De Specialibus Legibus (lib. i‑iv)

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.

[*](II p. 210 M.)

Τὰ μὲν γένη τῶν ἐν εἴδει νόμων, οἱ προσαγορευόμενοι δέκα λόγοι, διὰ τῆς προτέρας ἠκρίβωνται συντάξεως, τὰ δ’ ἐν μέρει διατάγματα κατὰ τὴν τῆς γραφῆς ἀκολουθίαν νῦν ἐπισκεπτέον. ἄρξομαι δ’ ἀπὸ τοῦ γελωμένου παρὰ τοῖς πολλοῖς.

γελᾶται δὲ ἡ τῶν γεννητικῶν περιτομή, πρᾶγμα σπουδαζόμενον οὐ μετρίως καὶ παρ’ ἑτέροις ἔθνεσι καὶ μάλιστα τῷ Αἰγυπτιακῷ, ὃ καὶ πολυανθρωπότατον καὶ ἀρχαιότατον καὶ φιλοσοφώτατον εἶναι δοκεῖ.

παρὸ καὶ προσῆκον ἦν παιδικὴν χλεύην μεθεμένους φρονιμώτερον καὶ σεμνότερον ἀναζητῆσαι τὰς αἰτίας, ὧν χάριν ἐκράτησε τὸ ἔθος, καὶ μὴ προεξαναστάντας καταγινώσκειν μεγάλων ἐθνῶν εὐχέρειαν, λογιζομένους, ὡς εἰκός, τοσαύτας μυριάδας καθ’ ἑκάστην γενεὰν ἀποτέμνεσθαι, μετὰ χαλεπῶν ἀλγηδόνων [*](1. 2 Φίλωνος περὶ τῶν ἐν μέρει δια(ταγμάτων) R : om. ceteri 3 — 7 περὶ τῶν ἀναφερομένων . . . ἔξω ἑνὸς . . . χειρότμητα θεοπλαστεῖν M, τοῦ αὐτοῦ περὶ . . . λόγων . . . θεοπλαστεῖν F, Φίλωνος περὶ περιτομῆς A, Φίλωνος ἰουδαίου περὶ περιτομῆς Η 9 μέρη M 10 δέ ΑΗ 11 δέ RM: δ’ ceteri γεννητικῶν] γεννητῶν Η (Turn.) 13 καὶ ἀρχαιότατον orn. AH (Turn.) 14 φιλοσοφώτατον] πολυσοφώτατον ΑΗ (Turn.) προσῆκον] πρέπον MF 16 ἐκράτησεν ἔθος (om. τὸ) Mang. ἔθνος H 17 λογιζομένας Η ὡς εἰκὸς ΑΗ : ὡς οὐκ εἰκὸς RMF (v) 18 # περιτέμνεσθαι coni. Mang.) [*](11 sqq. cf. Wendland Archiv f. Papyrusforsch. II p. 22 sqq.)

v.5.p.2
ἀκρωτηριαζούσας τά τε ἑαυτῶν καὶ τῶν οἰκειοτάτων σώματα, πολλὰ δ’ εἶναι τὰ προτρέποντα τὴν εἰσήγησιν τῶν παλαιῶν διατηρεῖν καὶ ἐπιτελεῖν, τὰ δ’ ἀνωτάτω τέτταρα·

ἓν μὲν χαλεπῆς νόσου καὶ δυσιάτου, ποσθένης, ἀπαλλαγήν, ἣν ἄνθρακα καλοῦσιν, ἀπὸ τοῦ καίειν ἐντυφόμενον, ὡς οἶμαι, ταύτης τῆς προσηγορίας τυχόντα, ὅπερ εὐκολώτερον τοῖς ἀκροποσθίας ἔχουσιν ἐγγίνεται·

δεύτερον δὲ τὴν δι’ ὅλου τοῦ σώματος καθαριότητα πρὸς τὸ ἁρμόττον τάξει ἱερωμένῃ, παρὸ καὶ ξυρῶνται τὰ σώματα προσυπερβάλλοντες οἱ ἐν Αἰγύπτῳ τῶν ἱερέων·

ὑποσυλλέγεται γὰρ καὶ ὑποστέλλει καὶ θριξὶ καὶ ποσθίαις ἔνια τῶν ὀφειλόντων καθαίρεσθαι· τρίτον δὲ τὴν πρὸς καρδίαν ὁμοιότητα τοῦ περιτμηθέντος μέρους· πρὸς γὰρ γένεσιν ἄμφω παρεσκεύασται, τὸ μὲν ἐγκάρδιον πνεῦμα νοημάτων, τὸ δὲ γόνιμον ὄργανον ζῴων· ἐδικαίωσαν γὰρ οἱ πρῶτοι τῷ ἀφανεῖ καὶ κρείττονι, δι’ οὗ τὰ νοητὰ συνίσταται, τὸ ἐμφανὲς καὶ ὁρατόν, ᾧ τὰ αἰσθητὰ γεννᾶσθαι πέφυκεν, ἐξομοιῶσαι·

τέταρτον δὲ καὶ ἀναγκαιότατον τὴν πρὸς πολυγονίαν παρασκευήν· λέγεται γὰρ ὡς εὐοδεῖ τὸ σπέρμα μήτε σκιδνάμενον μήτε περιρρέον εἰς τοὺς τῆς ποσθίας κόλπους· ὅθεν καὶ τὰ περιτεμνόμενα τῶν ἐθνῶν πολυγονώτατα καὶ πολυανθρωπότατα εἶναι δοκεῖ.

Ταῦτα μὲν οὖν εἰς ἀκοὰς ἦλθε τὰς ἡμετέρας, ἀρχαιολογούμενα παρὰ θεσπεσίοις ἀνδράσιν, οἳ τὰ Μωυσέως οὐ παρέργως διηρεύνησαν. ἐγὼ δὲ πρὸς τοῖς εἰρημένοις καὶ σύμβολον ἡγοῦμαι τὴν περιτομὴν δυοῖν [*](1 τε R: τ’ F, θ’ MAH καὶ τὰ τῶν FA (v) πολλὰ δ’ εἶναι ΑΗ: πολλὰ δ’ εἰσὶ R, 010. MF τὰ] τά τε MF 2 προτρέποντα] πρέποντα M τὴν—παλαιῶν] τῶν παλαιῶν τῆ ἀγωγῆ M εἰσήγησιν RAH: εἰσαγωγὴν FL2 (v) δ’ om. MF 3 χαλεπῆς] τὸ ἐκ τῆς MF ποσθένης RMF: πάθους ΑΗ (v) ποσθένης corriiptuin 4 ἀπαλλαγήν om. RMF ἀπὸ τοῦ καίειν RAH: ἀποχεόμενον καὶ MF 4. 5 ὡς οἶμαι, ταύτης AH: ὡς οἶμαι ταύτης οἰκειοτέρας R, ὡς οἰκειοτέρας MF 5 τυχόντα RMF: τυχόντος ΑΗ ὅπερ RF: ὅπερ καὶ M, ἥτις AH(v) ; ὅστις coni. Mang. εὐκολώτερον om. RMF τοῖς τὰς ἀκροποσθίας F(v) ἀκροποσθιάσεις M 6 ἔχουσι γίνεται F δεύτερον AH δὲ addidi): ἕτερον δὲ MF, om. R τὴν — σώματος] διὰ τὴν δηλουμένην MF καθαριότητα R: καθαρότητα ceteri (v) 7 ἁρμόττειν FL2 (v) τάξει ἱερωμένη MFL2: ἱερωμένη (om. τάξει) R, ἱερωσύνη AH 8 τῶν ἱερέων # coni. Reitzenstein ὑποσυλλέγεται] ὑποστέλλεται H, ὑποσυστέλλεται Α 8. 9 ὑποστέλλει] ὑποσυστέλλει F 10 τὴν om. M alt. πρὸς R: εἰς ceteri (v) 11 τὸ μὲν γὰρ v, γὰρ om. codd. 13 τὰ νοητὰ RMF: καὶ τὰ νοήματα AH (v) ᾦ] ὡς R αἰσθητὰ om. M 14 δὲ om. ΑΗ καὶ] ἴν M καὶ ἀναγκαιότατον — εἰρημένοις καὶ (20) om. F 15 παρασκευήν RM : κατασκευήν Ait (Turn.) εὐοδεῖ RM: εὐοδοῖ A (v), εὐωδοῖ H 16 τῆς ποσθίας] ποσθίους M ante κόλπους add. ὡς ἦλθε ΑΗ (v) καὶ om. M τεμνόμενα H (Turn.) 17 δοκεῖ R: om. ceteri (v) 18 οὖν om. M 19 μωϋσέος M, μώσεως ΑΗ διηρεύνησαν RM: διηρμήνευσαν AH (v)) [*](7 cf. Herod. 237)

v.5.p.3
εἶναι τοῖν ἀναγκαιοτάτοιν·

ἑνὸς μὲν ἡδονῶν ἐκτομῆς, αἳ καταγοητεύουσι διάνοιαν· ἐπειδὴ γὰρ τὰ νικητήρια φέρεται τῶν ἐν ἡδοναῖς φίλτρων ἡ ἀνδρὸς πρὸς γυναῖκα συνουσία, τὸ ὑπηρετοῦν ταῖς τοιαύταις ὁμιλίαις ὄργανον ἀκρωτηριάζειν ἔδοξε τοῖς νομοθέταις, αἰνιττομένοις περιτομὴν περιττῆς ἐκτομὴν καὶ πλεοναζούσης ἡδονῆς, οὐ μιᾶς, ἀλλὰ διὰ μιᾶς τῆς βιαστικωτάτης καὶ τῶν ἄλλων ἁπασῶν·

ἑτέρου δὲ τοῦ γνῶναί τινα ἑαυτὸν καὶ τὴν βαρεῖαν νόσον, οἴησιν, ψυχῆς ἀπώσασθαι· ἔνιοι γὰρ ὡς ἀγαθοὶ ζῳοπλάσται ζῴων τὸ κάλλιστον, ἄνθρωπον, ηὔχησαν δύνασθαι δημιουργεῖν καὶ φυσηθέντες ὑπ’ ἀλαζονείας ἑαυτοὺς ἐξεθείωσαν, τὸν ὡς ἀληθῶς αἴτιον γενέσεως ὄντα θεὸν παρακαλυψάμενοι, καίτοι γε ἐκ τῶν συνήθων ἐπανορθώσασθαι τὴν ἀπάτην δυνάμενοι·

πολλοὶ μὲν γὰρ παρ’ αὐτοῖς εἰσιν ἄνδρες ἄγονοι, πολλαὶ δὲ στεῖραι γυναῖκες, ὧν ἀτελεῖς αἱ ὁμιλίαι καταγηρασάντων ἐν ἀπαιδίᾳ. πονηρὰν οὖν δόξαν ἐκτμητέον τῆς διανοίας καὶ τὰς ἄλλας ὅσαι μὴ φιλόθεοι.

τούτων μὲν δὴ πέρι τοσαῦτα· τρεπτέον δ’ ἐπὶ τοὺς κατὰ μέρος ἤδη νόμους καὶ πρώτους, ἀφ’ ὧν ἄρχεσθαι καλόν, τοὺς περὶ μοναρχίας ὁρισθέντας.

[*](p. 213 Μ.)

Τινὲς ἥλιον καὶ σελήνην καὶ τοὺς ἄλλους ἀστέρας ὑπέλαβον εἶναι θεοὺς αὐτοκράτορας, οἷς τὰς τῶν γινομένων ἁπάντων αἰτίας ἀνέθεσαν. [*](1 εἶναι RF: ἕνεκα M, om. AH (v) ἐκτομήν M 2 διάνοιαν om. AH γὰρ om. R 3 γυναῖκας F 4 ἀκρωτηριάζει MF ἔδοξε] πᾶσι MF αἰνιττόμενος MF 4.5 περιτομὴν περιττῆς ἐκτομὴν scripsi: περιτομὴν περιττῆς ἐκτομῆς R (ut vid.), περιτομὴν περιττῆς MF, ἐκτομὴν περιττῆς AH (v) 5 ἀλλὰ καὶ F 6 ἕτερον F τιν’ F 7 τὴν οἴησιν ΑΗ (v) 8 ζώων R: ζῶον ceteri (v) ἀνθρώπων F 9 ἐξεθέωσαν AH 10 ὡς om. F (Turn.) αἴτιον γενέσεως ὄντα RF: ὄντα αἴτιον γενέσεως AH (v), ὄντα γενέσεως αἴτιον M καίτοι — δυνάμενοι (11) ora. ΑΗ γε R: γ’ MF 11 συνήθων R: συνόντων MF (v) 12 πολλαὶ δὲ] καὶ Η (Turn.) ; πολλαὶ δὲ καὶ Mang. 13 ὁμιλίαι] ἡμιολίαι ΑΗ κατηγορησάντων F1H (Turn.) 14 τῆς διανοίας — φιλόθεοι om. MF δὴ RMF: οὖν ΑΗ (v) 15 πρώτους RM: πρώτους γ’ F, πρῶτον ΑΗ (Turn.) ; πρῶτον γ’ Mang. 16 περὶ] ἐπὶ AH 17 tit. οἱ περὶ μοναρχίας νόμοι RF: οἱ περὶ μοναρχίας λόγοι Vind., περὶ μοναρχίας mg R mg M, φίλωνος περὶ μοναρχίας ΑΗ, περὶ μοναρχίας λόγος πρῶτος L (v) 18 ἀστέρας om. ΑΗ 19 αὐτοκράτορας] αὐτοκρατεῖς coni. Mang. πάντων F Vind. αἰτίας ἀπάντων transp. M ἐνέθεσαν M) [*](18—4,22 Euseb. Praep. Ev. XIII 18,11 εἰκότως δῆτα Μωυσῆς . . . μόνον ἡγεῖσθαι θεὸν καὶ μόνῳ τὴν σεβάσμιον ἀπονέμειν νομοθετεῖ τιμὴν λέγων· “μὴ ἰδὼν — προσκυνήσῃς αὐτοῖς (Deut. 4,19). ἑρμηνεύει δὲ ταῦτα διασαφῶν εἰς πλάτος ὁ τὰ Ἑβραίων πεπαιδευμένος Φίλων ὧδέ πη λέγων πρὸς λέξιν· τινὲς ἤλιον — συνέστησαν. 18 — 4,7 Vind. hist. gr. 67 fol. 59v Οἱ περὶ μοναρχίας λόγοι: — τινὲς κτλ. abrumpitur verbis (4,7) τοὺς δέ μὴ βλέποντας τὸν ἐπι, folium proximum intercidit.)

v.5.p.4
Μωυσεῖ δ’ ὁ κόσμος ἔδοξεν εἶναι καὶ γενητὸς καὶ καθάπερ πόλις ἡ μεγίστη, ἄρχοντας ἔχουσα καὶ ὑπηκόους, ἄρχοντας μὲν τοὺς ἐν οὐρανῷ πάντας ὅσοι πλάνητες καὶ ἀπλανεῖς ἀστέρες, ὑπηκόους δὲ τὰς μετὰ σελήνην ἐν ἀέρι καὶ περιγείους φύσεις·

τοὺς δὲ λεχθέντας ἄρχοντας οὐκ αὐτεξουσίους, ἀλλ’ ἑνὸς τοῦ πάντων πατρὸς ὑπάρχους, οὗ μιμουμένους τὴν ἐπιστασίαν κατορθοῦν πρυτανεύοντος κατὰ δίκην καὶ νόμον ἕκαστον τῶν γεγονότων· τοὺς δὲ μὴ βλέποντας τὸν ἐπιβεβηκότα ἡνίοχον τοῖς ὑπεζευγμένοις ὡς αὐτουργοῖς τῶν ἐν τῷ κόσμῳ γινομένων ἀνάψαι τὰς αἰτίας.

ὧν τὴν ἄγνοιαν ὁ ἱερώτατος νομοθέτης εἰς ἐπιστήμην μεθαρμόζεται λέγων ὧδε· „μὴ ἰδὼν τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας καὶ πάντα τὸν κόσμον τοῦ οὐρανοῦ πλανηθεὶς προσκυνήσῃς αὐτοῖς“ (Deut. 4,19). εὐθυβόλως πάνυ καὶ καλῶς πλάνον εἶπε τὴν τῶν εἰρημένων ὡς θεῶν ἀποδοχήν.

οἱ γὰρ ἰδόντες ἡλίου μὲν προσόδοις καὶ ἀναχωρήσεσι τὰς ἐτησίους ὥρας συνισταμένας, ἐν αἷς αἱ ζῴων καὶ φυτῶν καὶ καρπῶν γενέσεις ὡρισμέναις χρόνων περιόδοις τελεσφοροῦνται, σελήνην δ’ ὑπηρέτιν καὶ διάδοχον ἡλίου νύκτωρ τὴν ἐπιμέλειαν καὶ προστασίαν ἀνειληφυῖαν ὧν μεθ’ ἡμέραν ἥλιος, καὶ τοὺς ἄλλους ἀστέρας κατὰ τὴν πρὸς τὰ ἐπίγεια συμπάθειαν μυρία τῶν ἐπὶ διαμονῇ τοῦ παντὸς ἐνεργοῦντάς τε καὶ δρῶντας, πλάνον ἐπλανήθησαν ἀνήνυτον μόνους εἶναι τούτους θεοὺς ὑποτοπήσαντες.

εἰ δ’ ἐσπούδασαν διὰ τῆς ἀπλανοῦς βαδίζειν ὁδοῦ, κἂν εὐθὺς ἔγνωσαν ὅτι, καθάπερ αἴσθησις ὑποδιάκονος νοῦ γέγονε, τὸν αὐτὸν τρόπον καὶ οἱ αἰσθητοὶ πάντες ὑπηρέται τοῦ νοητοῦ κατέστησαν, [*](1 μωϋσῆ MF, μωσεῖ ΑΗ δέ (om. ὁ) AH καὶ aute γενητὸς om. AH γεννητὸς Vind. καθάπερ om. MAH Eus. 2 μεγάλη F Vind. ἄρχοντας δὲ Η (v) ; ἄρχοντάς τε coni. Mang. 3 ὅσοι] οἷον Eus. πλανῆται M 4 ἐν ἀέρι καὶ om. ΑΗ; καὶ om. v 5 πατέρος v πατρὸς ὑπάρχους] προϋπάρχου AH 6 πρυτανεύοντας Viud. 8 ἐν τῶ κόσμω codd.: ἐν κόσμῳ v 11 προσκυνήσεις M (v) 12 αὐτοῖς RMF Eus.: αὐτούς AH (v) 12. 13 τὴν . . . ἀποδοχήν] τἀς . . . ἀποδοχάς AH 13 ἰδόντες] εἰδότες M προσόδοις F et Eus. codd. nonnulli: προόδοις ceteri 14 συνισταμένας] ἀνεσταλμένας AH αἱ] καὶ ΑΗ (Turn.) 15 ὡρισμένων H (Turn.) περιόδοις] προόδοις H 16 ὑπηρέτιν codd.: ὑπηρέτην v ἡλίου καὶ διάδοχον transp. M 17 εἰληφυῖαν MAH ὦν] ὡς ΑΗ ἥλιος RM Eus.: ἥλιον FAH 18 τἀπίγεια Eus. τῶν] τὰ AH παντὸς] παρόντος ΑΗ (Turn.) 20 δὲ AH 21 κὰν εὐθὺς] εὐθὺς ἄν AH (Turn.) νοῦ om. AH 22 αἰσθητοὶ # # Maug. νοητοῦ] νοῦ L2 (Turn.) κατέστησαν AH(R?): συνέστησαν ceteri) [*](13 cf. Cic. de nat. deor. 11 19 Possetiie . . . tot rebus ipsis se immutantibus solis accessus discessusque solstitiis brumisque cognosci?)

v.5.p.5
ἀγαπήσαντες εἰ δευτερείων ἐφίξονται.

παγγέλοιον γὰρ οἴεσθαι, ὅτι ὁ μὲν νοῦς ὁ ἐν ἡμῖν βραχύτατος ὢν καὶ ἀόρατος ἡγεμὼν τῶν αἰσθητικῶν ὀργάνων ἐστίν, ὁ δὲ τοῦ παντὸς ὁ μέγιστος καὶ τελειότατος οὐχὶ βασιλεὺς βασιλέων εἶναι πέφυκε, βλεπομένων οὐ βλεπόμενος.

πάντας οὖν τοὺς κατ’ οὐρανὸν οὓς αἴσθησις ἐπισκοπεῖ θεοὺς οὐκ αὐτοκρατεῖς νομιστέον, τὴν ὑπάρχων τάξιν εἰληφότας, ὑπευθύνους μὲν φύσει γεγονότας, ἕνεκα δ’ ἀρετῆς εὐθύνας οὐχ ὑφέξοντας.

ὥσθ’ ὑπερβάντες τῷ λογισμῷ πᾶσαν τὴν ὁρατὴν οὐσίαν ἐπὶ τὴν τοῦ ἀειδοῦς καὶ ἀοράτου καὶ μόνῃ διανοίᾳ καταληπτοῦ τιμὴν ἴωμεν, ὃς οὐ μόνον θεὸς θεῶν ἐστι νοητῶν τε καὶ αἰσθητῶν ἀλλὰ καὶ πάντων δημιουργός. ἐὰν δέ τις τὴν τοῦ ἀιδίου καὶ ποιητοῦ θεραπείαν ἄλλῳ προσνέμῃ νεωτέρῳ καὶ γενητῷ, φρενοβλαβὴς ἀναγεγράφθω καὶ ἔνοχος ἀσεβείᾳ τῇ μεγίστῃ.