De Vita Mosis (Lib. I-II)

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.

ἐπικριθήσεται δὲ τοῦτο τῇ τοῦ βίου τελευτῇ· εἰ μὲν γὰρ θάνατον ἐνδέξονται τὸν κατὰ φύσιν, πέπλασμαι τὰ λόγια, εἰ δὲ καινόν τινα καὶ παρηλλαγμένον, τὸ φιλάληθές μοι μαρτυρηθήσεται. χάσματα γῆς ὁρῶ διηνοιγμένης ἐπὶ μήκιστον εὐρυνόμενα, πολυανθρώπους ἀπολλυμένας συγγενείας, αὐτάνδρους ὑποσυρομένας καὶ καταπινομένας οἰκίας, ζῶντας ἀνθρώπους εἰς ᾅδου κατερχομένους.“

ἐπεὶ δ’ ἡσύχασε, ῥήγνυται μὲν ἡ γῆ σεισμῷ τιναχθεῖσα, ῥήγνυται δὲ καθ’ ὃ μάλιστα μέρος αἱ σκηναὶ τῶν ἀσεβῶν ἦσαν, ὡς ὑπενεχθείσας ἀθρόας [*](1 συναθροιζόμενοι BEMF δι’ AGHP: om. ceteri οἰκειότατα M, οἰκειοτάτοις VOK 2 ἀδελφοῖς ΕΑ χαρισαμένῳ VO, χαρισάμενον Α τὴν ἱερωσύνην καὶ ἐπιψευσαμένου AFGHP: om. ceteri 3 οὐχ ante ὡς add. V2OK διεξήειμεν AFGHP: ἐξήειμεν ceteri μὴ AGHP: om. ceteri 5 οὕτως AG: οὕτω ceteri 8 κατὰ ταύτην VOK 9 αἰεὶ A 11 ἐνεθουσία VOK καὶ post ἐνθουσιᾷ transp. Α (v) 12 ἀπιστία] ἀποστασία BEM (Mang,) post πρᾶγμα interpuag. BEM (Mang.) τοῖς ἀπίστοις μόνοις· τούτους AVOK: τοῖς ἀπίστοις· μόνους τούτους FGHP, τοὺς ἀπίστους τούτους BEM (Mang.) 12. 13 οὐ λόγος ἀλλ’ ἀλλὰ A) ἔργα] οὐ μόνον λόγοι ἀλλ’ ἔργα BEM; οὐ λόγος ἀλλὰ καὶ ἔργα Turn., οὐ μόνον λόγοι ἀλλὰ καὶ ἔργα Mang. 13 παιδεύει παθόντας BEMF παιδεύσει coui. Mang. μαθόντες M (coni. Mang.): μανθάνοντες ceteri 14 δὲ ora. BEM 15 θάνατον ἐνδέξονται τὸν κατὰ φύσιν BEMFK-: θάνατον ἐκδέξονται τ. κ. φ. VOK1, δέξονται τ. κ. φ. θάνατον AGHP (v) πέπλασμαι AFGHP: πεπλασμένα ceteri τὰ om. V1, add. V2 16 παρηλασμένον F μου M μαρτυρήσεται BE 17 διηνοιγμένα A, διηγνυμένης (sic) F ἐπιμήκιστον P 18 ἀπολλυμένους BEA (Turn.) συγκαταπινομένας Α (v) 19 ζώντων VOK ἀνθρώπους om. VOK κατερχομένας EVOK ( — ους corr. Κ m. rec.) δὲ VOK 20. 21 μέρος μάλιστα transp. Α (v) 21 ἐπενεχθείσας BEM(V1 ut vid.), κατενεχθείσας V2OK ἀθρόως GHP)

v.4.p.267
ἐπικρυφθῆναι· τὰ γὰρ διαστάντα μέρη πάλιν συνῆλθε, τῆς χρείας ἀποτελεσθείσης, ἧς ἕνεκα διεζεύχθη.

μικρὸν δ’ ὕστερον τοὺς τῆς στάσεως ἡγεμόνας πεντήκοντα πρὸς τοῖς διακοσίοις ἄνδρας κεραυνοὶ κατασκήψαντες αἰφνίδιον ἀθρόους ἐξανάλωσαν μηδὲν μέρος ὑπολειπόμενοι τῶν σωμάτων, ὃ ταφῆς ἐπιμοιράσεται.

τὸ δὲ τῶν τιμωριῶν ἐπάλληλον καὶ τὸ ἑκατέρας μέγεθος διάσημον καὶ περιβόητον ἀπέφηνε τὴν εὐσέβειαν τοῦ προφήτου χρησαμένου θεῷ μάρτυρι τῆς περὶ τοὺς χρησμοὺς ἀληθείας.

ἄξιον δὲ κἀκεῖνο μὴ παριδεῖν, ὅτι τὰς κατὰ τῶν ἀσεβῶν κολάσεις διεκληρώσαντο γῆ καὶ οὐρανός, αἱ τοῦ παντὸς ἀρχαί· τὴν γὰρ μοχθηρίαν ἐρρίζωσαν μὲν ἐπὶ γῆς, ἐξέτειναν δ’ εἰς αἰθέρα, τοσοῦτον ὕψος, αὐτὴν διάραντες.

ὅθεν καὶ τῶν στοιχείων ἑκάτερον ἐχορήγησε τὰς τιμωρίας, ἡ μὲν ἵν’ ὑποσύρῃ καὶ καταπίῃ τοὺς τότε βαρύνοντας αὐτὴν ῥαγεῖσα καὶ διαστᾶσα, ὁ δ’ ἵνα καταφλέξῃ καὶ διαφθείρῃ πυρὸς πολλοῦ φοράν, καινότατον ὑετόν, ὀμβρήσας.

τὸ δὲ τέλος καὶ τοῖς καταποθεῖσι καὶ τοῖς ὑπὸ τῶν κεραυνῶν διεφθαρμένοις ταὐτὸν ἀπέβαινεν· οὐδέτεροι γὰρ ἐφάνησαν, οἱ μὲν ἐπικρυφθέντες γῇ τῇ τοῦ χάσματος συνόδῳ πρὸς τὸ ἰσόπεδον ἑνωθείσῃ, οἱ δ’ ὅλοι δι’ ὅλων ἀναλωθέντες ὑπὸ τοῦ κεραυνίου πυρός.

Χρόνοις δ’ ὕστερον, ἐπειδὴ τὴν ἐνθένδε ἀποικίαν ἔμελλεν εἰς οὐρανὸν στέλλεσθαι καὶ τὸν θνητὸν ἀπολιπὼν βίον ἀπαθανατίζεσθαι μετακληθεὶς ὑπὸ τοῦ πατρός, ὃς αὐτὸν δυάδα ὄντα, σῶμα καὶ ψυχήν, εἰς μονάδος ἀνεστοιχείου φύσιν ὅλον δι’ ὅλων μεθαρμοζόμενος εἰς νοῦν ἡλιοειδέστατον, τότε δὴ κατασχεθεὶς οὐκέτι συλλήβδην ἀθρόῳ παντὶ τῷ ἔθνει θεσπίζειν ἔοικεν ἀλλὰ καὶ κατὰ μέρος ἑκάστῃ φυλῇ τὰ [*](1 ἐπικρυβῆναι G συνῆλθον Η 2 εἵνεκα VOK δέ VOK τοὺς] ὡς BEM(V1 ut vid.) 4 αἰφνίδιοι F ἐξανάλωσαν codd: ἐξηνάλωσαν Mang. μηδὲ ἓν Α ὑπολιπόμενοι BEMG, ἐπιλειπόμενοι AO 5 ἐπιμοιράσηται Η, ἐπιμοιρήσεται AV2OK 5. 6 ἑκατέρου μεγέθους VOK 7 τοῦ χρησμοῦ Α 8 δὲ] δὴ A διεκλήρωσαν Α 9 γῆ καὶ οὐρανός om. Α τοῦ om. A 10 ἀνέτειναν coni. Mang. δὲ VOK αἰθέρα AFGHP: ἀέρα ceteri ἄραντες Α 11 ἵνα AVOK 12 βαρύναντας A 13 δὲ VOK φορᾶ ’-’OK, φθορὰν MB 15 διαφθαρμένοις P οὐδ’ ἕτεροι F 16 τῆ γῆ PV2OK τῇ post γῆ eras. V2, om. OKFP συνόδῳ om. VOKF 17 ἑνωθέντες V ut vid., ἑνωθέντος AFVS2OK δὲ VOK 18 κεραυνείου F 20 ἀθανατίζεσθαι AVOK 21 ὃς] ὡς Α 22 ἀνεστοιχειοῦτο Α (v) 2.3 κατασταθεὶς Α ὡς ante συλλήβδην add. F 24 καὶ ora. G (fort. recte)) [*](23 sqq. Deuter. cap. 33)

v.4.p.268
μέλλοντα γενέσθαι καὶ αὖθις ἀποβησόμενα· ὧν τὰ μὲν ἤδη συμβέβηκε, τὰ δὲ προσδοκᾶται, διότι πίστις τῶν μελλόντων ἡ τῶν προγεγονότων τελείωσις.

ἥρμοττε γὰρ διαφέροντας καὶ ταῖς σποραῖς, καὶ μάλιστα ἐν τοῖς μητρῴοις γένεσι, καὶ βουλευμάτων πολυτρόποις ἰδέαις καὶ τῶν περὶ τὸν βίον ἐπιτηδευμάτων ἀμυθήτοις διαφοραῖς ὥσπερ τινὰ κλήρου διανομὴν λογίων καὶ χρησμῶν ἁρμόζουσαν εὑρέσθαι.

θαυμάσια μὲν οὖν ταῦτα· θαυμασιώτατον δὲ καὶ τὸ τέλος τῶν ἱερῶν γραμμάτων, ὃ καθάπερ ἐν τῷ ζῴῳ κεφαλὴ τῆς ὅλης νομοθεσίας ἐστίν.

ἤδη γὰρ ἀναλαμβανόμενος καὶ ἐπ’ αὐτῆς βαλβῖδος ἑστώς, ἵνα τὸν εἰς οὐρανὸν δρόμον διιπτάμενος εὐθύνῃ, καταπνευσθεὶς καὶ ἐπιθειάσας ζῶν ἔτι τὰ ὡς ἐπὶ θανόντι ἑαυτῷ προφητεύει δεξιῶς, ὡς ἐτελεύτησε μήπω τελευτήσας, ὡς ἐτάφη μηδενὸς παρόντος, δηλονότι χερσὶν οὐ θνηταῖς ἀλλ’ ἀθανάτοις δυνάμεσιν, ὡς οὐδ’ ἐν τάφῳ τῶν προπατόρων ἐκηδεύθη τυχὼν ἐξαιρέτου μνήματος, ὃ μηδεὶς εἶδεν ἀνθρώπων, ὡς σύμπαν τὸ ἔθνος αὐτὸν ὅλον μῆνα δακρυρροοῦν ἐπένθησεν ἴδιον καὶ κοινὸν πένθος ἐπιδειξάμενον ἕνεκα τῆς ἀλέκτου καὶ πρὸς ἕνα ἕκαστον καὶ πρὸς ἅπαντας εὐνοίας καὶ κηδεμονίας.

τοιοῦτος μὲν ὁ βίος, τοιαύτη δὲ καὶ ἡ τελευτὴ τοῦ βασιλέως καὶ νομοθέτου καὶ ἀρχιερέως καὶ προφήτου Μωυσέως διὰ τῶν ἱερῶν γραμμάτων μνημονεύεται.

[*](1 γενέσθαι καὶ AF: καὶ γενεαῖς ceteri (v) 2 προσεδοκᾶτο V2OK 3 διφέροντας AF: διαφέροντα ceteri ἐν eras. V2, om. OK 4 τῖς μητρῴαις γένναις V2OK βουλευμάτων A: βουλημάτων ceteri 5 τὸν] τῶν Κ, om. Α κλήρου codd. : κλῆρον v 5. 6 διανομὴν Α (mg. P2): διαμονὴν ceteri (Turn.) 6 λογίων F: λόγιον Α, λόγων ceteri (Turn.) χρησμὸν Α ἁρμόζουσαν AFVOK: om. ceteri 7 ταῦτα] ταῦτα πάντα AVOK τὸ om. M ὃ AFG: ἃ HP, om. ceteri 8 τῶ AGHP: om. ceteri ὅλης] ἄλλης VOK οιι 10 διιπτάμενος εὐθύνῃ VK: διιπτάμενος ἰθύνῃ 0, ἀναπτάμενος εὐθύνῃ Α, διασπώμενος εὐθύνῃ F, διιπτάμενος διιπτάμενος ceteri; διανύῃ διιπτάμενος v ἔτι τὰ] ἔπειτα Α 11 ἐπ’ ἀποθανόντι Α δεξιῶς] διεξιὼν coni. Mang. alt. ὡς AFGHP: om. ceteri 12 ἐτάφην V2O δῆλον ὅτι E οὐ] αὖ Κ 13 οὐδ’ ἐν τἀφ’ ᾦ τῶν] οὐδεὶς τῶν φώτων A : οὐδείς πω τῶν coui. Aluug. ἐκηδεύθην V2O 14 ὡς] ὥστε ’OK 15 αὐτὸν ὅλον μῆνα] καὶ τηνικαῦτα μὲν V2OK μῆνα] μὴ (sic) BM, μὴ B, om. A δακρυρροοῦντα F ἐπένθησεν AFG: ἐπένθη P, ἐπένθησαν H, ἐπενόησεν ceteri καὶ ante ἴδιον add. V2OK η καὶ post ἴδιον om. A 16 ἐπιδείξασθαι V2OK ἀλέκτου Α, ἀλήκτου VK pr. καὶ om. AVOK 17 δὲ om. Α καὶ om. 18 καὶ νομοθέτου om. A μνημονεύεται μωϋσέος AGP, μωσέος H 19 γραμμάτων om. A μηνύεται A, μηνύεται F ἐπλήρωσεν ὁ περὶ ἱερωσύνης λόγος subscr. Η 7 sqq. Deuter. cap. 34)