀνθρώποις Α 12 καὶ πρὸς θυσίας RF: καὶ θυσίαν AH (Turn.) 13 κατατιθέναι τῶν ἄλλων transp. AH (v) 14 μὴ μειοῦντας τὴν ἀξίαν om. Arm 16 μάλισθ’ F 17. 18 προσυποβάλλων Α 18 τῆς om. F 19 προστέταχεν AH (v) τε om. AH (v)) [*](3 Exod. 22,29. 34,26. Num. 18,13. Deut. 18,4. 26,2 sqq. cf. loseph. Ant. lud. IV § 70 ἔτι δὲ ἀπαρχὰς τὸν λαὸν δίκαιον τῷ θεῷ πάντων τῶν ἐκ τῆς γῆς φυομένων καρπῶν ἐπιφέρειν. 9 Exod. 13,2. 12. 22,30. 34,19.20. Lev. 27,26.27. Num. 18,15. 17. Deut. 1.5,19. cf. loseph. l. l. καὶ τῶν τετραπόδων δέ τῶν εἰς τὰς θυσίας νενομισμένων τὸ γεννηθὲν πρῶτον, ἄν ἄρσεν ᾖ, καταθῦσαι παρασχεῖν τοῖς ἱερεῦσιν, ὥστε αὐτοὺς πανοικὶ σιτεῖσθαι ἐν τῇ ἱερᾷ πόλει. (71) τῶν δ’ οὐ νενομισμένων ἐσθίειν παρ’ αὐτοῖς κατὰ τοὺς πατρίους νόμους τοὺς δεσπότας σίκλον καὶ ἥμισυ αὐτοῖς ἀναφέρειν, ἀνθρώπου δὲ πρωτοτόκου πέντε σίκλους.)

v.5.p.34
ἀδιαίρετα, συγγενικῷ αἵματι καὶ λόγοις προγόνων, ἀοράτοις εἴδεσιν, εἰς ἐκγόνους διήκουσι φίλτροις τε ἑνωτικῆς εὐνοίας καὶ φύσεως δεσμοῖς ἀλύτοις ἡρμοσμένοι.

ἀλλ’ ὅμως καὶ τούτων τοὺς πρωτοτόκους ἄρρενας τρόπον ἀπαρχῆς καθιεροῖ, χαριστήρια εὐτεκνίας καὶ εὐγονίας οὔσης τε καὶ ἐλπιζομένης, καὶ ἅμα βουλόμενος οὐ μόνον ἀμέμπτους ἀλλὰ καὶ σφόδρα ἐπαινετοὺς εἶναι τοὺς γάμους, ἐξ ὧν ὁ πρῶτος βλαστήσας καρπὸς καθιεροῦται· ὅπερ χρὴ λογιζομένους καὶ ἄνδρας καὶ γυναῖκας σωφροσύνης καὶ οἰκουρίας καὶ ὁμονοίας περιέχεσθαι καὶ συμπνέοντας ἀλλήλοις ἔν τε λόγῳ καὶ ἔργῳ τὴν λεγομένην κοινωνίαν ἀληθείᾳ παγίως βεβαιοῦσθαι.

τῆς δὲ τῶν πρωτοτόκων | υἱῶν καθιερώσεως, ὑπὲρ τοῦ μήτε γονεῖς τέκνων [*](p. 234 Μ.) μήτε τέκνα γονέων διαζεύγνυσθαι, τιμᾶται τὴν ἀπαρχὴν ἀργυρίῳ ῥητῷ, προστάξας ἴσον εἰσφέρειν καὶ πένητα καὶ πλούσιον, οὐ πρὸς ἀξίωμα τῶν εἰσφερόντων οὐδὲ πρὸς εὐεξίαν καὶ κάλλος τῶν γεννηθέντων ἀπιδών, ἀλλ’ ὅσον δυνατὸν εἰσενεγκεῖν καὶ τῷ λίαν ἀπόρῳ σταθμησάμενος.

ἐπειδὴ γὰρ ἡ παίδων γένεσις ἐν ἴσῳ καὶ τοῖς λαμπροτάτοις καὶ τοῖς ἀφανεστάτοις εἴωθε συμβαίνειν, ἴσην ἐδικαίωσε καὶ τὴν εἰσφορὰν νομοθετῆσαι