De Vita Mosis (Lib. I-II)

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.

ἅπερ ἰδὼν Μωυσῆς εἰκότως ἐπὶ τοῖς ἀπειθέσι πικραίνεται· πῶς γὰρ οὐκ ἔμελλεν, εἰ τοσαῦτα καὶ τηλικαῦτα θεασάμενοι, πρὸς μὲν τὰς πιθανὰς καὶ εὐλόγους φαντασίας ἀδύνατα πραχθῆναι, τελειωθέντα δὲ εὐμαρῶς ἐπιφροσύναις θείαις, οὐκ ἐνδοιάζουσι μόνον, ἀλλὰ καὶ ἀπιστοῦσιν οἱ δυσμαθέστατοι πάντων;

ἀλλ’ ὅ γε πατὴρ δυσὶν ἐναργεστάταις ἀποδείξεσι τὸ λόγιον τοῦ προφήτου διασυνέστησεν, ὧν τὴν μὲν ἑτέραν εὐθὺς ἀπεδείξατο φθορᾷ τοῦ ὑπολειφθέντος καὶ δυσωδίᾳ καὶ τῇ πρὸς σκώληκας, τὸ φαυλότατον ζῷον, μεταβολῇ, τὴν δ’ ἑτέραν ὕστερον· ἀεὶ γὰρ τὸ πλεονάζον τοῦ συγκομισθέντος ὑπὸ τῆς πληθύος ταῖς ἡλιακαῖς

ἀκτῖσι διελύετο καὶ τηκόμενον ἐξανηλοῦτο. δεύτερον οὐκ εἰς μακρὰν ἐπιθειάσας ἀποφθέγγεται λόγιον τὸ περὶ τῆς ἱερᾶς ἑβδόμης. ἔχουσαν γὰρ αὐτὴν ἐν τῇ φύσει προνομίαν, οὐκ ἀφ’ οὗ μόνον ἐδημιουργήθη ὁ κόσμος, ἀλλὰ καὶ πρὸ τῆς οὐρανοῦ καὶ παντὸς αἰσθητοῦ γενέσεως, ἠγνόησαν ἄνθρωποι, τάχα που διὰ τὰς ἐν ὕδασι καὶ πυρὶ γενομένας συνεχεῖς καὶ ἐπαλλήλους φθορὰς οὐ δυνηθέντων παρὰ τῶν πρότερον διαδέξασθαι μνήμην τῶν ἔπειτα τῆς κατὰ τὸν ἐν χρόνοις εἱρμὸν ἀκολουθίας καὶ τάξεως· ὅπερ ἀδηλούμενον ἐπιθειάσας ἀνέφηνε λογίῳ μαρτυρηθέντι διὰ σημείου τινὸς ἐναργοῦς.

τὸ δὲ σημεῖον τοιοῦτον ἦν· ἐλάττων μὲν ἀπ’ ἀέρος ἐγίνετο ἡ φορὰ ταῖς προτέραις ἡμέραις [*](1 ἀπολειπέσθω VOK τοῦτ’ AGHP: ταῦτ᾿ ceteri 2 ἀτερματίστων A 4 τὸν κύκλω AV1, τὰ κύκλω V2OK δυσοδμίας AF: δυσοσμίας ceteri 5 εἶτα AVOK 6 μετέβαλλεν Γ’ ἅπερ — ἔμελλεν (7) om. F μώσης P ἀπειθέσι] ἀληθέσι BEMA(V1 ut vid.) 7 ἃ aute πρὸς add. BEMVOK 9 δ’ Α 9. 10 ἀπιστοῦσιν] ἀπειθοῦσιν P 11 ἐπιδείξεσι HP, ὄψεσι δείξεσι G διεσυνέστησεν H1P 12 εὐθὺς AFGHP: om. ceteri ἀπεδείξατο FGIIP: ἐπεδείξατο Α, ἐπεδείξατο ceteri lo σκώληκα Α ζῶον ἀνηλοῦτο ex ζώων corr. V αἰεὶ A: ἐπεὶ coni. Mang. 15 ἐξημβλοῦτο A post δεύτερον add. δὲ VOK 16 ἀποθειάσας BEMGH (v) φθέγγεται Α 19 ἐν om. HP ὕδατι Η (coni. Mang.) 20 γινομένας VOK φθορὰς AFGHP: φορὰς ceteri 21 πρότερον FGHP: προτέρων ceteri μνήμην AFGHP: μνήμη ceteri 23 μαρτυρηθέντας F 24 ἐλάττω F ἐγίνετο AVOK: ἐγένετο ceteri (v))

v.4.p.263
τῆς τροφῆς, τότε δ’ αὖ διπλασίων· καὶ ταῖς μὲν προτέραις εἴ τι κατελείφθη, λειβόμενον ἐτήκετο μέχρι τοῦ παντελῶς εἰς νοτίδα μεταβαλὸν ἀναλωθῆναι, τότε δ’ οὐδεμίαν ἐνδεχόμενον τροπὴν ἐν ὁμοίῳ διέμενεν· ἐφ’ οἷς ἀγγελλομένοις ἅμα καὶ ὁρωμένοις καταπλαγεὶς Μωυσῆς οὐκ ἐστοχάσατο μᾶλλον ἢ θεοφορηθεὶς ἐθέσπισε τὴν ἑβδόμην.

ἐῶ λέγειν, ὅτι καὶ αἱ τοιαῦται εἰκασίαι συγγενεῖς προφητείας εἰσίν· ὁ γὰρ νοῦς οὐκ ἂν οὕτως εὐσκόπως εὐθυβόλησεν, εἰ μὴ καὶ θεῖον ἦν πνεῦμα τὸ ποδηγετοῦν πρὸς αὐτὴν τὴν ἀλήθειαν.

τὸ δὲ τεράστιον οὐ μόνον ἐκ τοῦ διπλασιασθῆναι τὴν τροφὴν ἐδηλοῦτο οὐδ’ ἐκ τοῦ διαμεῖναι σῷον παρὰ τὸ καθεστὼς ἔθος, ἀλλὰ κἀκ τοῦ ἀμφότερα ταῦτα συμβῆναι κατὰ τὴν ἕκτην ἡμέραν, ἀφ’ ἧς ἤρξατο ἀπ’ ἀέρος ἡ τροφὴ χορηγεῖσθαι, μεθ’ ἣν ὁ ἱερώτατος τῆς ἑβδόμης ἀριθμὸς ἔμελλεν ἀνατέλλειν, ὥστε λογιζόμενος ἄν τις εὕροι κατὰ τὴν ἀκολουθίαν τῆς τοῦ κόσμου γενέσεως τὴν οὐράνιον δοθεῖσαν τροφήν· ἤρξατο γὰρ καὶ τὸν κόσμον ἑξάδος τῇ

πρώτῃ δημιουργεῖν καὶ τὴν λεχθεῖσαν ὕειν τροφήν. ἡ δ’ εἰκὼν ὁμοιοτάτη· καθάπερ γὰρ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι τὸ τελειότατον ἔργον, τὸν κόσμον, ἀνέφηνε, τὸν αὐτὸν τρόπον καὶ εὐθηνίαν ἐν ἐρήμῳ μεταβαλὼν τὰ στοιχεῖα πρὸς τὸ κατεπεῖγον τῆς χρείας, ἵν’ ἀντὶ γῆς ὁ ἀὴρ σιτία τροφὴν ἄπονον φέρῃ καὶ ἀταλαίπωρον οἷς ἀναχώρησις οὐκ ἦν εὐτρεπίζεσθαι κατὰ σχολὴν τἀπιτήδεια.

μετὰ ταῦτα τρίτον ἀναφθέγγεται χρησμὸν τερατωδέστατον, δηλῶν ὅτι τῇ ἑβδόμῃ τὴν εἰωθυῖαν ὁ ἀὴρ οὐ παρέξει τροφὴν καὶ οὐδὲν ἐπὶ γῆν ἀλλ’ οὐδὲ τὸ βραχύτατον ὡς ἔθος ἐνεχθήσεται.

τοῦτ’ ἀπέβαινεν ἔργοις· τῇ μὲν γὰρ προτεραίᾳ ταῦτα [*](1 δ’ αὖ AGHP: δὲ ceteri διπλασία A 2 μεταβάλλον Α 3 τότε] τοῦτο A δὲ Α οὐδὲ μίαν F ἐνδεχόμενον scripsi: ἐκδεχόμενον VOK, δεχόμενον ceteri (v) (cf. 266,15) 4 ἀγγελλομένοις AFN: ἀγαλλομένοις V1GHP, ἀγαλλόμενος ceteri καὶ ἄμ transp. G (v), ἅμα om. Α 6 αἱ τοιαῦται] αἱ αὗται V, εἰ α αὐτᾶι αἱ V2OK ἱκεσίαι Α ἱκεσίαι Turn.) 7 εὐσκόπως] εὐστόχως 0 τὸ om. P 8 αὐτὴν om. AVOK (Turn.) τεράστειον F 9 διπλασθῆναι F 10 συμβαίνειν V2OK 11 ἀπὸ AF ἡ τροφὴ FGIIP: ἡ om. ceteri 12 ἣν AFGHP: ὃ BEM, ὧν VOK ἀριθμὸς τῆς ἑβδόμης transp. Α (v) 14 ἑξάδι F, ἕως ante ἑξάδος add. V2OK 16 ἔργων G1P 17 εὐθηνίαν] εὐθυμίαν Κ (corr. m. rec.) 18 τὸ om. Turn. ἴνα AG 19 ἀναχώρησιν Κ, ἀναχωροῦσιν A (Turn.) 20 τὰ ἐπιτήδεια VOK 21 δηλῶν ὅτι scripsi: δηλοῦντα ὅτι Α (coni. Mang.), δῆλον ὅτι E, δηλονότι ceteri (v) 23 τοῦτ’] ταῦτ’ M, τοῦτο δὲ Α (v)) [*](4—8 N fol. 158v : ἐφ’ οἷς — τὴν ἄληθε)

v.4.p.264
θεσπίζει, τινὲς δὲ τῶν ἀβεβαίων τὸ ἦθος ὥρμησαν ἐπὶ τὴν συγκομιδὴν καὶ σφαλέντες τῆς ἐλπίδος ἐπανῄεσαν ἄπρακτοι, κακίζοντες μὲν ἑαυτοὺς τῆς ἀπιστίας, ἀληθόμαντιν δὲ καὶ θεοφράδμονα καὶ μόνον προορατικὸν τῶν ἀδήλων ἀνακαλοῦντες τὸν προφήτην.

Τοιαῦτα μέν ἐστιν, ἃ περὶ τῆς οὐρανίου τροφῆς κατεχόμενος ἐθέσπισεν. ἕτερα δ’ ἑξῆς ἀναγκαῖα, καίτοι δόξαντα ἂν παραινέσεσιν ἐοικέναι μᾶλλον ἢ χρησμοῖς, ὧν ἐστι καὶ τὸ χρησθὲν κατὰ τὴν μεγίστην τῶν πατρίων ἐκδιαίτησιν, περὶ ἧς καὶ πρόσθεν εἶπον, ἡνίκα τεκτηνάμενοι ταῦρον χρυσοῦν, Αἰγυπτιακοῦ μίμημα τύφου, χοροὺς ἵστασαν καὶ βωμοὺς κατεσκεύαζον καὶ θυσίας ἀνῆγον ἐκλαθόμενοι τοῦ πρὸς ἀλήθειαν θεοῦ καὶ τὴν προγονικὴν εὐγένειαν, ἣ δι’ εὐσεβείας καὶ ὁσιότητος ηὐξήθη, καθαιροῦντες.

ἐφ’ οἷς Μωυσῆς περιπαθήσας, εἰ πρῶτον μὲν ὁ λαὸς πᾶς ἐξαίφνης γεγένηται τυφλὸς ὁ ἄχρι πρὸ μικροῦ πάντων ἐθνῶν ὀξυωπέστατος, ἔπειτα δὲ εἰ πλάσμα μύθου κατεψευσμένον ἴσχυσε τοσαύτην αὐγὴν σβέσαι τῆς ἀληθείας, ἣν οὔθ’ ἥλιος ἐκλιπὼν οὔθ’ ὁ σύμπας χορὸς τῶν ἀστέρων ἐπισκιάσει — περιλάμπεται γὰρ ἰδίῳ φέγγει νοητῷ καὶ ἀσωμάτῳ, πρὸς ὃ παραβαλλόμενον τὸ αἰσθητὸν νὺξ ἂν πρὸς ἡμέραν εἶναι νομισθείη —,

δι’ ἣν αἰτίαν οὐκέτι μένων ὁ αὐτὸς ἐξαλλάττεται τό τε εἶδος καὶ τὴν διάνοιαν καὶ ἐπιθειάσας φησί· "τίς ἐστιν ὁ μὴ τῷ πλάνῳ συνενεχθεὶς μηδὲ τὸ κῦρος ἐπιφημίσας τοῖς ἀκύροις; πᾶς ὁ τοιοῦτος ἐμοὶ προσίτω“.

μιᾶς δὲ φυλῆς προσελθούσης οὐχ ἧττον ταῖς διανοίαις ἢ τοῖς σώμασιν, οἳ πάλαι μὲν ἐφόνων κατὰ τῶν ἀθέων καὶ ἀνοσιουργῶν, ἡγεμόνα δ’ ἐζήτουν καὶ στρατάρχην [*](1 ὥρμητο Κ (corr. m. rec.) 2 τῆς ἐλπίδος] τῆς om. F, τῶν ἐλπίδων Α (v) 3 ἑαυτοὺς Α: αὐτοὺς MFGH1, αὑτοὺς ceteri θεοφράσμονα Α 4 ἀδήλων] ἀδελφῶν Κ 6 ἐθέσπιζεν AVOK δὲ VOK δόξαντ’ Α παραίνεσιν P 8 καὶ πρόσθεν] ἔμπροσθεν Α (v) 12 μωυσῆς AVOK: μώσης ceteri post περιπαθήσας add. ἦν A (v) 13 πρῶτον] πρότερον BEM πᾶς ὁ λαὸς transp. Α (v) 14 ὀξυωπέστατος AGHP: ὀξυωπέστερος ceteri 16 ἐκλιπὼν AFGHP: ἐκλείπων ceteri; ἐκλάμπων male coni. Mang. περιλάμπεται BEMVOK: περιλαμβάνεται AFGHP 17 νοητῶν καὶ ἀσωμάτων Κ παραβαλλόμενον] παραλαμβανόμενον BEMV1 18 ἄν AFGHP: om. ceteri πρὸς παρ’ Α 19 ἐξαλλάττεται F (coni. Mang.): ἐξάλλεται ceteri (v) 20 φησίν VOK συνεχθεὶς F μηδὲ AFGHP: μήτε BEM, μὴ VOK 22 οἳ AFGHP: om. ceteri ἐφόνων AFGHP: ἐφρόνουν ceteri 23 ἀθέων AFGHP: ἀθέσμων ceteri στρατιάρχην F) [*](3 ἀληθόμαντιν ex. Aesch. Agam. 1240. 7 sqq. Exod. cap. 32 8 v. sup. § 167 sqq.)

v.4.p.265
ἀνευρεῖν, ὃς ἐνδίκως ὑφηγήσεται καιρὸν καὶ τρόπον τῆς ἀμύνης, — οὓς ὀργῶντας εὑρὼν καὶ γέμοντας εὐτολμίας καὶ παραστήματος, ἔτι μᾶλλον ἢ πρότερον θεοφορηθείς, „ξίφος ἕκαστος ὑμῶν ἀναλαβὼν“ φησίν „ᾀττέτω διὰ παντὸς τοῦ στρατοπέδου καὶ κτεινέτω μὴ μόνον ἀλλοτρίους ἀλλὰ καὶ φίλων καὶ συγγενῶν τοὺς οἰκειοτάτους ἐπιστροφάδην, εὐαγέστατον κρίνων τὸ ἔργον ὑπὲρ ἀληθείας καὶ θεοῦ τιμῆς, ὧν ὑπερμαχεῖν καὶ προαγωνίζεσθαι κουφότατος πόνος.“

οἱ δ’ αὐτοβοεὶ τρισχιλίους κτείναντες τοὺς ἀρχηγέτας μάλιστα τῆς ἀσεβείας γενομένους οὐκ ἀπελογήσαντο μόνον περὶ τοῦ μὴ συνεφάψασθαι τοῦ τολμήματος, ἀλλὰ καὶ ἐν ἀριστέων τοῖς γενναιοτάτοις ἐνεγράφησαν καὶ γέρως ἠξιώθησαν οἰκειοτάτου ταῖς πράξεσιν, ἱερωσύνης· ἔδει γὰρ θεραπευτὰς ὁσιότητος γενέσθαι τοὺς ὑπὲρ αὐτῆς ἀνδραγαθισαμένους καὶ προπολεμήσαντας.

Ἔχω δέ τι μηνῦσαι σημειωδέστερον λόγιον, περὶ οὗ καὶ πάλαι διεξῆλθον, ὅτε τὰ τῆς ἀρχιερωσύνης ἐπῄειν τοῦ προφήτου, ὅπερ αὐτὸς πάλιν κατασχεθεὶς ἀνεφθέγξατο, τελειωθὲν οὐ μακροῖς χρόνοις ὕστερον, ἀλλ’ εὐθὺς ὅτ’ ἐχρησμῳδεῖτο.

τῶν περὶ τὸν νεὼν λειτουργῶν δύο τάξεις εἰσίν, ἡ μὲν κρείσσων ἱερέων, ἡ δ’ ἐλάττων νεωκόρων· ἦσαν δὲ κατ’ ἐκεῖνον τὸν χρόνον τρεῖς μὲν ἱερεῖς, νεωκόρων δὲ πολλαὶ χιλιάδες.

οὗτοι φυσηθέντες ἐπὶ τῇ τοῦ οἰκείου πλήθους περιουσίᾳ τῆς τῶν ἱερέων κατεφρόνουν ὀλιγότητος καὶ δύο ἐν ταὐτῷ παρανομήματα συνύφαινον, ὧν τὸ μὲν ἦν καθαίρεσις τῶν ὑπερεχόντων, τὸ δ’ αὔξησις τῶν ἐλαττόνων, οἷα ἡγεμόσιν ὑπηκόων ἐπιτιθεμένων ἐπὶ συγχύσει τοῦ κρατίστου καὶ δημωφελεστάτου, τῆς τάξεως.

εἶτ’ ἐπισυνιστάμενοι καὶ [*](1 καιρὸν AFGHP: om. ceteri τὸν τρόπον BEVOK, τὸν τρόμον (sic) M 2 ὀργοῦντας M εὑρὼν Α: om. ceteri 3 ἡμῶν P λαβὼν BEMF 3.4 φησὶν ἀναλαβὼν transp. Α (v) 4 ᾀττέτω F: ἀγέτω HEMGHP, ἀγαγέτω VOK, ἐφορμάτω τε Α (v) διὰ] δὴ ’P μὴ] οὐ G 6 θεοῦ τιμῆς AVOK: τιμῆς θεοῦ ceteri ὧν AFGHP: om. ceteri 7 αὐτοβοεὶ] αὐτομόλως A 9 post συνεφάψασθαι repet. μόνον E 10 ἐν ἀριστέων AFGHP: ἐναργεστέρως ceteri τοῖς — γέρως om. VOK (suppl. mg. Κ m. rec.) γεναιοτάτοις M ἐνεγράφησαν F: ἀπεγράφησαν ἀπcorr. ex ἐν-) Α, ἀνεγράφησαν ceteri (v) ἠξιώθην Κ (corr. m rec.) 11 οἰκειοτάτης 11.12 ὁσιότητος γενέσθαι V : ὁσιότητος γεγενῆσθαι Α, γενέσθαι ὁσιότητος ceteri 12 τοὺς] τῆς H1P ἀνδραγαθησαμένους V1AFGH 14 post ὅτε add. καὶ Α (v) ἱερωσύνης M ὅπερ AFGHP: ὅ, τι ceteri 15 τὸ τελειωθὲν V2O 16 ὅτε AVOK λειτουργῶν scripsi: λειτουργιῶν codd. 17 κρείττων G 20 ὀλιγότητα Κ τῶ αὐτῶ Α 21 alt. τὸ] τῶν F δὲ VOK 22 τῶν om. Α 22. 23 τοῦ κρατίστου καὶ δημωφελεστάτου τῆς τάξεως Α : τῆς τοῦ κρ. καὶ δῆμ’. τάξεως ceteri 23 εἶτα AVOK συνιστάμενοι Α (v)) [*](14 V. sup. ἑ 174.175. 19 sqq. Num. cap. 16)

v.4.p.266
ἀθροιζόμενοι κατεβόων τοῦ προφήτου, ὡς δι’ οἰκειότητα τῷ τε ἀδελφῷ καὶ τοῖς ἀδελφιδοῖς χαρισαμένου τὴν ἱερωσύνην καὶ ἐπιψευσαμένου τὰ περὶ τὴν αἵρεσιν αὐτῶν, ὡς ἐπιφροσύνῃ θείᾳ, καθάπερ διεξῄειμεν, μὴ γενόμενα.

ἐφ’ οἷς ἀνιαθεὶς καὶ περιαλγήσας, καίτοι πρᾳότατος ὢν καὶ ἡμερώτατος, οὕτως πρὸς δικαίαν ὀργὴν ὑπὸ μισοπονήρου πάθους ἠκονήθη, ὡς ἱκετεῦσαι τὸν θεὸν ἀποστραφῆναι τὴν θυσίαν αὐτῶν, οὐκ ἐπειδήπερ ἔμελλεν ὁ δικαιότατος κριτὴς ἱερουργίας ἀσεβῶν παραδέχεσθαι, ἀλλ’ ὅτι καὶ ἡ ψυχὴ τοῦ θεοφιλοῦς τὸ κατ’ αὐτὴν μέρος οὐχ ὑποσιωπᾷ, σπεύδουσα μὴ εὐοδεῖν ἀνοσίους, ἀλλ’ ἀεὶ τῆς προθέσεως διαμαρτάνειν.

ἔτι δὲ ζέων καὶ πεπυρωμένος ὑπὸ τῆς νομίμου διαγανακτήσεως ἐνθουσιᾷ μεταβαλὼν εἰς προφήτην καὶ θεσπίζει τάδε· „χαλεπὸν ἀπιστία πρᾶγμα τοῖς ἀπίστοις μόνοις· τούτους οὐ λόγος ἀλλ’ ἔργα παιδεύει· παθόντες εἴσονται τὸ ἐμὸν ἀψευδές, ἐπεὶ μαθόντες οὐκ ἔγνωσαν.